Humanitext Reader

琉善 · 论豪门受雇者 §32-34

旅途遭遇与德斯莫波利斯照看爱犬的轶事

第 12 段,共 14 段 · 希腊语

内容简介

本文描述了雇佣知识分子在旅途中面临的恶劣环境,并分享了斯多葛派学者德斯莫波利斯的逸事,他被女主顾强加了与男艺人同座、以及在车上照料怀孕哈巴狗的滑稽差事。

§32καὶ τὰ μὲν ἐν τῇ πόλει ταῦτα.
这就是在城里的情况。
ἢν δέ που καὶ ἀποδημῆσαι δέῃ, τὰ μὲν ἄλλα ἐῶ· ὕοντος δὲ πολλάκις ὕστατος ἐλθὼν — τοιοῦτο γάρ σοι ἀποκεκλήρωται καὶ τὸ ζεῦγος — περιμένεις ἔστʼ ἂν οὐκέτʼ οὔσης καταγωγῆς τῷ μαγείρῳ σε ἢ τῷ τῆς δεσποίνης κομμωτῇ συμπαραβύσωσιν, οὐδὲ τῶν φρυγάνων δαψιλῶς ὑποβαλόντες.
但如果需要在某处旅行,其余的事我就不提了;然而,往往在下雨时,你最后才到达——因为给你分派的马车也是那种货色——你只能等待,直到在没有客房的时候,他们把你和厨子或者女主人的发型师塞进一间屋子,甚至连干柴都没有给你们充足地生上。
§33οὐκ ὀκνῶ δέ σοι καὶ διηγήσασθαι ὅ μοι Θεσμόπολις οὗτος ὁ Στωϊκὸς διηγήσατο συμβὰν αὐτῷ πάνυ γελοῖον καὶ νὴ Δίʼ οὐκ ἀνέλπιστον ὡς ἂν καὶ ἄλλῳ ταὐτὸν συμβαίη.
我不介意向你讲述那位斯多葛派学者德斯莫波利斯向我讲述的发生在他身上的事,这非常可笑,而且凭宙斯起誓,并非不可预料,因为同样的事也可能发生在别人身上。
συνῆν μὲν γὰρ πλουσίᾳ τινὶ καὶ τρυφώσῃ γυναικὶ τῶν ἐπιφανῶν ἐν τῇ πόλει.
他当时依附于城里一位显贵、富有且奢华的妇人。
δεῆσαν δὲ καὶ ἀποδημῆσαί ποτε, τὸ μὲν πρῶτον ἐκεῖνο παθεῖν ἔφη γελοιότατον, συγκαθέζεσθαι γὰρ αὐτῷ παραδεδόσθαι φιλοσόφῳ ὄντι κίναιδόν τινα τῶν πεπιττωμένων τὰ σκέλη καὶ τὸν πώγωνα περιεξυρημένων· διὰ τιμῆς δʼ αὐτὸν ἐκείνη, ὡς τὸ εἰκός, ἦγεν.
有一次需要出门旅行,他说,他首先遭受的那件事是最可笑的,因为他作为一个哲学家,竟然被安排与一个用松脂拔了腿毛、刮光了胡子的男色艺人同座;而那妇人照例还很器重那人。
καὶ τοὔνομα δὲ τοῦ κιναίδου ἀπεμνημόνευεν· Χελιδόνιον γὰρ καλεῖσθαι.
他甚至还记得那男艺人的名字,叫赫利多尼翁。
τοῦτο τοίνυν πρῶτον ἡλίκον, σκυθρωπῷ καὶ γέροντι ἀνδρὶ καὶ πολιῷ τὸ γένειον — οἶσθα δὲ ὡς βαθὺν πώγωνα καὶ σεμνὸν ὁ Θεσμόπολις εἶχεν — παρακαθίζεσθαι φῦκος ἐντετριμμένον καὶ ὑπογεγραμμένον τοὺς ὀφθαλμοὺς καὶ διασεσαλευμένον τὸ βλέμμα καὶ τὸν τράχηλον ἐπικεκλασμένον, οὐ χελιδόνα μὰ Δίʼ, ἀλλὰ γῦπά τινα περιτετιλμένον τὰ πτερά· καὶ εἴ γε μὴ πολλὰ δεηθῆναι αὐτοῦ, καὶ τὸν κεκρύφαλον ἔχοντα ἐπὶ τῇ κεφαλῇ ἂν συγκαθίζεσθαι.
首先,这是多么大的一件事啊:对于一个面色阴沉、上了年纪且胡子发白的老人来说——你懂得德斯莫波利斯的胡须有多长、多庄重——身边竟然坐着一个涂着胭脂、描着眼影、眼神游移、脖子歪着的家伙,凭宙斯起誓,这哪里是燕子,分明是一只被拔光了毛的秃鹫;而且如果不是他再三恳求,那家伙甚至会戴着女式发网坐在他身边。
τὰ δʼ οὖν ἄλλα παρʼ ὅλην τὴν ὁδὸν μυρίας τὰς ἀηδίας ἀνασχέσθαι ὑπᾴδοντος καὶ τερετίζοντος, εἰ δὲ μὴ ἐπεῖχεν αὐτός, ἴσως ἂν καὶ ὀρχουμένου ἐπὶ τῆς ἀπήνης.
