- 底本
- Lucian, Vol. 3. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1921.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg033.humanitext-grc2:28-31
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
宴席でのへつらいの強要や主人による監視の危険を語り、雇われ知識人が深夜に目覚めて自らの悲惨な境遇を嘆きつつも、朝の鐘の音とともに再び過酷な労働へと駆り立てられる様子を描写する。
ἢν μὲν γὰρ κατείπῃ σοῦ τις ψιθυρὸς οἰκέτης, ὡς μόνος οὐκ ἐπῄνεις τὸν τῆς δεσποίνης παιδίσκον ὀρχούμενον ἢ κιθαρίζοντα, κίνδυνος οὐ μικρὸς ἐκ τοῦ πράγματος. χρὴ οὖν χερσαίου βατράχου δίκην διψῶντα κεκραγέναι, ὡς ἐπίσημος ἔσῃ ἐν τοῖς ἐπαινοῦσι καὶ κορυφαῖος ἐπιμελούμενον·1 πολλάκις δὲ καὶ τῶν ἄλλων σιωπησάντων αὐτὸν ἐπειπεῖν ἐσκεμμένον τινὰ ἔπαινον πολλὴν τὴν κολακείαν ἐμφανιοῦντα. τὸ μὲν γὰρ λιμῷ συνόντα καὶ νὴ Δία γε διψῶντα μύρῳ χρίεσθαι καὶ στεφανοῦσθαι τὴν κεφαλήν, ἠρέμα καὶ γελοῖον· ἔοικας γὰρ τότε στήλῃ ἑώλου τινὸς νεκροῦ ἄγοντος ἐναγίσματα·2 καὶ γὰρ ἐκείνων καταχέαντες μύρον καὶ τὸν στέφανον ἐπιθέντες αὐτοὶ πίνουσι καὶ εὐωχοῦνται τὰ παρεσκευασμένα.
というのも、もし誰か告げ口好きの召使が、あなただけが女主人の愛童が踊ったり竪琴を弾いたりしているのを褒めなかったと告げ口するなら、そのことから生じる危険は小さくないからだ。それゆえ、陸の蛙のように、渇きに苦しみながらも叫び続け、賞賛者たちの中で目立ち、主導的な者となるように努めなければならない。そしてしばしば、他の人々が黙り込んだときにも、みずから、あらかじめ考えておいた何らかの賞賛の言葉を付け加え、多大なへつらいを示すことが必要なのだ。 というのも、飢えに苦しみ、ゼウスにかけて渇きに苦しみながらも、香油を塗られ、頭に冠を戴くということは、いささか滑稽でもある。なぜなら、その時の君は、供養を受けている、とうに死んだ者の墓碑に似ているからだ。実際、人々はそうした死者たちの墓碑に香油を注ぎかけ、冠を載せた後、自分たち自身で酒を飲み、用意されたごちそうを楽しむのだから。
ἢν μὲν γὰρ καὶ ζηλότυπός τις ᾖ καὶ παῖδες εὔμορφοι ὦσιν ἢ νέα γυνὴ καὶ σὺ μὴ παντελῶς πόρρω Ἀφροδίτης καὶ Χαρίτων ᾖς, οὐκ ἐν εἰρήνῃ τὸ πρᾶγμα οὐδὲ ὁ κίνδυνος εὐκαταφρόνητος. ὦτα γὰρ καὶ ὀφθαλμοὶ βασιλέως πολλοί, οὐ μόνον τἀληθῆ ὁρῶντες, ἀλλʼ ἀεί τι καὶ προσεπιμετροῦντες, ὡς μὴ νυστάζειν δοκοῖεν. δεῖ οὖν ὥσπερ ἐν τοῖς Περσικοῖς δείπνοις κάτω νεύοντα κατακεῖσθαι, δεδιότα μή τις εὐνοῦχός σε ἴδῃ προσβλέψαντα μιᾷ τῶν παλλακίδων, ἐπεὶ ἄλλος γε εὐνοῦχος ἐντεταμένον πάλαι τὸ τόξον ἔχων ἃ μὴ θέμις ὁρῶντα ἕτοιμος κολάσαι, διαπείρας τῷ οἰστῷ μεταξὺ πίνοντος3 τὴν γνάθον.
