Humanitext Reader

琉善 · 论豪门受雇者 §26-27

随行侍奉的辛劳与宴席上的冷遇侮辱

第 10 段,共 14 段 · 希腊语

内容简介

描绘了知识分子在随行奔波后于宴席上遭受的种种冷遇与侮辱,揭示了他们相比于谄媚者和艺人而言是多么微不足道。

§26σὺ δʼ ἄθλιος τὰ μὲν παραδραμών, τὰ δὲ βάδην ἄναντα πολλὰ καὶ κάταντα — τοιαύτη γάρ, ὡς οἶσθα, ἡ πόλις — περιελθὼν ἵδρωκάς τε καὶ πνευστιᾷς, κἀκείνου ἔνδον τινὶ τῶν φίλων πρὸς ὃν ἦλθεν διαλεγομένου, μηδὲ ὅπου καθίζῃς ἔχων ὀρθὸς ὑπʼ ἀπορίας ἀναγιγνώσκεις τὸ βιβλίον προχειρισάμενος.
而你,可怜的人,在有些地方奔跑,在有些地方步行,上坡下坡——因为如你所知,这座城市就是这样的地形——四处奔波之后,汗流浃背,气喘吁吁。 而当他在里面与他去拜访的一位朋友交谈时,你连坐的地方都没有,无奈地直立着,拿出书来阅读。
ἐπειδὰν δὲ ἄσιτόν τε καὶ ἄποτον ἡ νὺξ καταλάβῃ, λουσάμενος πονηρῶς ἀωρὶ περὶ αὐτό που σχεδὸν τὸ μεσονύκτιον ἥκεις ἐπὶ τὸ δεῖπνον, οὐκέθʼ ὁμοίως ἔντιμος οὐδὲ περίβλεπτος τοῖς παροῦσιν, ἀλλʼ ἤν τις ἄλλος ἐπεισέλθῃ νεαλέστερος, εἰς τοὐπίσω σύ· καὶ οὕτως εἰς τὴν ἀτιμοτάτην γωνίαν ἐξωσθεὶς κατάκεισαι μάρτυς μόνον τῶν παραφερομένων, τὰ ὀστᾶ, εἰ ἐφίκοιτο μέχρι σοῦ, καθάπερ οἱ κύνες περιεσθίων ἢ τὸ σκληρὸν τῆς μαλάχης φύλλον ᾧ τὰ ἄλλα συνειλοῦσιν, εἰ ὑπεροφθείη ὑπὸ τῶν προκατακειμένων, ἄσμενος ὑπὸ λιμοῦ παροψώμενος.
当夜幕降临,你依然不吃不喝,在很晚的时候,大约就在午夜时分,随便洗了个澡,你就来到了宴席上。 此时你不再像先前那样受到在座者的尊重和瞩目,而是如果有其他更新来的客人进来,你就被往后挤;就这样被推到最卑微的角落里,你躺在那里,仅仅充当那些端上来的菜肴的目击者。 如果骨头能送到你面前,你就绝像狗一样啃食其周围;或者如果被坐在上座的人忽略,你便因饥饿而乐意把用来包裹其他食物的坚硬葵菜叶当作配菜吃下去。
Οὐ μὴν οὐδὲ ἡ ἄλλη ὕβρις ἄπεστιν, ἀλλʼ οὔτε ᾠὸν ἔχεις μόνος — οὐ γὰρ ἀναγκαῖόν ἐστιν καὶ σὲ τῶν αὐτῶν ἀεὶ τοῖς ξένοις καὶ ἀγνώστοις ἀντιποιεῖσθαι· ἀγνωμοσύνη γὰρ δὴ τοῦτό γε — οὔτε ἡ ὄρνις ὁμοία ταῖς ἄλλαις, ἀλλὰ τῷ μὲν πλησίον παχεῖα καὶ πιμελής, σοὶ δὲ νεοττὸς ἡμίτομος ἢ φάττα τις ὑπόσκληρος, ὕβρις ἄντικρυς καὶ ἀτιμία.
当然,其他的侮辱也并未缺席。 不仅你一个人分不到蛋——因为你也没有必要总是和那些陌生和不知名的客人争夺同样的东西,因为这确实是无理求闹——而且你的禽肉也和别人的不同。 邻座的分到的是肥美多脂的鸟,而你分到的则是切成半截的雏鸡,或者是有些坚硬的野鸽,这简直是赤裸裸的侮辱和不敬。
πολλάκις δʼ εἰ ἐπιλίποι ἄλλου τινὸς αἰφνιδίως ἐπιπαρόντος, ἀράμενος ὁ διάκονος τὰ σοὶ παρακείμενα φέρων ἐκείνῳ παρατέθεικεν ὑποτονθορύσας, σὺ γὰρ ἡμέτερος εἶ.
而且,如果因另一位客人的突然到来而导致食物不足,侍者常常会拿走摆在你面前的东西送给那个人,并低声嘟囔道:“因为你是我们自己人。
τεμνομένου μὲν γὰρ ἐν τῷ μέσῳ ἢ συὸς ὑπογαστρίου ἢ ἐλάφου, χρὴ ἐκ παντὸς ἢ τὸν διανέμοντα ἵλεων ἔχειν ἢ τὴν Προμηθέως μερίδα φέρεσθαι, ὀστᾶ κεκαλυμμένα τῇ πιμελῇ.
”因为当在餐桌中央切割猪肚或鹿肉时,你必须想方设法要么让分配者对你仁慈,要么就只能分得“普罗米修斯的份额”,即用脂肪包裹着的骨头。
