§26σὺ δʼ ἄθλιος τὰ μὲν παραδραμών, τὰ δὲ βάδην ἄναντα πολλὰ καὶ κάταντα — τοιαύτη γάρ, ὡς οἶσθα, ἡ πόλις — περιελθὼν ἵδρωκάς τε καὶ πνευστιᾷς, κἀκείνου ἔνδον τινὶ τῶν φίλων πρὸς ὃν ἦλθεν διαλεγομένου, μηδὲ ὅπου καθίζῃς ἔχων ὀρθὸς ὑπʼ ἀπορίας ἀναγιγνώσκεις τὸ βιβλίον προχειρισάμενος.
一方、哀れな君は、ある時は駆け足で、ある時は徒歩で多くの登り坂や下り坂を――知っての通り、この街はそういう地形だから――歩き回り、汗をかき、息を切らしている。 そして、彼が中に入って、訪ねて行った友人の一人と話している間、君は座る場所さえなく、途方に暮れて立ったまま、本を取り出して読んでいるのだ。
ἐπειδὰν δὲ ἄσιτόν τε καὶ ἄποτον ἡ νὺξ καταλάβῃ, λουσάμενος πονηρῶς ἀωρὶ περὶ αὐτό που σχεδὸν τὸ μεσονύκτιον ἥκεις ἐπὶ τὸ δεῖπνον, οὐκέθʼ ὁμοίως ἔντιμος οὐδὲ περίβλεπτος τοῖς παροῦσιν, ἀλλʼ ἤν τις ἄλλος ἐπεισέλθῃ νεαλέστερος, εἰς τοὐπίσω σύ·
そして、食べず飲まずのまま夜が更けると、夜遅く、ほぼ真夜中頃に、ろくでもない入浴を済ませて、君は晩餐にやって来る。 もはや出席者たちから同じようには敬われず、注目もされず、もし何か他の、より新しい客が入ってくれば、君は後ろへと追いやられる。
καὶ οὕτως εἰς τὴν ἀτιμοτάτην γωνίαν ἐξωσθεὶς κατάκεισαι μάρτυς μόνον τῶν παραφερομένων, τὰ ὀστᾶ, εἰ ἐφίκοιτο μέχρι σοῦ, καθάπερ οἱ κύνες περιεσθίων ἢ τὸ σκληρὸν τῆς μαλάχης φύλλον ᾧ τὰ ἄλλα συνειλοῦσιν, εἰ ὑπεροφθείη ὑπὸ τῶν προκατακειμένων, ἄσμενος ὑπὸ λιμοῦ παροψώμενος.
こうして最も卑しい隅っこに押しやられて席につき、運ばれてくる料理をただ眺めるだけの目撃者となり、もし自分のところまで届いたなら、犬のようにその骨の周りをかじり、あるいは、もし上座に座る者たちに見過ごされたなら、他の料理を包むための固いゼニアオイの葉を、飢えのために喜んでおかずとして食べるのだ。
Οὐ μὴν οὐδὲ ἡ ἄλλη ὕβρις ἄπεστιν, ἀλλʼ οὔτε ᾠὸν ἔχεις μόνος — οὐ γὰρ ἀναγκαῖόν ἐστιν καὶ σὲ τῶν αὐτῶν ἀεὶ τοῖς ξένοις καὶ ἀγνώστοις ἀντιποιεῖσθαι·
もちろん、他の侮辱がないわけではない。 君だけが卵をもらえない。 というのも、君までもが、見知らぬよそ者たちと常に同じものを要求する必要はないからだ。
ἀγνωμοσύνη γὰρ δὴ τοῦτό γε — οὔτε ἡ ὄρνις ὁμοία ταῖς ἄλλαις, ἀλλὰ τῷ μὲν πλησίον παχεῖα καὶ πιμελής, σοὶ δὲ νεοττὸς ἡμίτομος ἢ φάττα τις ὑπόσκληρος, ὕβρις ἄντικρυς καὶ ἀτιμία.
そのような要求をすることは実に無分別なことだからだ。 また、配られる鳥も他の者と同じではなく、隣の者には太って脂ののった鳥が、君には半分に切られた雛鳥や、固めの野生の鳩が配られる。 これは明らかな侮辱であり、不名誉である。
πολλάκις δʼ εἰ ἐπιλίποι ἄλλου τινὸς αἰφνιδίως ἐπιπαρόντος, ἀράμενος ὁ διάκονος τὰ σοὶ παρακείμενα φέρων ἐκείνῳ παρατέθεικεν ὑποτονθορύσας,
σὺ γὰρ ἡμέτερος εἶ.
そして、もし他の誰かが突然現れて料理が不足した場合、給仕は君の前に置かれているものを取り上げて彼に供し、小声で「君はうちの身内だからね」とつぶやくことがしばしばある。
τεμνομένου μὲν γὰρ ἐν τῷ μέσῳ ἢ συὸς ὑπογαστρίου ἢ ἐλάφου, χρὴ ἐκ παντὸς ἢ τὸν διανέμοντα ἵλεων ἔχειν ἢ τὴν Προμηθέως μερίδα φέρεσθαι, ὀστᾶ κεκαλυμμένα τῇ πιμελῇ.