もし(主人に)嫉妬深いところがあり、美しい子供たちや若い妻がいて、しかもあなたがアプロディテやカリスたちから完全にかけ離れていないならば、事態は穏やかには済まず、その危険も軽視できない。王の耳や目は多いのだから。それらは真実を見るだけでなく、うたた寝していると思われないように、常に何かを付け加えて報告するのだ。したがって、ペルシア風の宴会におけるように、下を向いて席に横たわり、誰か宦官が、あなたが側室の一人を見つめているのを目撃しはしないかと恐れていなければならない。なぜなら、もう一人の宦官は、すでにずっと前から弓を引き絞っており、見てはならぬものを見ている者をいつでも罰する用意があり、酒を飲んでいる最中の君の顎を矢で射通すだろうからだ。
εἶτα ἀπελθὼν τοῦ δείπνου μικρόν τι κατέδαρθες· ὑπὸ δὲ ᾠδὴν ἀλεκτρυόνων ἀνεγρόμενος, ὢ δείλαιος ἐγώ, φής, καὶ ἄθλιος, οἵας τὰς πάλαι διατριβὰς ἀπολιπὼν καὶ ἑταίρους καὶ βίον ἀπράγμονα καὶ ὕπνον μετρούμενον τῇ ἐπιθυμίᾳ καὶ περιπάτους ἐλευθερίους εἰς οἷον βάραθρον φέρων ἐμαυτὸν ἐνσέσεικα. τίνος ἕνεκα, ὦ θεοί, ἢ τίς ὁ λαμπρὸς οὗτος μισθός ἐστιν; οὐ γὰρ καὶ ἄλλως μοι πλείω τούτων ἐκπορίζειν δυνατὸν ἦν καὶ προσῆν τὸ ἐλεύθερον καὶ τὸ πάντα ἐπʼ ἐξουσίας; νῦν δὲ τὸ τοῦ λόγου, λέων κρόκῃ δεθείς, ἄνω καὶ κάτω περισύρομαι, τὸ πάντων οἴκτιστον, οὐκ εὐδοκιμεῖν εἰδὼς οὐδὲ κεχαρισμένος εἶναι δυνάμενος. ἰδιώτης γὰρ ἔγωγε τῶν τοιούτων καὶ ἄτεχνος, καὶ μάλιστα παραβαλλόμενος ἀνδράσι τέχνην τὸ πρᾶγμα πεποιημένοις, ὥστε καὶ ἀχάριστός εἰμι καὶ ἥκιστα συμποτικός, οὐδʼ ὅσον γέλωτα ποιῆσαι δυνάμενος. συνίημι δὲ ὡς καὶ ἐνοχλῶ πολλάκις βλεπόμενος, καὶ μάλισθʼ ὅταν ἡδίων αὐτὸς αὑτοῦ4 εἶναι θέλῃ· σκυθρωπὸς γὰρ αὐτῷ δοκῶ. καὶ ὅλως οὐκ ἔχω ὅπως ἁρμόσωμαι πρὸς αὐτόν. ἢν μὲν γὰρ ἐπὶ τοῦ σεμνοῦ φυλάττω ἐμαυτόν, ἀηδὴς ἔδοξα καὶ μονονουχὶ φευκτέος· ἢν δὲ μειδιάσω καὶ ῥυθμίσω τὸ πρόσωπον εἰς τὸ ἥδιστον, κατεφρόνησεν εὐθὺς καὶ διέπτυσεν, καὶ τὸ πρᾶγμα ὅμοιον δοκεῖ ὥσπερ ἂν εἴ τις κωμῳδίαν ὑποκρίναιτο τραγικὸν προσωπεῖον περικείμενος. τὸ δʼ ὅλον, τίνα ἄλλον ὁ μάταιος ἐμαυτῷ βιώσομαι βίον τὸν παρόντα τοῦτον ἄλλῳ βεβιωκώς;5
それから、宴会から立ち去って、君はほんの少し眠りにつく。しかし、雄鶏の鳴き声に合わせて目覚めると、「ああ、私は哀れで、不幸だ」と君は言う。 「かつてのどのような気晴らし、仲間たち、平穏な生活、望むままに計られる睡眠、そして自由な散策を後に残して、自分をいかなる奈落へと投げ込んでしまったのだろうか。神々よ、何のために?あるいは、この輝かしい報酬とは一体何なのだ?このようなものがなくても、私にはこれ以上のものを手に入れることが可能であり、しかもそこには自由と、すべてを自分の権限で行うことが伴っていたのではないか。しかし今は、諺に言うように『細糸で縛られた獅子』の如く、あちこち引きずり回され、すべてのうちで最も惨めなことに、賞賛される術を知らず、気に入られることもできない。というのも、私はそのようなことにおいては素人であり、技術を持たず、特にそのようなことを専門技術としている男たちと比較されるときにはなおさらだ。