← ルキアノス

お傭い教師

§35-39

知的屈従の強要と不当な追放の末路

富者たちが同居する知識人に強いる即興演説や知的へつらいの実態、さらに女主人に仕える際の身勝手な扱いについて述べ、わずかな報酬を得る苦労と、最終的に不条理な言いがかりで無一文のまま痛風と共に追い出される知識人の悲惨な末路を描く。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§35

τοιαῦτα ἐντρυφῶσι, μᾶλλον δὲ ἐνυβρίζουσι τοῖς συνοῦσι, κατὰ μικρὸν αὐτοὺς χειροήθεις τῇ ὕβρει παρασκευάζοντες. οἶδα δʼ ἐγὼ καὶ ῥήτορα τῶν καρχάρων1 ἐπὶ τῷ δείπνῳ κελευσθέντα μελετήσαντα μὰ τὸν Δίʼ οὐκ ἀπαιδεύτως, ἀλλὰ πάνυ τορῶς καὶ συγκεκροτημένως· ἐπῃνεῖτο γοῦν μεταξὺ πινόντων οὐ πρὸς ὕδωρ μεμετρημένον, ἀλλὰ πρὸς οἴνου ἀμφορέας λέγων,2 καὶ τοῦτο ὑποστῆναι τὸ τόλμημα ἐπὶ διακοσίαις δραχμαῖς ἐλέγετο. ταῦτα μὲν οὖν ἴσως μέτρια. ἢν δὲ ποιητικὸς αὐτὸς ἢ συγγραφικὸς ὁ πλούσιος ᾖ, παρὰ τὸ δεῖπνον τὰ αὑτοῦ ῥαψῳδῶν, τότε καὶ μάλιστα διαρραγῆναι χρὴ ἐπαινοῦντα καὶ κολακεύοντα καὶ τρόπους ἐπαίνων καινοτέρους ἐπινοοῦντα. εἰσὶ δʼ οἳ καὶ ἐπὶ κάλλει θαυμάζεσθαι ἐθέλουσιν, καὶ δεῖ Ἀδώνιδας αὐτοὺς καὶ Ὑακίνθους ἀκούειν, πήχεως ἐνίοτε τὴν ῥῖνα ἔχοντας. σὺ δʼ οὖν ἂν μὴ ἐπαινῇς, εἰς τὰς λιθοτομίας τὰς Διονυσίου εὐθὺς ἀφίξῃ ὡς καὶ φθονῶν καὶ ἐπιβουλεύων αὐτῷ. χρὴ δὲ καὶ σοφοὺς καὶ ῥήτορας εἶναι αὐτούς, κἂν εἴ τι σολοικίσαντες τύχωσιν, αὐτὸ τοῦτο τῆς Ἀττικῆς καὶ τοῦ Ὑμηττοῦ μεστοὺς δοκεῖν τοὺς λόγους καὶ νόμον εἶναι τὸ λοιπὸν οὕτω λέγειν.

彼らは同居する者たちをそのようになぶり、むしろ侮辱して、その侮辱によって彼らを少しずつ手なずけていくのだ。私は、あの鋭い歯を持つ弁論家たちの一人が、宴席において演説の披露を命じられ、ゼウスにかけて無教養にではなく、極めて明瞭かつ見事に弁じたのを知っている。ともあれ彼は、(水時計で)計られた水に合わせてではなく、ワインのアンフォラに合わせて語る者として、酒を飲む人々の間で称賛されていた。そして、この大胆な試みを二〇〇ドラクメで引き受けたと噂されていた。こうしたことは、おそらくまだましな方(中庸)だろう。しかし、もしその富者自身が詩を作ったり散文を書いたりして、食事の席で自分の作品を朗誦するなら、その時こそ、称賛し、へつらい、新しい称賛の方法を考案して、破裂しそうになるほど身をよじるべきなのだ。中には自分の美貌で称賛されることを望む者もおり、鼻の長さが一ペーキュスもあるような者であっても、アドニスやヒュアキントスと呼ばれなければならない。ともあれ、もし君が称賛しないなら、彼を妬み、彼に対して陰謀を企てているとして、すぐにディオニュシオスの石切り場に送られることになるだろう。また、彼らが賢者であり弁論家であることも必要であり、たとえ彼らがたまたま文法的な誤りを犯したとしても、まさにそれこそがアッティカとヒュメトスの薫りに満ちた言葉であると見なされ、以後そのように語ることが規則とされるべきなのだ。

