§40καί σε οὐκ ἄν τις ἄλλος δέξαιτο ἔξωρον ἤδη γεγονότα καὶ τοῖς γεγηρακόσιν ἵπποις ἐοικότα, ὧν οὐδὲ τὸ δέρμα ὁμοίως χρήσιμον.
而且没有别的人会接纳你,因为你已经过了盛年,就像那些衰老的马,连它们的外皮也同样不再有用。
ἄλλως τε καὶ ἡ ἐκ τοῦ ἀπωσθῆναι διαβολὴ πρὸς τὸ μεῖζον εἰκαζομένη μοιχὸν ἢ φαρμακέα σε ἤ τι τοιοῦτον ἄλλο δοκεῖν ποιεῖ· ὁ μὲν γὰρ κατήγορος καὶ σιωπῶν ἀξιόπιστος, σὺ δὲ Ἕλλην καὶ ῥᾴδιος τὸν τρόπον καὶ πρὸς πᾶσαν ἀδικίαν εὔκολος.
尤其是,因为被驱逐而产生的诽谤,被人们往更坏处推测,使你显得像是一个通奸者、投毒者或类似的其他什么人;因为控告者即使保持沉默也令人信服,而你却是个希腊人,性格轻浮,容易向任何恶行妥协。
τοιούτους γὰρ ἅπαντας ἡμᾶς εἶναι οἴονται, καὶ μάλα εἰκότως· δοκῶ γάρ μοι καὶ τῆς τοιαύτης δόξης αὐτῶν, ἣν ἔχουσι περὶ ἡμῶν, κατανενοηκέναι τὴν αἰτίαν.
因为他们认为我们所有人都是这样,而且极其自然;因为我自己似乎也理解了他们对我们产生这种看法的的原因。
πολλοὶ γὰρ εἰς τὰς οἰκίας παρελθόντες ὑπὲρ τοῦ μηδὲν ἄλλο χρήσιμον εἰδέναι μαντείας καὶ φαρμακείας ὑπέσχοντο καὶ χάριτας ἐπὶ τοῖς ἐρωτικοῖς καὶ ἐπαγωγὰς τοῖς ἐχθροῖς, καὶ ταῦτα πεπαιδεῦσθαι λέγοντες καὶ τρίβωνας ἀμπεχόμενοι καὶ πώγωνας οὐκ εὐκαταφρονήτους καθειμένοι.
因为许多人进入这些豪门,由于没有其他任何有用的技能,便承诺提供占卜、春药、媚药以及对敌人的诅咒,而且他们还自称受过教育,身穿哲学家的粗斗篷,蓄着不容小觑的胡须。
εἰκότως οὖν τὴν ὁμοίαν περὶ πάντων ὑπόνοιαν ἔχουσιν, οὓς ἀρίστους ᾤοντο τοιούτους ὁρῶντες, καὶ μάλιστα ἐπιτηροῦντες αὐτῶν τὴν ἐν τοῖς δείπνοις καὶ τῇ ἄλλῃ συνουσίᾳ κολακείαν καὶ τὴν πρὸς τὸ κέρδος δουλοπρέπειαν.
因此,他们自然而然地对所有人抱有同样猜疑,因为他们看到那些他们曾认为最优秀的人也是这样,并且尤其是在宴席和其他社交活动中,密切监视着他们的谄媚以及为了利益表现出的奴性。
§41ἀποσεισάμενοι δὲ αὐτοὺς μισοῦσι, καὶ μάλα εἰκότως, καὶ ἐξ ἅπαντος ζητοῦσιν ὅπως ἄρδην ἀπολέσωσιν, ἢν δύνωνται· λογίζονται γὰρ ὡς ἐξαγορεύσουσιν αὐτῶν τὰ πολλὰ ἐκεῖνα τῆς φύσεως ἀπόρρητα ὡς ἅπαντα εἰδότες ἀκριβῶς καὶ γυμνοὺς αὐτοὺς ἐπωπτευκότες.
