§28ἢν μὲν γὰρ κατείπῃ σοῦ τις ψιθυρὸς οἰκέτης, ὡς μόνος οὐκ ἐπῄνεις τὸν τῆς δεσποίνης παιδίσκον ὀρχούμενον ἢ κιθαρίζοντα, κίνδυνος οὐ μικρὸς ἐκ τοῦ πράγματος.
因为,如果某个爱搬弄是非的仆人告发你,说唯独你没有称赞女主人的爱童跳舞或弹奏竖琴,那么由此带来的危险将不容小觑。
χρὴ οὖν χερσαίου βατράχου δίκην διψῶντα κεκραγέναι, ὡς ἐπίσημος ἔσῃ ἐν τοῖς ἐπαινοῦσι καὶ κορυφαῖος ἐπιμελούμενον· πολλάκις δὲ καὶ τῶν ἄλλων σιωπησάντων αὐτὸν ἐπειπεῖν ἐσκεμμένον τινὰ ἔπαινον πολλὴν τὴν κολακείαν ἐμφανιοῦντα.
因此,你必须像一只陆地上的青蛙,即使在口渴时也要大声喊叫,用心让自己在称赞者中引人注目并成为领头者;而且,往往在别人都沉默的时候,你还要对他加上一些预先准备好的赞美之词,以显示出极大的谄媚。
τὸ μὲν γὰρ λιμῷ συνόντα καὶ νὴ Δία γε διψῶντα μύρῳ χρίεσθαι καὶ στεφανοῦσθαι τὴν κεφαλήν, ἠρέμα καὶ γελοῖον· ἔοικας γὰρ τότε στήλῃ ἑώλου τινὸς νεκροῦ ἄγοντος ἐναγίσματα· καὶ γὰρ ἐκείνων καταχέαντες μύρον καὶ τὸν στέφανον ἐπιθέντες αὐτοὶ πίνουσι καὶ εὐωχοῦνται τὰ παρεσκευασμένα.
因为,在遭受饥饿、甚至发誓说在遭受口渴的同时,身上涂抹着香油、头上戴着花冠,这实在是有些可笑;因为那时你就像是一个早已死去的亡者的墓碑,正在接受祭祀;因为人们在给那些死者的墓碑浇上香油、戴上花冠之后,他们自己却在饮酒并享用准备好的盛宴。
§29ἢν μὲν γὰρ καὶ ζηλότυπός τις ᾖ καὶ παῖδες εὔμορφοι ὦσιν ἢ νέα γυνὴ καὶ σὺ μὴ παντελῶς πόρρω Ἀφροδίτης καὶ Χαρίτων ᾖς, οὐκ ἐν εἰρήνῃ τὸ πρᾶγμα οὐδὲ ὁ κίνδυνος εὐκαταφρόνητος.
因为,如果(主人)又是个嫉妒心重的人,且有美貌的童仆或年轻的妻子,而你又并非完全与阿芙罗狄忒和美惠三女神无缘,那么事情绝非太平,危险也同样不可小觑。
ὦτα γὰρ καὶ ὀφθαλμοὶ βασιλέως πολλοί, οὐ μόνον τἀληθῆ ὁρῶντες, ἀλλʼ ἀεί τι καὶ προσεπιμετροῦντες, ὡς μὴ νυστάζειν δοκοῖεν.
因为王耳目众多,它们不仅看清事实,而且为了不显得自己在打瞌睡,总是还要凭空添油加醋。
δεῖ οὖν ὥσπερ ἐν τοῖς Περσικοῖς δείπνοις κάτω νεύοντα κατακεῖσθαι, δεδιότα μή τις εὐνοῦχός σε ἴδῃ προσβλέψαντα μιᾷ τῶν παλλακίδων, ἐπεὶ ἄλλος γε εὐνοῦχος ἐντεταμένον πάλαι τὸ τόξον ἔχων ἃ μὴ θέμις ὁρῶντα ἕτοιμος κολάσαι, διαπείρας τῷ οἰστῷ μεταξὺ πίνοντος τὴν γνάθον.
因此,你必须像在波斯人的宴席上那样,低着头躺着,生怕某个宦官看到你注视着他的某位姬妾;因为另一个宦官早就拉满了弓,随时准备惩罚看他不该看之物的人,在他正喝酒的时候用箭射穿他的下颌。
§30εἶτα ἀπελθὼν τοῦ δείπνου μικρόν τι κατέδαρθες· ὑπὸ δὲ ᾠδὴν ἀλεκτρυόνων ἀνεγρόμενος,
ὢ δείλαιος ἐγώ,
φής,
καὶ ἄθλιος, οἵας τὰς πάλαι διατριβὰς ἀπολιπὼν καὶ ἑταίρους καὶ βίον ἀπράγμονα καὶ ὕπνον μετρούμενον τῇ ἐπιθυμίᾳ καὶ περιπάτους ἐλευθερίους εἰς οἷον βάραθρον φέρων ἐμαυτὸν ἐνσέσεικα.
然后,你离开宴席,稍微睡了一会儿;但在雄鸡破晓啼鸣时醒来,你说: “哦,可怜的我,真是不幸! 我抛弃了过去那样的消遣、同伴、无忧无虑的生活、随心所欲的睡眠和自由的散步,竟把自己投入了怎样的深渊。
τίνος ἕνεκα, ὦ θεοί, ἢ τίς ὁ λαμπρὸς οὗτος μισθός ἐστιν;
神啊,这究竟是为什么? 或者这所谓的辉煌报酬到底是什么?
