Humanitext Reader

琉善 · 论豪门受雇者 §24-25

对甘受屈辱出卖自由之知识分子的痛斥

第 9 段,共 14 段 · 希腊语

内容简介

作者无情地批评了那些为了微薄薪水而自愿卖身为奴的知识分子,指出他们忍受着与普通家奴无异的劳苦与屈辱,仅仅是为了充当罗马主人炫耀文化虚荣的门面和随从。

§24εἶτʼ, ὦ κάθαρμα, φαίην ἄν, καὶ μάλιστα πρὸς τὸν φιλοσοφεῖν φάσκοντα, εἰ μέν σέ τις ἢ πλέοντα καταποντιστὴς συλλαβὼν ἢ λῃστὴς ἀπεδίδοτο, ᾤκτειρες ἂν σεαυτὸν ὡς παρὰ τὴν ἀξίαν δυστυχοῦντα, ἢ εἴ τίς σου λαβόμενος ἦγε δοῦλον εἶναι λέγων, ἐβόας ἂν τοὺς νόμους καὶ δεινὰ ἐποίεις καὶ ἠγανάκτεις καί, Ὦ γῆ καὶ θεοί, μεγάλῃ τῇ φωνῇ ἐκεκράγεις ἄν, σεαυτὸν δὲ ὀλίγων ἕνεκα ὀβολῶν ἐν τούτῳ τῆς ἡλικίας, ὅτε καὶ εἰ φύσει δοῦλος ἦσθα, καιρὸς ἦν πρὸς ἐλευθερίαν ἤδη ὁρᾶν, αὐτῇ ἀρετῇ καὶ σοφίᾳ φέρων ἀπημπόληκας, οὐδὲ τοὺς πολλοὺς ἐκείνους λόγους αἰδεσθεὶς οὓς ὁ καλὸς Πλάτων ἢ ὁ Χρύσιππος ἢ Ἀριστοτέλης διεξεληλύθασι τὸ μὲν ἐλευθέριον ἐπαινοῦντες, τὸ δουλοπρεπὲς δὲ διαβάλλοντες;
然后,你这败类,我可以说,尤其是对那个自称在研究哲学的人:如果某个海盗或强盗在航行时将你抓获并卖掉,你会哀叹自己遭遇了与身份不符的厄运;或者如果有人揪住你,口口声声说你是奴隶并拉走你,你会向法律呼救,大肆抗议,愤慨不已,并且会扯着大嗓门喊道:“天啊,神啊! ”然而,你却为了区区几个奥博尔,在这样的年纪——即使你天生是奴隶,也早已是该向往自由的时刻了——竟连同美德和智慧本身一起,自愿卖身,甚至对高贵的柏拉图、克律西波斯或亚里士多德所详尽论述的、赞美自由而贬低奴性的那么多长篇大论,也毫无羞耻之心?
καὶ οὐκ αἰσχύνῃ κόλαξιν ἀνθρώποις καὶ ἀγοραίοις καὶ βωμολόχοις ἀντεξεταζόμενος καὶ ἐν τοσούτῳ πλήθει Ῥωμαϊκῷ μόνος ξενίζων τῷ τρίβωνι καὶ πονηρῶς τὴν Ῥωμαίων φωνὴν βαρβαρίζων, εἶτα δειπνῶν δεῖπνα θορυβώδη καὶ πολυάνθρωπα συγκλύδων τινῶν καὶ τῶν πλείστων μοχθηρῶν;
你难道不觉得羞耻吗? 与谄媚之徒、市井小人和卑俗丑角并列,在如此众多的罗马人群中,唯独你穿着那件粗糙的旧外套显得古怪,并把罗马人的语言说得极其别扭,接着又在那些嘈杂拥挤、多为乌合之众且大半是恶劣之辈的宴席上进餐?
καὶ ἐν αὐτοῖς ἐπαινεῖς φορτικῶς καὶ πίνεις πέρα τοῦ μετρίως ἔχοντος.
在这些宴席上,你庸俗地奉承阿谀,饮酒无度。
ἕωθέν τε ὑπὸ κώδωνι ἐξαναστὰς ἀποσεισάμενος τοῦ ὕπνου τὸ ἥδιστον συμπεριθεῖς ἄνω καὶ κάτω ἔτι τὸν χθιζὸν ἔχων πηλὸν ἐπὶ τοῖν σκελοῖν.
清晨,你在钟声中惊醒,抖落最香甜的睡意,两腿还带昨日的泥浆,便开始四处奔波。
οὕτως ἀπορία μέν σε θέρμων ἔσχεν ἢ τῶν ἀγρίων λαχάνων, ἐπέλιπον δὲ καὶ αἱ κρῆναι ῥέουσαι τοῦ ψυχροῦ ὕδατος, ὡς ἐπὶ ταῦτά σε ὑπʼ ἀμηχανίας ἐλθεῖν;
难道是对羽扇豆或野菜的匮乏逼迫了你,还是那流淌着凉水的泉眼已经枯竭,以至于你在走投无路之下走到了这一步?
ἀλλὰ δῆλον ὡς οὐχ ὕδατος οὐδὲ θέρμων, ἀλλὰ πεμμάτων καὶ ὄψου καὶ οἴνου ἀνθοσμίου ἐπιθυμῶν ἑάλως, καθάπερ ὁ λάβραξ αὐτὸν μάλα δικαίως τὸν ὀρεγόμενον τούτων λαιμὸν διαπαρείς.
但显然,你不是渴望水或羽扇豆,而是贪图糕点、美馔和芬芳的葡萄酒才被捕获的,正像海鲈鱼极为公道地被刺穿了那渴望这些美味的喉咙而被捕获一样。
παρὰ πόδας τοιγαροῦν τῆς λιχνείας ταύτης τἀπίχειρα, καὶ ὥσπερ οἱ πίθηκοι δεθεὶς κλοιῷ τὸν τράχηλον ἄλλοις μὲν γέλωτα παρέχεις, σεαυτῷ δὲ δοκεῖς τρυφᾶν, ὅτι ἔστι σοι τῶν ἰσχάδων ἀφθόνως ἐντραγεῖν.