在甩掉他们之后,他们便憎恨他们,这同样是非常自然的,并且千方百计、如果可能的话彻底消灭他们;因为他们算计着,这些人会把他们本性中的许多秘密和盘托出,因为这些人准确地知道一切,并且目睹了他们的赤裸状态。
τοῦτο τοίνυν ἀποπνίγει αὐτούς· ἅπαντες γὰρ ἀκριβῶς ὅμοιοί εἰσιν τοῖς καλλίστοις τούτοις βιβλίοις, ὧν χρυσοῖ μὲν οἱ ὀμφαλοί, πορφυρᾶ δὲ ἔκτοσθεν ἡ διφθέρα, τὰ δὲ ἔνδον ἢ Θυέστης ἐστὶν τῶν τέκνων ἑστιώμενος ἢ Οἰδίπους τῇ μητρὶ συνὼν ἢ Τηρεὺς δύο ἀδελφὰς ἅμα ὀπυίων.
因此,这让他们感到窒息;因为所有人其实都和那些极美丽的书籍一模一样,其书轴是金色的,外表包着紫色的皮革,而里面却要么是吞食自己孩子的塞斯忒斯,要么是与母亲同房的俄狄浦斯,要么是同时娶了姐妹两人的忒柔斯。
τοιοῦτοι καὶ αὐτοί εἰσι, λαμπροὶ καὶ περίβλεπτοι, ἔνδον δὲ ὑπὸ τῇ πορφύρᾳ πολλὴν τὴν τραγῳδίαν σκέποντες· ἕκαστον γοῦν αὐτῶν ἢν ἐξειλήσῃς, δρᾶμα οὐ μικρὸν εὑρήσεις Εὐριπίδου τινὸς ἢ Σοφοκλέους, τὰ δʼ ἔξω πορφύρα εὐανθὴς καὶ χρυσοῦς ὁ ὀμφαλός.
他们自己也是这样,外表华丽夺目,内里却在紫色外衣下隐藏着无尽的悲剧;总之,如果你把他们每一个人卷开,你都会发现一部不亚于欧里庇得斯或索福克勒斯的戏剧,而外表则是鲜艳的紫色和金色的书轴。
ταῦτα οὖν συνεπιστάμενοι αὑτοῖς, μισοῦσι καὶ ἐπιβουλεύουσιν εἴ τις ἀποστὰς ἀκριβῶς κατανενοηκὼς αὐτοὺς ἐκτραγῳδήσει καὶ πρὸς πολλοὺς ἐρεῖ.
因此,他们自己深知这些,便憎恨并图谋暗算那些在离开后准确看穿他们、并将他们编成悲剧向众人宣扬的人。
§42βούλομαι δʼ ὅμως ἔγωγε ὥσπερ ὁ Κέβης ἐκεῖνος εἰκόνα τινὰ τοῦ τοιούτου βίου σοι γράψαι, ὅπως εἰς ταύτην ἀποβλέπων εἰδῇς εἴ σοι παριτητέον ἐστὶν εἰς αὐτήν.
尽管如此,我还是想效仿那个刻贝斯,为你描绘一幅这样生活的画卷,以便你看着它,知道自己是否应该涉足其中。
ἡδέως μὲν οὖν Ἀπελλοῦ τινος ἢ Παρρασίου ἢ Ἀετίωνος ἢ καὶ Εὐφράνορος ἂν ἐδεήθην ἐπὶ τὴν γραφήν· ἐπεὶ δὲ ἄπορον νῦν εὑρεῖν τινα οὕτως γενναῖον καὶ ἀκριβῆ τὴν τέχνην, ψιλὴν ὡς οἷόν τέ σοι ἐπιδείξω τὴν εἰκόνα.
现在,我本想乐意请求某位阿佩莱斯、帕拉西奥斯、埃提翁甚至欧弗拉诺尔来作这幅画;但既然如今很难找到如此高贵且技艺精湛的人,我将尽可能为你展现一幅朴素的画像。
καὶ δὴ γεγράφθω προπύλαια μὲν ὑψηλὰ καὶ ἐπίχρυσα καὶ μὴ κάτω ἐπὶ τοῦ ἐδάφους, ἀλλʼ ἄνω τῆς γῆς ἐπὶ λόφου κείμενα, καὶ ἡ ἄνοδος ἐπὶ πολὺ καὶ ἀνάντης καὶ ὄλισθον ἔχουσα, ὡς πολλάκις ἤδη πρὸς τῷ ἄκρῳ ἔσεσθαι ἐλπίσαντας ἐκτραχηλισθῆναι διαμαρτόντος τοῦ ποδός.
且让我们画上高大而镀金的门楼,它并不在地面低处,而是耸立在山丘的高处,其登攀之路漫长、陡峭且湿滑,以至于许多人常常在满怀希望以为快到顶端时,因为失足而摔断脖子。
ἔνδον δὲ ὁ Πλοῦτος αὐτὸς καθήσθω χρυσοῦς ὅλος, ὡς δοκεῖ, πάνυ εὔμορφος καὶ ἐπέραστος.
