§35τοιαῦτα ἐντρυφῶσι, μᾶλλον δὲ ἐνυβρίζουσι τοῖς συνοῦσι, κατὰ μικρὸν αὐτοὺς χειροήθεις τῇ ὕβρει παρασκευάζοντες.
他们就是这样作弄——更确切地说是侮辱——那些同处者,通过侮辱使他们逐渐变得驯服。
οἶδα δʼ ἐγὼ καὶ ῥήτορα τῶν καρχάρων ἐπὶ τῷ δείπνῳ κελευσθέντα μελετήσαντα μὰ τὸν Δίʼ οὐκ ἀπαιδεύτως, ἀλλὰ πάνυ τορῶς καὶ συγκεκροτημένως·
我也知道有某位辞锋犀利的辩论家,在宴席上被命令作一通演说,凭宙斯起誓,他的演说并非毫无文采,而是极其清晰和有力的。
ἐπῃνεῖτο γοῦν μεταξὺ πινόντων οὐ πρὸς ὕδωρ μεμετρημένον, ἀλλὰ πρὸς οἴνου ἀμφορέας λέγων, καὶ τοῦτο ὑποστῆναι τὸ τόλμημα ἐπὶ διακοσίαις δραχμαῖς ἐλέγετο.
总之,在饮酒者中间,他受到了称赞,因为他不是对着计量水(水计时器)说话,而是对着一罐罐葡萄酒说话。 据说,他为了两百德拉克马而承接了这一大胆的冒险。
ταῦτα μὲν οὖν ἴσως μέτρια.
这些事情或许还算过得去。
ἢν δὲ ποιητικὸς αὐτὸς ἢ συγγραφικὸς ὁ πλούσιος ᾖ, παρὰ τὸ δεῖπνον τὰ αὑτοῦ ῥαψῳδῶν, τότε καὶ μάλιστα διαρραγῆναι χρὴ ἐπαινοῦντα καὶ κολακεύοντα καὶ τρόπους ἐπαίνων καινοτέρους ἐπινοοῦντα.
但如果富人自己写诗或作文章,并在宴席上朗诵自己的作品,那时你就必须极尽赞美和谄媚之能事,想出更新奇的赞美方式,甚至要表现出赞美得快要胀破身体的样子。
εἰσὶ δʼ οἳ καὶ ἐπὶ κάλλει θαυμάζεσθαι ἐθέλουσιν, καὶ δεῖ Ἀδώνιδας αὐτοὺς καὶ Ὑακίνθους ἀκούειν, πήχεως ἐνίοτε τὴν ῥῖνα ἔχοντας.
还有些人甚至希望别人赞美他们的美貌,他们必须听人称自己为阿多尼斯或许阿辛托斯,即使他们的鼻子有时有一肘之长。
σὺ δʼ οὖν ἂν μὴ ἐπαινῇς, εἰς τὰς λιθοτομίας τὰς Διονυσίου εὐθὺς ἀφίξῃ ὡς καὶ φθονῶν καὶ ἐπιβουλεύων αὐτῷ.
如果你不赞美,你立刻就会被送进迪奥尼西奥斯的石矿场(监狱),因为你被认为嫉妒并图谋不轨。
χρὴ δὲ καὶ σοφοὺς καὶ ῥήτορας εἶναι αὐτούς, κἂν εἴ τι σολοικίσαντες τύχωσιν, αὐτὸ τοῦτο τῆς Ἀττικῆς καὶ τοῦ Ὑμηττοῦ μεστοὺς δοκεῖν τοὺς λόγους καὶ νόμον εἶναι τὸ λοιπὸν οὕτω λέγειν.
而且他们还必须是智者和辩论家,哪怕他们偶然犯了语法错误,这错误本身也必须显得让话语充满了阿提卡风情和海麦托斯山的香气,并且从此以后这样说话要成为规矩。
§36καίτοι φορητὰ ἴσως τὰ τῶν ἀνδρῶν.