§36

καίτοι φορητὰ ἴσως τὰ τῶν ἀνδρῶν. αἱ δὲ οὖν γυναῖκες3 — καὶ γὰρ αὖ καὶ τόδε ὑπὸ τῶν γυναικῶν σπουδάζεται, τὸ εἶναί τινας αὐταῖς πεπαιδευμένους μισθοῦ ὑποτελεῖς συνόντας καὶ τῷ φορείῳ ἑπομένους· ἓν γάρ τι καὶ τοῦτο τῶν ἄλλων καλλωπισμάτων αὐταῖς δοκεῖ, ἢν λέγηται ὡς πεπαιδευμέναι τέ εἰσιν καὶ φιλόσοφοι καὶ ποιοῦσιν ᾄσματα οὐ πολὺ τῆς Σαπφοῦς ἀποδέοντα — διὰ δὴ ταῦτα μισθωτοὺς καὶ αὗται περιάγονται ῥήτορας καὶ γραμματικοὺς καὶ φιλοσόφους, ἀκροῶνται δʼ αὐτῶν — πηνίκα; γελοῖον γὰρ καὶ τοῦτο — ἤτοι μεταξὺ κομμούμεναι καὶ τὰς κόμας παραπλεκόμεναι ἢ παρὰ τὸ δεῖπνον· ἄλλοτε γὰρ οὐκ ἄγουσι σχολήν. πολλάκις δὲ καὶ μεταξὺ τοῦ φιλοσόφου τι διεξιόντος ἡ ἅβρα προσελθοῦσα ὤρεξε παρὰ τοῦ μοιχοῦ γραμμάτιον, οἱ δὲ περὶ σωφροσύνης ἐκεῖνοι λόγοι ἑστᾶσι περιμένοντες, ἔστʼ ἂν ἐκείνη ἀντιγράψασα τῷ μοιχῷ ἐπαναδράμῃ πρὸς τὴν ἀκρόασιν.

もっとも、男性(主人)に関することは、まだ我慢できるかもしれない。しかし女性たちはといえば——というのも、女性たちの間でも、給料をもらって自分たちに仕え、輿に従う、教養ある男たちを同行させることが、やはり熱心に追求されているからだ。なぜなら、彼女たちが教養があり、哲学的であり、サッポーに引けを取らない歌を作ると噂されるなら、それもまた他の数々の装飾の一つであると、彼女たちには思われるからだ——まさにこうした理由から、彼女たちも雇われの弁論家や文法学者、哲学者を連れ回す。そして彼らの講義を聴くのだが——いつ聴くのだろうか?これもまた滑稽なことだが——化粧をされ、髪を編んでもらっている最中か、あるいは食事の席においてである。それ以外の時間には彼女たちに暇がないからだ。そしてしばしば、哲学者が何かを講じている最中にも、侍女が近づいてきて情夫からの恋文を手渡し、節制についてのあの高尚な議論は、彼女が情夫への返事を書いて講義を聴くために戻ってくるまで、中断されて待たされることになる。

§37

ἐπειδὰν δέ ποτε διὰ μακροῦ τοῦ χρόνου Κρονίων ἢ Παναθηναίων ἐπιστάντων πέμπηταί τί σοι ἐφεστρίδιον ἄθλιον ἢ χιτώνιον ὑπόσαθρον, ἐνταῦθα μάλιστα πολλὴν δεῖ καὶ μεγάλην γενέσθαι τὴν πομπήν. καὶ ὁ μὲν πρῶτος εὐθὺς ἔτι σκεπτομένου παρακούσας τοῦ δεσπότου προδραμὼν καὶ προμηνύσας ἀπέρχεται μισθὸν οὐκ ὀλίγον τῆς ἀγγελίας προλαβών. ἕωθεν δὲ τρισκαίδεκα ἥκουσιν κομίζοντες, ἕκαστος ὡς πολλὰ εἶπε καὶ ὡς ὑπέμνησε καὶ ὡς ἐπιτραπεὶς τὸ κάλλιον ἐπελέξατο διεξιών. ἅπαντες δʼ οὖν ἀπαλλάττονται λαβόντες, ἔτι καὶ βρενθυόμενοι ὅτι μὴ πλείω ἔδωκας.