τὸ γὰρ τῷ μὲν ὑπὲρ σὲ τὴν λοπάδα παρεστάναι ἔστʼ ἂν ἀπαγορεύσῃ ἐμφορούμενος, σὲ δὲ οὕτω ταχέως παραδραμεῖν, τίνι φορητὸν ἐλευθέρῳ ἀνδρὶ κἂν ὁπόσην αἱ ἔλαφοι τὴν χολὴν ἔχοντι;
因为,看着大盘摆在地位高于你的人面前,直到他吃饱停下,而大盘在你面前却如此迅速地一闪而过,任何自由人——哪怕他只拥有像鹿那样微少的胆汁——又怎能忍受得了呢?
καίτοι οὐδέπω ἐκεῖνο ἔφην, ὅτι τῶν ἄλλων ἥδιστόν τε καὶ παλαιότατον οἶνον πινόντων μόνος σὺ πονηρόν τινα καὶ παχὺν πίνεις, θεραπεύων ἀεὶ ἐν ἀργύρῳ ἢ χρυσῷ πίνειν, ὡς μὴ ἐλεγχθείης ἀπὸ τοῦ χρώματος οὕτως ἄτιμος ὢν συμπότης.
然而,我还没有说那件事:当其他人都在饮用最美味、最陈年的美酒时,唯独你一个人在喝着某种劣质而浑浊的酒,你总是注意用银杯或金杯喝酒,以免由于酒色而暴露你是一个如此卑微的同席饮者。
καὶ εἴθε γε κἂν ἐκείνου εἰς κόρον ἦν πιεῖν, νῦν δὲ πολλάκις αἰτήσαντος ὁ παῖς οὐδʼ ἀΐοντι ἔοικεν.
但愿哪怕那种劣酒也能让你喝个饱,可如今你多次索要,那侍童却装作听不见。
§27ἀνιᾷ δή σε πολλὰ καὶ ἀθρόα καὶ σχεδὸν τὰ πάντα, καὶ μάλιστα ὅταν σε παρευδοκιμῇ κίναιδός τις ἢ ὀρχηστοδιδάσκαλος ἢ Ἰωνικὰ συνείρων Ἀλεξανδρεωτικὸς ἀνθρωπίσκος.
确实,有许多事情,而且是接踵而至、几乎所有的事情都在折磨着你,尤其是当某个男宠、舞蹈教师,或是一个连缀着伊奥尼亚歌谣的亚历山大市井小人比你更受欢迎时。
τοῖς μὲν γὰρ τὰ ἐρωτικὰ ταῦτα διακονουμένοις καὶ γραμματίδια ὑπὸ κόλπου διακομίζουσιν πόθεν σύ γʼ ἰσότιμος;
因为对于那些伺候这些风流韵事、在怀里传送情书的家伙,你又怎能与他们平起平坐呢?
κατακείμενος τοιγαροῦν ἐν μυχῷ τοῦ συμποσίου καὶ ὑπʼ αἰδοῦς καταδεδυκὼς στένεις ὡς τὸ εἰκὸς καὶ σεαυτὸν οἰκτείρεις καὶ αἰτιᾷ τὴν Τύχην οὐδὲ ὀλίγα σοι τῶν χαρίτων ἐπιψεκάσασαν.
因此,你躺在宴席的最深处,因羞愧而缩着身子,自然而然地叹息,自怜自哀,并责怪命运之神甚至没有在你身上洒下一星半点的美惠女神的恩泽。
ἡδέως δʼ ἄν μοι δοκεῖς καὶ ποιητὴς γενέσθαι τῶν ἐρωτικῶν ᾀσμάτων ἢ κἂν ἄλλου ποιήσαντος δύνασθαι ᾄδειν ἀξίως· ὁρᾷς γὰρ οἷ τὸ προτιμᾶσθαι καὶ εὐδοκιμεῖν ἐστιν.
在我看来,你倒很乐意成为创作情歌的诗人,或者至少能像样地演唱别人创作的歌;因为你看到了受宠和享有声誉的秘诀在哪里。
ὑποσταίης δὲ ἄν, εἰ καὶ μάγον ἢ μάντιν ὑποκρίνασθαι δέοι τῶν κλήρους πολυταλάντους καὶ ἀρχὰς καὶ ἀθρόους τοὺς πλούτους ὑπισχνουμένων· καὶ γὰρ αὖ καὶ τούτους ὁρᾷς εὖ φερομένους ἐν ταῖς φιλίαις καὶ πολλῶν ἀξιουμένους.
而且,即使需要扮演一个承诺能带来数塔兰同遗产、官职和巨额财富的术士或预言家,你也愿意承担;因为你同样看到这些人在交际中混得风生水起,备受重用。
κἂν ἕν τι οὖν τούτων ἡδέως ἂν γένοιο, ὡς μὴ ἀπόβλητος καὶ περιττὸς εἴης· ἀλλʼ οὐδὲ πρὸς ταῦτα ὁ κακοδαίμων πιθανὸς εἶ.
因此,如果能成为这些角色中的任何一个,你都会乐意去做,以免自己成为多余而被遗弃的人;但你这个倒霉蛋,连做这些事情都缺乏说服力。
τοιγαροῦν ἀνάγκη μειοῦσθαι καὶ σιωπῇ ἀνέχεσθαι ὑποιμώζοντα καὶ ἀμελούμενον.
因此,你注定要地位日渐低下,在默不作声的呜咽和被冷落中忍受这一切。