因此,这贪婪的报应就在眼前,你就像脖子上套着项圈被拴住的猴子一样,给别人提供笑料,自己却以为在享受奢华,只因你可以尽情地嚼食干无花果。
ἡ δὲ ἐλευθερία καὶ τὸ εὐγενὲς αὐτοῖς φυλέταις καὶ φράτερσι φροῦδα πάντα καὶ οὐδὲ μνήμη τις αὐτῶν.
然而,自由和高贵,连同同族和同胞本身,都已荡然无存,甚至连它们的记忆都不复存在了。
§25καὶ ἀγαπητὸν εἰ μόνον τὸ αἰσχρὸν προσῆν τῷ πράγματι, δοῦλον ἀντʼ ἐλευθέρου δοκεῖν, οἱ δὲ πόνοι μὴ κατὰ τοὺς πάνυ τούτους οἰκέτας.
如果这项差事带来的仅仅是耻辱,即放着自由人不做而显像个奴隶,而其劳苦又不像那些真正的家奴那样,那倒也差强人意。
ἀλλʼ ὅρα εἰ μετριώτερά σοι προστέτακται τῶν Δρόμωνι καὶ Τιβείῳ προστεταγμένων.
但是,看看分派给你的任务,是否比分派给德罗蒙和提比乌斯的任务更温和些。
ὧν μὲν γὰρ ἕνεκα, τῶν μαθημάτων ἐπιθυμεῖν φήσας, παρείληφέ σε, ὀλίγον αὐτῷ μέλει.
因为至于他声称出于对学问的渴望而雇用你的那些目的,他根本无足轻重。
τί γὰρ κοινόν, φασί, λύρᾳ καὶ ὄνῳ;
正如人们所说:“竖琴与驴子,有什么相干?
πάνυ γοῦν, — οὐχ ὁρᾷς;
”确实——难道你没看见吗?
— ἐκτετήκασι τῷ πόθῳ τῆς Ὁμήρου σοφίας ἢ τῆς Δημοσθένους δεινότητος ἢ τῆς Πλάτωνος μεγαλοφροσύνης, ὧν ἤν τις ἐκ τῆς ψυχῆς ἀφέλῃ τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ τὰς περὶ τούτων φροντίδας, τὸ καταλειπόμενόν ἐστι τῦφος καὶ μαλακία καὶ ἡδυπάθεια καὶ ἀσέλγεια καὶ ὕβρις καὶ ἀπαιδευσία.
——他们正因渴望荷马的智慧、德摩斯梯尼的雄辩或柏拉图的高尚而消瘦憔悴呢! 然而,如果有人把金银以及对金银的盘算从他们的灵魂中剥离,剩下的就只有虚荣、软弱、纵欲、放荡、狂妄和无知。
δεῖται δή σου ἐπʼ ἐκεῖνα μὲν οὐδαμῶς, ἐπεὶ δὲ πώγωνα ἔχεις βαθὺν καὶ σεμνός τις εἶ τὴν πρόσοψιν καὶ ἱμάτιον Ἑλληνικὸν εὐσταλῶς περιβέβλησαι καὶ πάντες ἴσασί σε γραμματικὸν ἢ ῥήτορα ἢ φιλόσοφον, καλὸν αὐτῷ δοκεῖ ἀναμεμῖχθαι καὶ τοιοῦτόν τινα τοῖς προϊοῦσι καὶ προπομπεύουσιν αὐτοῦ·
所以他绝非在这些事情上需要你;而是因为你留着浓密的胡须,容貌庄重,整齐地裹着希腊式的斗篷,且人人都知道你是文法家、修辞家或哲学家,在他看来,在那些为他开路和护送他的随从队伍中混入这样一个人,是极有面子的。
δόξει γὰρ ἐκ τούτου καὶ φιλομαθὴς τῶν Ἑλληνικῶν μαθημάτων καὶ ὅλως περὶ παιδείαν φιλόκαλος.
因为由此他将显得既热爱好学希腊的学问,又完全是一个重视教养的雅士。
ὥστε κινδυνεύεις, ὦ γενναῖε, ἀντὶ τῶν θαυμαστῶν λόγων τὸν πώγωνα καὶ τὸν τρίβωνα μεμισθωκέναι.
因此,高贵的朋友,你面临的危险是,你出租的是自己的胡子和外套,而不是自己美妙的言论。
χρὴ οὖν σε ἀεὶ σὺν αὐτῷ ὁρᾶσθαι καὶ μηδέποτε ἀπολείπεσθαι, ἀλλὰ ἕωθεν ἐξαναστάντα παρέχειν σεαυτὸν ὀφθησόμενον ἐν τῇ θεραπείᾳ καὶ μὴ λιπεῖν τὴν τάξιν.
所以你必须总是与他同行,绝不能掉队,而要在清晨起床,在侍从队伍中露面,绝不擅离职守。
ὁ δὲ ἐπιβάλλων ἐνίοτέ σοι τὴν χεῖρα, ὅ τι ἂν τύχῃ ληρεῖ, τοῖς ἐντυγχάνουσιν ἐπιδεικνύμενος ὡς οὐδὲ ὁδῷ βαδίζων ἀμελής ἐστι τῶν Μουσῶν, ἀλλʼ εἰς καλὸν τὴν ἐν τῷ περιπάτῳ διατίθεται σχολήν.
而他有时会把手搭在你的肩上,胡扯些陈词滥调,向路上遇见的人们炫耀:他甚至在行路时也未尝疏忽文艺女神,而是善于在散步中利用这闲暇。