然而,男人们的事情或许还能忍受。
αἱ δὲ οὖν γυναῖκες — καὶ γὰρ αὖ καὶ τόδε ὑπὸ τῶν γυναικῶν σπουδάζεται, τὸ εἶναί τινας αὐταῖς πεπαιδευμένους μισθοῦ ὑποτελεῖς συνόντας καὶ τῷ φορείῳ ἑπομένους· ἓν γάρ τι καὶ τοῦτο τῶν ἄλλων καλλωπισμάτων αὐταῖς δοκεῖ, ἢν λέγηται ὡς πεπαιδευμέναι τέ εἰσιν καὶ φιλόσοφοι καὶ ποιοῦσιν ᾄσματα οὐ πολὺ τῆς Σαπφοῦς ἀποδέοντα — διὰ δὴ ταῦτα μισθωτοὺς καὶ αὗται περιάγονται ῥήτορας καὶ γραμματικοὺς καὶ φιλοσόφους, ἀκροῶνται δʼ αὐτῶν — πηνίκα;
但是女人呢——因为女人们也同样热衷于此,即有几个受过教育的人拿着薪水依附她们,并跟随在她们的轿子后面;因为如果有人说她们受过教育、懂哲学、能创作不亚于萨福的诗歌,这对她们来说也是其他装饰品中的一件——正是因为这些原因,她们也随身带着雇来的辩论家、语法学家和哲学家,并听取他们的讲课。 在什么时候听?
γελοῖον γὰρ καὶ τοῦτο — ἤτοι μεταξὺ κομμούμεναι καὶ τὰς κόμας παραπλεκόμεναι ἢ παρὰ τὸ δεῖπνον· ἄλλοτε γὰρ οὐκ ἄγουσι σχολήν.
因为这也很滑稽——要么是在她们化妆和编头发的时候,要么是在宴席上;因为其他时间她们没有闲暇。
πολλάκις δὲ καὶ μεταξὺ τοῦ φιλοσόφου τι διεξιόντος ἡ ἅβρα προσελθοῦσα ὤρεξε παρὰ τοῦ μοιχοῦ γραμμάτιον, οἱ δὲ περὶ σωφροσύνης ἐκεῖνοι λόγοι ἑστᾶσι περιμένοντες, ἔστʼ ἂν ἐκείνη ἀντιγράψασα τῷ μοιχῷ ἐπαναδράμῃ πρὸς τὴν ἀκρόασιν.
而往往在哲学家正在讲解某事的时候,侍女走过来呈上情夫送来的信札,而那些关于节制的说教便只能停下来等待,直到她给情夫写完回信、重新回来听讲为止。
§37ἐπειδὰν δέ ποτε διὰ μακροῦ τοῦ χρόνου Κρονίων ἢ Παναθηναίων ἐπιστάντων πέμπηταί τί σοι ἐφεστρίδιον ἄθλιον ἢ χιτώνιον ὑπόσαθρον, ἐνταῦθα μάλιστα πολλὴν δεῖ καὶ μεγάλην γενέσθαι τὴν πομπήν.
在过了很长一段时间后,当克罗尼亚节或帕纳特奈亚节临近,送给你一件可怜的小外套或一件有些破旧的短衣时,在那个时候,尤其必须举行一场盛大而隆重的游行(仪式)。
καὶ ὁ μὲν πρῶτος εὐθὺς ἔτι σκεπτομένου παρακούσας τοῦ δεσπότου προδραμὼν καὶ προμηνύσας ἀπέρχεται μισθὸν οὐκ ὀλίγον τῆς ἀγγελίας προλαβών.
第一个在主人还在考虑时就偷听到的仆人会立刻跑在前面预报,在提前收取了不菲的报信费后离去。
ἕωθεν δὲ τρισκαίδεκα ἥκουσιν κομίζοντες, ἕκαστος ὡς πολλὰ εἶπε καὶ ὡς ὑπέμνησε καὶ ὡς ἐπιτραπεὶς τὸ κάλλιον ἐπελέξατο διεξιών.
到了清晨,会有十三个仆人带着衣服走来,每人都详细叙述自己说了多少好话、如何提醒了主人、以及自己如何在受托之下挑选了最漂亮的一件。
ἅπαντες δʼ οὖν ἀπαλλάττονται λαβόντες, ἔτι καὶ βρενθυόμενοι ὅτι μὴ πλείω ἔδωκας.
总之,他们每个人在拿到赏钱后才离开,还会因为你没有给得更多而面露愠色。
§38ὁ μὲν γὰρ μισθὸς αὐτὸς κατὰ δῠ ὀβολοὺς ἢ τέτταρας, καὶ βαρὺς αἰτῶν σὺ καὶ ὀχληρὸς δοκεῖς.