というのも、大皿の中央で豚のわき腹肉や鹿の肉が切り分けられるとき、どうしても分配する者を味方につけておくか、さもなければ「プロメテウスの取り分」、すなわち脂身で覆われた骨を受け取るしかないからだ。
τὸ γὰρ τῷ μὲν ὑπὲρ σὲ τὴν λοπάδα παρεστάναι ἔστʼ ἂν ἀπαγορεύσῃ ἐμφορούμενος, σὲ δὲ οὕτω ταχέως παραδραμεῖν, τίνι φορητὸν ἐλευθέρῳ ἀνδρὶ κἂν ὁπόσην αἱ ἔλαφοι τὴν χολὴν ἔχοντι;
というのも、君の上座にいる者の前には、彼が満腹になって音を上げるまで大皿が置かれ、君の前はあまりにも素早く通り過ぎていくなど、たとえ鹿ほどの胆嚢しか持ち合わせていない自由人であっても、誰に耐えられようか。
καίτοι οὐδέπω ἐκεῖνο ἔφην, ὅτι τῶν ἄλλων ἥδιστόν τε καὶ παλαιότατον οἶνον πινόντων μόνος σὺ πονηρόν τινα καὶ παχὺν πίνεις, θεραπεύων ἀεὶ ἐν ἀργύρῳ ἢ χρυσῷ πίνειν, ὡς μὴ ἐλεγχθείης ἀπὸ τοῦ χρώματος οὕτως ἄτιμος ὢν συμπότης.
もっとも、私は次のことをまだ言っていなかった。 他の人々が極めて美味で最も古いワインを飲んでいる中で、君だけが、自分がこれほど不名誉な相伴客であることをワインの色から見破られないようにと、常に銀や金の杯で飲むように気を配りながら、悪くて濁ったワインを飲んでいるということを。
καὶ εἴθε γε κἂν ἐκείνου εἰς κόρον ἦν πιεῖν, νῦν δὲ πολλάκις αἰτήσαντος ὁ παῖς
οὐδʼ ἀΐοντι ἔοικεν.
そして、せめてその悪いワインだけでも飽きるほど飲めればよいのだが、実際には、何度も求めても、召使の少年は聞こえないふりをするのだ。
§27ἀνιᾷ δή σε πολλὰ καὶ ἀθρόα καὶ σχεδὸν τὰ πάντα, καὶ μάλιστα ὅταν σε παρευδοκιμῇ κίναιδός τις ἢ ὀρχηστοδιδάσκαλος ἢ Ἰωνικὰ συνείρων Ἀλεξανδρεωτικὸς ἀνθρωπίσκος.
実に、多くのことが、しかもいっぺんに、いや、ほとんどすべてのことが君を苦しめる。 そして特に、オカマ野郎や、舞踊の教師、あるいはイオニア風の歌を連ねるアレクサンドリアのちっぽけな男が、君より高い評価を受けるときには。
τοῖς μὲν γὰρ τὰ ἐρωτικὰ ταῦτα διακονουμένοις καὶ γραμματίδια ὑπὸ κόλπου διακομίζουσιν πόθεν σύ γʼ ἰσότιμος;
このような色恋沙汰に仕え、懐に忍ばせた恋文を運ぶような連中と、どうして君が同等の扱いを受けられようか。
κατακείμενος τοιγαροῦν ἐν μυχῷ τοῦ συμποσίου καὶ ὑπʼ αἰδοῦς καταδεδυκὼς στένεις ὡς τὸ εἰκὸς καὶ σεαυτὸν οἰκτείρεις καὶ αἰτιᾷ τὴν Τύχην οὐδὲ ὀλίγα σοι τῶν χαρίτων ἐπιψεκάσασαν.
それゆえ、宴席の奥深くに身を横たえ、恥ずかしさのあまりうつむいて、当然のことながらため息をつき、自分を憐れみ、優美な恵みをほんの少しも君に振りかけてくれなかった運命を非難するのだ。
ἡδέως δʼ ἄν μοι δοκεῖς καὶ ποιητὴς γενέσθαι τῶν ἐρωτικῶν ᾀσμάτων ἢ κἂν ἄλλου ποιήσαντος δύνασθαι ᾄδειν ἀξίως·
君は喜んで、そうした色恋の歌を作る詩人になりたいと思っているようだし、あるいは少なくとも他人が作った歌をそれらしく歌えるようになりたいと思っているようだ。
ὁρᾷς γὰρ οἷ τὸ προτιμᾶσθαι καὶ εὐδοκιμεῖν ἐστιν.
なぜなら、好遇され、高い評価を受けることがどこにあるかを見ているからだ。
ὑποσταίης δὲ ἄν, εἰ καὶ μάγον ἢ μάντιν ὑποκρίνασθαι δέοι τῶν κλήρους πολυταλάντους καὶ ἀρχὰς καὶ ἀθρόους τοὺς πλούτους ὑπισχνουμένων·
君は、たとえ何タラントンもの遺産や官職、あるいは莫大な富を約束する魔術師や占い師の役割を演じなければならないとしても、それを引き受けることだろう。
καὶ γὰρ αὖ καὶ τούτους ὁρᾷς εὖ φερομένους ἐν ταῖς φιλίαις καὶ πολλῶν ἀξιουμένους.
というのも、やはりこうした連中も主人のお気に入りとして重用され、大いに重んじられているのを君は見ているからだ。
κἂν ἕν τι οὖν τούτων ἡδέως ἂν γένοιο, ὡς μὴ ἀπόβλητος καὶ περιττὸς εἴης·
したがって、君は無用で余計な存在にならないために、これらのうちのどれか一つにでも喜んでなりたいと思うだろう。
ἀλλʼ οὐδὲ πρὸς ταῦτα ὁ κακοδαίμων πιθανὸς εἶ.
しかし、哀れな君は、このようなことに対してさえ適性を持たないのだ。
τοιγαροῦν ἀνάγκη μειοῦσθαι καὶ σιωπῇ ἀνέχεσθαι ὑποιμώζοντα καὶ ἀμελούμενον.
それゆえ、軽んじられ、無視されながら、すすり泣きつつ、沈黙のうちに耐えるしかないのだ。