そして、長い時間ののち、クロニア祭やパナテナイア祭が近づいたときに、哀れな上着や少しすり切れたチュニックが君に送られてくるようなことがあれば、そこにおいてこそ、極めて盛大で大がかりな行列が行われねばならない。そして、主人がまだ考えている段階で、まずそれを盗み聞きした最初の者がすぐに走り寄って、あらかじめそのことを知らせ、その知らせに対する少なからぬ報酬をあらかじめ受け取って去っていく。そして夜が明けると、十三人もの者たちがそれを運んでやってくる。それぞれが、自分がどれほど多く発言したか、どのように思い出させたか、そして自分が任されて、いかに最も良いものを選んだかを、詳しく語りながら。ともあれ、彼らは皆、心付けを受け取って立ち去るが、君がもっと多くを与えなかったことに対して、不満げに鼻をうごめかせながらである。

§38

ὁ μὲν γὰρ μισθὸς αὐτὸς κατὰ δῠ ὀβολοὺς ἢ τέτταρας, καὶ βαρὺς αἰτῶν σὺ καὶ ὀχληρὸς δοκεῖς. ἵνα δʼ οὖν λάβῃς, κολακευτέος μὲν αὐτὸς καὶ ἱκετευτέος, θεραπευτέος δὲ καὶ ὁ οἰκονόμος, οὗτος μὲν κατʼ ἄλλον θεραπείας τρόπον· οὐκ ἀμελητέος δὲ οὐδὲ ὁ σύμβουλος καὶ φίλος. καὶ τὸ ληφθὲν ἤδη προωφείλετο ἱματιοκαπήλῳ ἢ ἰατρῷ ἢ σκυτοτόμῳ τινί. ἄδωρα οὖν σοι τὰ δῶρα καὶ ἀνόνητα.

というのも、給料そのものは二オボロスか四オボロスずつ支払われ、それを請求すると君は重苦しく、また厄介な奴だと思われるからだ。ともあれ、それを受け取るためには、主人自身をへつらい、懇願せねばならず、また家令も機嫌を取らねばならない。この家令には別の方法でのへつらいが必要だ。さらに、主人の相談役や友人も無視するわけにはいかない。そして、受け取ったものは、すでに古着屋や医者、あるいは靴屋に前もって借金として負うているのだ。したがって、君にとって贈り物は贈り物にあらず、何の役にも立たない。

§39

πολὺς δὲ ὁ φθόνος, καί που καὶ διαβολή τις ἠρέμα ὑπεξανίσταται πρὸς ἄνδρα ἤδη τοὺς κατὰ σοῦ λόγους ἡδέως ἐνδεχόμενον· ὁρᾷ γὰρ ἤδη σὲ μὲν ὑπὸ τῶν συνεχῶν πόνων ἐκτετρυχωμένον καὶ πρὸς τὴν θεραπείαν σκάζοντα καὶ ἀπηυδηκότα, τὴν ποδάγραν δὲ ὑπανιοῦσαν. ὅλως γὰρ ὅπερ ἦν νοστιμώτατον ἐν σοὶ ἀπανθισάμενος καὶ τὸ ἐγκαρπότατον τῆς ἡλικίας καὶ τὸ ἀκμαιότατον τοῦ σώματος ἐπιτρίψας καὶ ῥάκος σε πολυσχιδὲς ἐργασάμενος ἤδη περιβλέπει, σὲ μὲν οἷ τῆς κόπρου ἀπορρίψει φέρων, ἄλλον δὲ ὅπως τῶν δυναμένων τοὺς πόνους καρτερεῖν προσλήψεται. καὶ ἤτοι μειράκιον αὐτοῦ ὅτι ἐπείρασάς ποτε ἢ τῆς γυναικὸς ἅβραν παρθένον γέρων ἀνὴρ διαφθείρεις ἢ ἄλλο τι τοιοῦτον ἐπικληθείς, νύκτωρ ἐγκεκαλυμμένος ἐπὶ τράχηλον ὠσθεὶς4 ἐξελήλυθας, ἔρημος ἁπάντων καὶ ἄπορος, τὴν βελτίστην ποδάγραν αὐτῷ γήρᾳ παραλαβών, καὶ ἃ μὲν τέως ᾔδεις ἀπομαθὼν ἐν τοσούτῳ χρόνῳ, θυλάκου δὲ μείζω τὴν γαστέρα ἐργασάμενος, ἀπλήρωτόν τι καὶ ἀπαραίτητον κακόν. καὶ γὰρ ὁ λαιμὸς ἀπαιτεῖ τὰ ἐκ τοῦ ἔθους καὶ ἀπομανθάνων αὐτὰ ἀγανακτεῖ.