因为那薪水本身是两个或四个奥博尔地零星支付,而且你开口要钱时,会显得沉重而令人厌烦。
ἵνα δʼ οὖν λάβῃς, κολακευτέος μὲν αὐτὸς καὶ ἱκετευτέος, θεραπευτέος δὲ καὶ ὁ οἰκονόμος, οὗτος μὲν κατʼ ἄλλον θεραπείας τρόπον· οὐκ ἀμελητέος δὲ οὐδὲ ὁ σύμβουλος καὶ φίλος.
然而,为了能拿到钱,你必须去谄媚和哀求主人,还必须去讨好管家,而讨好管家则需要另一种方式;顾问和朋友也是不能忽视的。
καὶ τὸ ληφθὲν ἤδη προωφείλετο ἱματιοκαπήλῳ ἢ ἰατρῷ ἢ σκυτοτόμῳ τινί.
而拿到的钱,早已经预先欠给了成衣商、医生或某个鞋匠。
ἄδωρα οὖν σοι τὰ δῶρα καὶ ἀνόνητα.
因此,对你来说,礼物不是礼物,也毫无益处。
§39πολὺς δὲ ὁ φθόνος, καί που καὶ διαβολή τις ἠρέμα ὑπεξανίσταται πρὸς ἄνδρα ἤδη τοὺς κατὰ σοῦ λόγους ἡδέως ἐνδεχόμενον·
而且嫉妒是极大的,不知道在什么地方,某种诽谤也会悄然兴起,传到那个现在已经乐于听信针对你的谗言的主人耳中。
ὁρᾷ γὰρ ἤδη σὲ μὲν ὑπὸ τῶν συνεχῶν πόνων ἐκτετρυχωμένον καὶ πρὸς τὴν θεραπείαν σκάζοντα καὶ ἀπηυδηκότα, τὴν ποδάγραν δὲ ὑπανιοῦσαν.
因为他已经看到你因连续不断的劳作而疲惫不堪、在侍奉时一瘸一拐、精疲力竭,并且痛风也在悄悄发作。
ὅλως γὰρ ὅπερ ἦν νοστιμώτατον ἐν σοὶ ἀπανθισάμενος καὶ τὸ ἐγκαρπότατον τῆς ἡλικίας καὶ τὸ ἀκμαιότατον τοῦ σώματος ἐπιτρίψας καὶ ῥάκος σε πολυσχιδὲς ἐργασάμενος ἤδη περιβλέπει, σὲ μὲν οἷ τῆς κόπρου ἀπορρίψει φέρων, ἄλλον δὲ ὅπως τῶν δυναμένων τοὺς πόνους καρτερεῖν προσλήψεται.
总之,他已经采摘了你身上最甜美的部分,耗尽了你最富生命力的年华和最强壮的身体,把你变成了一块破烂的抹布,现在他开始环顾四周:将你扔到某个粪堆里,并寻找如何雇用另一个能够承受劳作的人。
καὶ ἤτοι μειράκιον αὐτοῦ ὅτι ἐπείρασάς ποτε ἢ τῆς γυναικὸς ἅβραν παρθένον γέρων ἀνὴρ διαφθείρεις ἢ ἄλλο τι τοιοῦτον ἐπικληθείς, νύκτωρ ἐγκεκαλυμμένος ἐπὶ τράχηλον ὠσθεὶς ἐξελήλυθας, ἔρημος ἁπάντων καὶ ἄπορος, τὴν βελτίστην ποδάγραν αὐτῷ γήρᾳ παραλαβών, καὶ ἃ μὲν τέως ᾔδεις ἀπομαθὼν ἐν τοσούτῳ χρόνῳ, θυλάκου δὲ μείζω τὴν γαστέρα ἐργασάμενος, ἀπλήρωτόν τι καὶ ἀπαραίτητον κακόν.
你或者被诬陷说曾经引诱他的年轻宠臣,或者被指责说你一个老头子勾引了他妻子的纯洁侍女,或者因为其他类似的事情被指控,在夜里被蒙住头,扭着脖子推了出去,一无所有且无依无靠,在老年时带着那完美的痛风。 你在这么长的时间里忘却了以前所知道的知识,却使肚子变得比布袋还大,成了一个无法填满且无法消减的祸害。
καὶ γὰρ ὁ λαιμὸς ἀπαιτεῖ τὰ ἐκ τοῦ ἔθους καὶ ἀπομανθάνων αὐτὰ ἀγανακτεῖ.
因为喉咙要求得到已成习惯的东西,并且在失去它们时感到愤怒。