至于其他方面,在整个旅途中,他忍受了无数令人厌烦的事,那人一路上低声哼唱、唧唧喳喳,如果不是他极力阻止,那家伙甚至可能在马车上跳起舞来。
§34ἕτερον δʼ οὖν τι καὶ τοιοῦτον αὐτῷ προσταχθῆναι.
无论如何,他还被命令做另外一件类似的事。
καλέσασα γὰρ αὐτὸν ἡ γυνή, Θεσμόπολι, φησίν, οὕτως ὄναιο, χάριν οὐ μικρὰν αἰτούσῃ δὸς μηδὲν ἀντειπὼν μηδὲ ὅπως ἐπὶ πλεῖόν σου δεήσομαι περιμείνας.
那妇人召见了他,说道: “德斯莫波利斯,” 她说, “祝你幸福,请答应我这个不小的请求,不要推辞,也不要等我再三央求你。
τοῦ δέ, ὅπερ εἰκὸς ἦν, ὑποσχομένου πάντα πράξειν, δέομαί σου τοῦτο, ἔφη, χρηστὸν ὁρῶσά σε καὶ ἐπιμελῆ καὶ φιλόστοργον, τὴν κύνα ἣν οἶσθα τὴν Μυρρίνην ἀναλαβὼν εἰς τὸ ὄχημα φύλαττέ μοι καὶ ἐπιμελοῦ ὅπως μηδενὸς ἐνδεὴς ἔσται· βαρύνεται γὰρ ἡ ἀθλία τὴν γαστέρα καὶ σχεδὸν ὡς ἐπίτεξ ἐστίν· οἱ δὲ κατάρατοι οὗτοι καὶ ἀπειθεῖς οἰκέται οὐχ ὅπως ἐκείνης, ἀλλʼ οὐδʼ ἐμοῦ αὐτῆς πολὺν ποιοῦνται λόγον ἐν ταῖς ὁδοῖς.
” 他就像通常那样,答应会做好一切,于是她说: “我请求你这件事,是因为我看到你为人善良、细心且有爱心:请把那只你认识的狗麦里涅带到车上,替我照看它,并注意别让它缺了任何东西;因为这可怜的小家伙肚子沉了,快要生产了;而那些该死的、不听话的仆人,在路上不仅不把那只狗当回事,连我本人也不怎么放在眼里。
μὴ τοίνυν τι σμικρὸν οἰηθῇς εὖ ποιήσειν με τὸ περισπούδαστόν μοι καὶ ἥδιστον κυνίδιον διαφυλάξας.
因此,请不要以为帮我守护这只我最珍视、最可爱的小狗只是一件微不足道的小事。
ὑπέσχετο ὁ Θεσμόπολις πολλὰ ἱκετευούσης καὶ μονονουχὶ καὶ δακρυούσης.
” 由于她苦苦哀求,甚至几乎要流下泪来,德斯莫波利斯便答应了。
τὸ δὲ πρᾶγμα παγγέλοιον ἦν, κυνίδιον ἐκ τοῦ ἱματίου προκῦπτον μικρὸν ὑπὸ τὸν πώγωνα καὶ κατουρῆσαν πολλάκις, εἰ καὶ μὴ ταῦτα ὁ Θεσμόπολις προσετίθει, καὶ βαΰζον λεπτῇ τῇ φωνῇ — τοιαῦτα γὰρ τὰ Μελιταῖα — καὶ τὸ γένειον τοῦ φιλοσόφου περιλιχμώμενον, καὶ μάλιστα εἴ τι τοῦ χθιζοῦ αὐτῷ ζωμοῦ ἐγκατεμέμικτο.
但这事情却滑稽透顶:一只小狗从他的斗篷里探出头来,恰好在胡子底下,还尿了好几次(即便德斯莫波利斯没有把这些细节说出来),并用细微的声音汪汪叫着——因为马耳他犬就是这样——还舔着哲学家的胡子,尤其是如果胡子里还残留着昨天的肉汤。
καὶ ὅ γε κίναιδος, ὁ σύνεδρος, οὐκ ἀμούσως ποτὲ καὶ εἰς τοὺς ἄλλους τοὺς παρόντας ἐν τῷ συμποσίῳ ἀποσκώπτων, ἐπειδή ποτε καὶ ἐπὶ τὸν Θεσμόπολιν καθῆκε τὸ σκῶμμα, περὶ δὲ Θεσμοπόλιδος, ἔφη, τοῦτο μόνον εἰπεῖν ἔχω, ὅτι ἀντὶ Στωϊκοῦ ἤδη Κυνικὸς ἡμῖν γεγένηται.
而那个同座的男艺人,有时也会对宴席上出席的其他不俗之人冷嘲热讽,有一次当他也把嘲讽对准德斯莫波利斯时, “关于德斯莫波利斯,” 他说, “我只能说这一件事:现在对我们来说,他已经从斯多葛派变成犬儒派了。
τὸ δʼ οὖν κυνίδιον καὶ τετοκέναι ἐν τῷ τρίβωνι τῷ τοῦ Θεσμοπόλιδος ἐπυθόμην.
” 无论如何,我听说那只小狗甚至在德斯莫波利斯的粗毛斗篷里生下了崽。