そのため、私は愛想も悪く、最も宴席にふさわしくなく、人々を笑わせることさえできない。そして、私が見られることで、しばしば彼を不快にさせていることも分かっている。特に彼がいつも以上に機嫌よくありたいと願っているときには。なぜなら、私は彼に不機嫌そうに見えるからだ。そして全体として、私は彼にどのように合わせたらよいか分からない。というのも、もし私が自分を厳格に保っているなら、不愉快で、ほとんど避けられるべき者と思われるし、しかし、もし私が微笑み、顔を最も愛想よく整えるなら、彼はすぐに軽蔑し、唾を吐きかける。その様子は、まるで悲劇の仮面をかぶって喜劇を演じる者のように見えるのだ。結局のところ、私はこの愚か者として、この現在の人生を他人のために生きてしまった後で、自分のために他にいかなる人生を生きるというのだろうか。」
ἔτι σου ταῦτα διαλογιζομένου ὁ κώδων ἤχησεν, καὶ χρὴ τῶν ὁμοίων ἔχεσθαι καὶ περινοστεῖν καὶ ἑστάναι, ὑπαλείψαντά γε πρότερον τοὺς βουβῶνας καὶ τὰς ἰγνύας, εἰ θέλεις διαρκέσαι πρὸς τὸν ἆθλον. εἶτα δεῖπνον ὅμοιον καὶ εἰς τὴν αὐτὴν ὥραν περιηγμένον. καί σοι τὰ τῆς διαίτης πρὸς τὸν πάλαι βίον ἀντίστροφα, καὶ ἡ ἀγρυπνία δὲ καὶ ὁ ἱδρὼς καὶ ὁ κάματος ἠρέμα ἤδη ὑπορύττουσιν, ἢ φθόην ἢ περιπνευμονίαν ἢ κώλου ἄλγημα ἢ τὴν καλὴν ποδάγραν ἀναπλάττοντες. ἀντέχεις δὲ ὅμως, καὶ πολλάκις κατακεῖσθαι δέον, οὐδὲ τοῦτο συγκεχώρηται· σκῆψις γὰρ ἡ νόσος καὶ φυγὴ τῶν καθηκόντων ἔδοξεν. ὥστʼ ἐξ ἁπάντων ὠχρὸς ἀεὶ καὶ ὅσον οὐδέπω τεθνηξομένῳ ἔοικας.
あなたがまだこのようなことを思い巡らせている間に、ベルが鳴り響く。そして、以前と同じ務めに取り掛かり、歩き回り、立っていなければならない。もっとも、もしこの試練を耐え抜きたいのであれば、あらかじめ股ぐらや膝の後ろに油を塗っておく必要があるが。それから、同様の晩餐が、同じ時刻へと巡ってくる。そして、あなたの生活習慣はかつての生活とは正反対であり、寝不足、汗、そして疲労が、今やじわじわとあなたの体を蝕み始め、肺結核や肺炎、大腸の痛み、あるいは「見事な」痛風を作り出していく。それでも君は耐え忍ぶ。しばしば横たわっているべきであっても、それさえ許されない。なぜなら、病気は言い訳であり、義務からの逃避とみなされるからだ。その結果、これらのすべてのことから、君は常に青白く、今にも死にそうな人に似ているのだ。
- 28διψῶντα ... ἐπιμελούμενον
非人称動詞 χρὴ に続く不定詞 κεκραγέναι の意味上の主語(二人称単数の対格 σέ)に一致する対格分詞。διψῶντα は「渇きを覚えながら」、ἐπιμελούμενον は「努めながら」の意味で、それぞれ文脈上の主語の状態を修飾する。
- 28ἄγοντος ἐναγίσματα
ἄγω が祭儀や行事を行う(催す)意味で使われ、ここでは死者(νεκροῦ)が自身への追悼儀礼を受け入れている、あるいは「(彼のために)追悼儀礼が行われている」という受動的なニュアンスを能動態で表している。
- 29μεταξὺ πίνοντος
副詞 μεταξύ が分詞(この場合は属格の πίνοντος、省略された σού 「あなたの」に一致)を伴って「〜している最中に」を意味する。ここでは、君が酒を飲んでいるまさにその瞬間に、という時間的同時性を強調する。
- 30ἡδίων αὐτὸς αὑτοῦ
比較級(ἡδίων)に再帰代名詞の属格(αὑτοῦ)が組み合わされた慣用表現。主語の通常の状態(「普段の自分」)と比較して「いつも以上に機嫌が良い」あるいは「最高潮に上機嫌である」ことを表す。
- 30ἄλλῳ βεβιωκώς
ἄλλῳ は利益(あるいは不利益)の与格、または支配関係を示す与格。「他人のために」あるいは「他人の意のままに」生きたことを意味し、主体的でない隷属的な生を批判的に表現している。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 訳文 1 件
- 2026-09-30 表記の統一 — 訳文 1 件