また、嫉妬は激しく、どこからともなく中傷が静かに沸き起こり、今や君に対する悪口を喜んで受け入れるようになっている主人へと向けられる。なぜなら主人は、君が絶え間ない労働によって疲れ果て、奉仕に対して足を引きずり、気力を失っているのを目にしており、痛風が静かに忍び寄っているのも見ているからだ。要するに、君の中の最も滋味豊かな部分を摘み取り、君の年齢の最も実り多い時期と身体の最も盛んな時期を使い果たさせ、君を満身創痍の襤褸屑にしてしまった今、主人はあたりを見回している。君を肥やしの山に投げ捨てるようにして追い出し、代わりにもっと労働に耐えられる他の者をどうやって雇い入れようかと。そして、彼の若者をかつて誘惑しようとしたとか、あるいは老いぼれの身で妻の召使の処女をたぶらかしたとか、あるいはその種の何か別の言いがかりをつけられて、夜中に頭から外套を被せられ、真っ逆さまに放り出されるようにして、君は出て行くことになる。すべての者に捨てられ、困窮し、老齢とともに立派な痛風を身に引き受けて。そして、これまで知っていた知識をその長い年月の間に忘れてしまい、胃袋だけを袋よりも大きくしてしまっている。それは満たされることのない、和らげることのできない災いである。なぜなら、喉は習慣となったものを要求し、それらを失うことに憤るからだ。

構文注4 件
  1. 35τῶν καρχάρων

    形容詞 κάρχαρος(「鋭い歯を持つ」「ぎざぎざの」)は本来、猟犬やサメなどの鋭い歯を形容する言葉。ここでは、論敵を容赦なく攻撃する弁論家の貪欲さや鋭さを表す比喩的表現として属格複数形(部分属格)で用いられている。

  2. 35οὐ πρὸς ὕδωρ μεμετρημένον, ἀλλὰ πρὸς οἴνου ἀμφορέας λέγων

    法廷弁論の時間制限を測定するために用いられた水時計(クレプシドラ)の「水(ὕδωρ)」と、宴会での大酒を象徴するワインの「アンフォラ(ἀμφορέας)」を対比させたユーモラスな表現。分詞 λέγων は、法廷での公的な演説ではなく、宴席での大酒飲みに合わせた私的な放談であることを示している。

  3. 36αἱ δὲ οὖν γυναῖκες

    この文は文法的な破格(anacoluthon)を伴っている。文頭の αἱ δὲ οὖν γυναῖκες(しかし女性たちは)は文の主語として提示されているが、ダッシュで挟まれた挿入句(καὶ γὰρ αὖ ... ἀποδέοντα)が続いた後、主節の主語が代名詞 αὗται(彼女たち自身も)によって再提示され、動詞 περιάγονται(連れ回す)へと繋がっている。

  4. 39ἐπὶ τράχηλον ὠσθεὶς

    「首から突き落とされる」または「真っ逆さまに押し出される」という慣用的な表現。受け身の分詞 ὠσθεὶς は「押されて」を意味し、夜間に乱暴に追い出される様子を物理的・空間的に描写している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-09-21)
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0062.tlg033.humanitext-grc2:35-39