而在里面,财富本身坐着,全身金黄——据看起来是这样,极其美貌且令人向往。
ὁ δὲ ἐραστὴς μόλις ἀνελθὼν καὶ πλησιάσας τῇ θύρᾳ τεθηπέτω ἀφορῶν εἰς τὸ χρυσίον.
而追求者历经艰辛登上来,走近大门时,凝视着黄金,惊奇得目瞪口呆。
παραλαβοῦσα δʼ αὐτὸν ἡ Ἐλπίς, εὐπρόσωπος καὶ αὕτη καὶ ποικίλα ἀμπεχομένη, εἰσαγέτω σφόδρα ἐκπεπληγμένον τῇ εἰσόδῳ.
而希望——她也面容姣好,身穿五彩衣裳——牵着他的手,将他领进去,他因这入口而深感震撼。
τοὐντεῦθεν δὲ ἡ μὲν Ἐλπὶς ἀεὶ προηγείσθω, διαδεξάμεναι δʼ αὐτὸν ἄλλαι γυναῖκες, Ἀπάτη καὶ Δουλεία, παραδότωσαν τῷ Πόνῳ, ὁ δὲ πολλὰ τὸν ἄθλιον καταγυμνάσας τελευτῶν ἐγχειρισάτω αὐτὸν τῷ Γήρᾳ ἤδη ὑπονοσοῦντα καὶ τετραμμένον τὴν χρόαν.
此后,希望始终在前面引导,而其他女人,即欺骗和奴役,接替过来,将他交给了劳苦。 劳苦在极大地折磨了这个可怜的人之后,最终将他交给了已经病弱且面色改变的衰老。
ὑστάτη δὲ ἡ Ὕβρις ἐπιλαβομένη συρέτω πρὸς τὴν Ἀπόγνωσιν.
最后,傲慢抓住了他,将他拖向绝望。
ἡ δὲ Ἐλπὶς τὸ ἀπὸ τούτου ἀφανὴς ἀποπτέσθω, καὶ μηκέτι καθʼ οὓς εἰσῆλθε τοὺς χρυσοῦς θυρῶνας, ἔκ τινος δὲ ἀποστρόφου καὶ λεληθυίας ἐξόδου ἐξωθείσθω γυμνὸς προγάστωρ ὠχρὸς γέρων, τῇ ἑτέρᾳ μὲν τὴν αἰδῶ σκέπων, τῇ δεξιᾷ δὲ αὐτὸς ἑαυτὸν ἄγχων.
而希望从此消失并飞走了,他不再从他进来的那些金色大门出去,而是从一个僻静且隐秘的出口被推出来,成了一个赤裸、大肚子、脸色苍白的老人,用一只手遮掩着羞部,用右手掐着自己的脖子。
ἀπαντάτω δʼ ἐξιόντι ἡ Μετάνοια δακρύουσα εἰς οὐδὲν ὄφελος καὶ τὸν ἄθλιον ἐπαπολλύουσα.
当他出来时,悔恨流着眼泪迎面而来,却毫无用处,只是让这个可怜的人进一步走向毁灭。
τοῦτο μὲν ἔστω τὸ τέλος τῆς γραφῆς.
就让这作为画卷的终结。
σὺ δʼ οὖν, ὦ ἄριστε Τιμόκλεις, αὐτὸς ἤδη ἀκριβῶς ἐπισκοπῶν ἕκαστα ἐννόησον, εἴ σοι καλῶς ἔχει παρελθόντα εἰς τὴν εἰκόνα κατὰ ταύτας τὰς θύρας ἐκείνης τῆς ἔμπαλιν αἰσχρῶς οὕτως ἐκπεσεῖν.
无论如何,优秀的提摩克勒斯,你自己现在应该仔细端详每一个细节并想一想,你通过这些大门进入这幅画卷,之后却从相反的方向如此屈辱地跌落出来,这是否对你合适。
ὅ τι δʼ ἂν πράττῃς, μέμνησο τοῦ σοφοῦ λέγοντος ὡς θεὸς ἀναίτιος, αἰτία δὲ ἑλομένου.
无论你做什么,请记住那位哲人的话:“神是无辜的,责任在于选择的人。 ”