οὐ γὰρ καὶ ἄλλως μοι πλείω τούτων ἐκπορίζειν δυνατὸν ἦν καὶ προσῆν τὸ ἐλεύθερον καὶ τὸ πάντα ἐπʼ ἐξουσίας;
难道在其他情况下,我无法获得比这更多的东西,而且还伴随着自由和一切自主的权力吗?
νῦν δὲ τὸ τοῦ λόγου, λέων κρόκῃ δεθείς, ἄνω καὶ κάτω περισύρομαι, τὸ πάντων οἴκτιστον, οὐκ εὐδοκιμεῖν εἰδὼς οὐδὲ κεχαρισμένος εἶναι δυνάμενος.
可如今,正如俗话所说,我成了‘被细线拴住的狮子’,被到处拉扯,这是最可悲的,我既不知道如何博得好评,也无法让人高兴。
ἰδιώτης γὰρ ἔγωγε τῶν τοιούτων καὶ ἄτεχνος, καὶ μάλιστα παραβαλλόμενος ἀνδράσι τέχνην τὸ πρᾶγμα πεποιημένοις, ὥστε καὶ ἀχάριστός εἰμι καὶ ἥκιστα συμποτικός, οὐδʼ ὅσον γέλωτα ποιῆσαι δυνάμενος.
因为我对这些事情是个门外汉,毫无技艺,特别是与那些把这当成职业的人相比,以至于我既不讨人喜欢,也最不适合宴席,连让人笑一下都做不到。
συνίημι δὲ ὡς καὶ ἐνοχλῶ πολλάκις βλεπόμενος, καὶ μάλισθʼ ὅταν ἡδίων αὐτὸς αὑτοῦ εἶναι θέλῃ· σκυθρωπὸς γὰρ αὐτῷ δοκῶ.
而且我也明白,当被看到时,我经常会打扰他,特别是当他想比平时更开心的时候;因为在他看来我很阴郁。
καὶ ὅλως οὐκ ἔχω ὅπως ἁρμόσωμαι πρὸς αὐτόν.
总之,我不知道如何去适应他。
ἢν μὲν γὰρ ἐπὶ τοῦ σεμνοῦ φυλάττω ἐμαυτόν, ἀηδὴς ἔδοξα καὶ μονονουχὶ φευκτέος· ἢν δὲ μειδιάσω καὶ ῥυθμίσω τὸ πρόσωπον εἰς τὸ ἥδιστον, κατεφρόνησεν εὐθὺς καὶ διέπτυσεν, καὶ τὸ πρᾶγμα ὅμοιον δοκεῖ ὥσπερ ἂν εἴ τις κωμῳδίαν ὑποκρίναιτο τραγικὸν προσωπεῖον περικείμενος.
因为如果我保持尊严,我就显得令人讨厌,几乎让人避之不及;但如果我微笑,把脸调整到最讨喜的表情,他立刻就会鄙视并唾弃我,这事情就像是有人戴着悲剧面具去演喜剧。
τὸ δʼ ὅλον, τίνα ἄλλον ὁ μάταιος ἐμαυτῷ βιώσομαι βίον τὸν παρόντα τοῦτον ἄλλῳ βεβιωκώς;
归根结底,我这个蠢人,在为他人度过了这当前的生命之后,还能为自己过上什么样的新生活呢?
§31ἔτι σου ταῦτα διαλογιζομένου ὁ κώδων ἤχησεν, καὶ χρὴ τῶν ὁμοίων ἔχεσθαι καὶ περινοστεῖν καὶ ἑστάναι, ὑπαλείψαντά γε πρότερον τοὺς βουβῶνας καὶ τὰς ἰγνύας, εἰ θέλεις διαρκέσαι πρὸς τὸν ἆθλον.
” 当你还在思量这些事情时,铃声响起了,你必须重操旧业,四处奔波,伫立一旁,当然,如果你想在这场磨难中坚持下去,你得先在腹股沟和膝弯处抹上药膏。
εἶτα δεῖπνον ὅμοιον καὶ εἰς τὴν αὐτὴν ὥραν περιηγμένον.
然后,同样的晚餐,在相同的时间再次循环。
καί σοι τὰ τῆς διαίτης πρὸς τὸν πάλαι βίον ἀντίστροφα, καὶ ἡ ἀγρυπνία δὲ καὶ ὁ ἱδρὼς καὶ ὁ κάματος ἠρέμα ἤδη ὑπορύττουσιν, ἢ φθόην ἢ περιπνευμονίαν ἢ κώλου ἄλγημα ἢ τὴν καλὴν ποδάγραν ἀναπλάττοντες.
你的饮食起居与过去的生活完全相反,而失眠、汗水和疲劳已经开始悄悄摧毁你,滋生出肺结核、肺炎、结肠痛或那“美妙的”痛风。
ἀντέχεις δὲ ὅμως, καὶ πολλάκις κατακεῖσθαι δέον, οὐδὲ τοῦτο συγκεχώρηται· σκῆψις γὰρ ἡ νόσος καὶ φυγὴ τῶν καθηκόντων ἔδοξεν.
然而你依然在坚持,而且即使往往需要躺下休息,这也未被允许;因为生病会被认为是借口和逃避职责。
ὥστʼ ἐξ ἁπάντων ὠχρὸς ἀεὶ καὶ ὅσον οὐδέπω τεθνηξομένῳ ἔοικας.
因此,在这一切折磨下,你总是面色苍白,看上去就像一个随时都会死去的人。