词汇与语法注释

  1. §32ὕοντος — 非人称动词 ὕει(下雨)的现在分词中性单数形式。此处作为无明确主语的属格独立结构使用,表示“在下雨时”的状况。
  2. §33τῶν πεπιττωμένων τὰ σκέλη — τῶν ... πεπιττωμένων 是修饰名词的属格分词。τὰ σκέλη 是关系(或尊重)宾格,表示“关于腿部被用松脂脱了毛”。
  3. p.v.3.p.468οὕτως ὄναιο — 使用现在祈愿语气 ὄναιο(来自 ὀνίνημι 的中被动祈愿)的祝愿表达。意为“愿你如此得福”或“愿你(通过答应我的请求)得到益处”,是礼貌恳求或祝福的套话。
  4. p.v.3.p.468οὐχ ὅπως ἐκείνης, ἀλλʼ οὐδʼ ἐμοῦ αὐτῆς — 惯用语 οὐχ ὅπως ... ἀλλ' οὐδέ ... 意为“不仅不……甚至连……也不……”或“且不说……,连……也不……”。此处表示强烈的否定对比:“且不说那只狗,甚至连我本人,他们都不放在眼里。”

引用这一段

琉善, 论豪门受雇者 §32-34. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg033.humanitext-grc2:32-34

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。