词汇与语法注释

  1. p.v.3.p.452αὐτῇ ἀρετῇ καὶ σοφίᾳ — 在与格名词连用时,`αὐτῇ` 表示随伴或包括(“连同……一起”)。此处意为“连同美德和智慧本身,你已经将自己卖掉了”。
  2. p.v.3.p.454καὶ ἀγαπητὸν εἰ μόνον τὸ αἰσχρὸν προσῆν — 在谓语形容词 `ἀγαπητόν`(“可以满足的、可以忍受的”)之后省略了系动词(`ἦν ἄν` 或 `ἐστί`),与后文的 `εἰ` 构成一个带有让步或虚拟语气性质的条件句,意为“如果仅仅伴随着耻辱,那倒也还可以忍受”。
  3. p.v.3.p.454ὧν μὲν γὰρ ἕνεκα ... παρείληφέ σε, ὀλίγον αὐτῷ μέλει. — 无人称动词 `μέλει` 搭配行为者与格 `αὐτῷ` 的句式。在此处,表示雇佣目的的关系从句 `ὧν ... ἕνεκα`(省略了先行词 `τούτων`)充当关心的对象,意为“对于他而言,雇佣你的那些目的……根本无足轻重”。

引用这一段

琉善, 论豪门受雇者 §24-25. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg033.humanitext-grc2:24-25

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。