词汇与语法注释

  1. 26τὰ μὲν παραδραμών, τὰ δὲ βάδην — 代格代词 τὰ μὲν ... τὰ δὲ 起副词性作用,表示方式或地点的对比(“有些地方跑过去,有些地方走过去”)。主动不定过去时分词 παραδραμών 与副词 βάδην 在此形成非对称的并列。
  2. 26εἰς τοὐπίσω σύ — 省略动词的句式。在介词短语 εἰς τοὐπίσω(向后)之后,省略了表示移动的动词(如 εἶ 或 χωρεῖς,“退后、被挤到后面”),仅留下了主格代词 σύ。
  3. 26εἰ ἐφίκοιτο ... εἰ ὑπεροφθείη — 条件从句中的希求法(optative),表示过去发生的反复性情况(“每当送到”、“每当被漏掉”),作为主句中现在分词所表达的习惯性或反复性行为的触发条件。
  4. 26τὴν Προμηθέως μερίδα — 意为“普罗米修斯的份额”的宾格名词短语。这典出普罗米修斯在分肉时通过用脂肪包裹骨头来欺骗宙斯的神话。此处比喻分到最差的食物份额,即徒有虚表、全是骨头的残羹剩饭。
  5. 26κἂν ὁπόσην αἱ ἔλαφοι τὴν χολὴν ἔχοντι — 包含关系代词 ὁπό种的让步表达。古希腊自然史认为鹿没有胆囊(χολή,被视为愤怒和脾气的来源),因此这一具有反讽意味的惯用语意为“即使一个人只拥有像鹿一样微少的胆汁(即实际上毫无脾气)”,以此强调即使是最温和忍让的人也无法容忍此等侮辱。
  6. 26θεραπεύων ἀεὶ ἐν ἀργύρῳ ἢ χρυσῷ πίνειν — 动词 θεραπεύω 后面接不定式(πίνειν),构成表示“总是注意在……里喝酒”或“用心致力于……”的句式结构。
  7. 27ἡδέως δʼ ἄν μοι δοκεῖς ... γενέσθαι — 动词 δοκέω 的亲自称句式(personal construction),意为“在我看来,你似乎很乐意成为……”。在语法上,不定式的逻辑主语被吸纳为定式动词 δοκεῖς 的主语,这比无人称句式(“在我看来你……”)更具强调意味。

引用这一段

琉善, 论豪门受雇者 §26-27. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg033.humanitext-grc2:26-27

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。