- 底本
- Lucian, Vol. 3. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1921.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg033.humanitext-grc2:1-3
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
著者ルキアノスが友人ティモクレスに対し、富豪に仕える知的労働者の悲惨な境遇を暴くにあたり、その実態を打ち明けてくれた元・現当事者たちの信憑性を語り、餌に釣られようとしている彼に警告を促す。
καὶ τί σοι πρῶτον, ὦ φιλότης, ἢ τί ὕστατον, φασί, καταλέξω τούτων ἃ πάσχειν ἢ ποιεῖν ἀνάγκη τοὺς ἐπὶ μισθῷ συνόντας κἀν ταῖς τῶν εὐδαιμόνων τούτων φιλίαις ἐξεταζομένους — εἰ χρὴ φιλίαν τὴν τοιαύτην αὐτῶν δουλείαν ἐπονομάζειν;1 οἶδα γὰρ πολλὰ καὶ σχεδὸν τὰ πλεῖστα τῶν συμβαινόντων αὐτοῖς, οὐκ αὐτὸς μὰ Δία τοῦ τοιούτου πειραθείς, οὐ γὰρ ἐν ἀνάγκῃ μοι ἡ πεῖρα ἐγεγένητο, μηδέ, ὦ θεοί, γένοιτο· ἀλλὰ πολλοὶ τῶν εἰς τὸν βίον τοῦτον ἐμπεπτωκότων ἐξηγόρευον πρός με, οἱ μὲν ἔτι ἐν τῷ κακῷ ὄντες, ἀποδυρόμενοι ὁπόσα καὶ ὁποῖα ἔπασχον, οἱ δὲ ὥσπερ ἐκ δεσμωτηρίου τινὸς ἀποδράντες οὐκ ἀηδῶς μνημονεύοντες ὧν ἐπεπόνθεσαν· ἀλλὰ γὰρ εὐφραίνοντο ἀναλογιζόμενοι οἵων ἀπηλλάγησαν. ἀξιοπιστότεροι δὲ ἦσαν οὗτοι2 διὰ πάσης, ὡς εἰπεῖν, τῆς τελετῆς διεξεληλυθότες καὶ πάντα ἐξ ἀρχῆς εἰς τέλος ἐποπτεύσαντες. οὐ παρέργως οὖν οὐδὲ ἀμελῶς ἐπήκουον αὐτῶν καθάπερ ναυαγίαν τινὰ καὶ σωτηρίαν αὑτῶν παράλογον διηγουμένων, οἷοί εἰσιν οἱ πρὸς τοῖς ἱεροῖς ἐξυρημένοι τὰς κεφαλὰς συνάμα πολλοὶ τὰς τρικυμίας καὶ ζάλας καὶ ἀκρωτήρια καὶ ἐκβολὰς καὶ ἱστοῦ κλάσεις καὶ πηδαλίων ἀποκαυλίσεις διεξιόντες, ἐπὶ πᾶσι δὲ τοὺς Διοσκούρους ἐπιφαινομένους, — οἰκεῖοι γὰρ τῆς τοιαύτης τραγῳδίας οὗτοί γε — ἤ τινʼ ἄλλον ἐκ μηχανῆς θεὸν ἐπὶ τῷ καρχησίῳ καθεζόμενον ἢ πρὸς τοῖς πηδαλίοις ἑστῶτα καὶ πρός τινα ᾐόνα μαλακὴν ἀπευθύνοντα τὴν ναῦν, οἷ προσενεχθεῖσα ἔμελλεν αὐτὴ μὲν ἠρέμα καὶ κατὰ σχολὴν διαλυθήσεσθαι, αὐτοὶ δὲ ἀσφαλῶς ἀποβήσεσθαι χάριτι καὶ εὐμενείᾳ τοῦ θεοῦ. ἐκεῖνοι μὲν οὖν τὰ πολλὰ ταῦτα πρὸς τὴν χρείαν τὴν παραυτίκα ἐπιτραγῳδοῦσιν ὡς παρὰ πλειόνων λαμβάνοιεν, οὐ δυστυχεῖς μόνον ἀλλὰ καὶ θεοφιλεῖς τινες εἶναι δοκοῦντες·
わが友よ、世に言うように、報酬目当てに身を寄せ、これら富裕な者たちの友情のうちに数えられている者たちが、被らねばならぬこと、あるいはなさねばならぬことのうち、何をそなたに最初に、あるいは何を最後に語り尽くすべきだろうか――彼らのそのような隷属を、友情と呼ぶべきであるとするならばだが。というのも、私は彼らに起こる多くのこと、いやほとんどすべてを知っているからだ。ゼウスにかけて、私自身がそのようなことを経験したからではない。私にはそのような試練を経験する必要はなかったし、神々よ、決してそのようなことが起きませんように!だが、このような暮らしに陥った多くの者たちが、私に打ち明けてくれたのだ。ある者たちはまだその災難の中に身を置きながら、どれほど多くの、そしてどのような仕打ちを被っているかを嘆き悲しみ、またある者たちは、あたかも何らかの牢獄から逃げ出してきたかのように、自分たちが被ったことを不快な様子もなく思い出していた。それどころか、自分たちがどのようなものから解放されたかを思い返して喜んでいたのだ。 そして彼らは、いわば入信儀礼の全体を通り抜け、初めから終わりまですべてを目撃してきた者たちであるゆえに、いっそう信頼できた。それゆえ私は、彼らが自分たちの難破と予期せぬ救済について語るのを、なおざりにも軽率にも聞かなかった。それはあたかも、神殿のそばで頭を丸めた大勢の者たちが寄り集まり、大波や嵐、岬、積荷の投棄、帆柱の折断、舵の破損を語り、そのすべての上にディオスクロイが現れたこと――彼らこそそのような悲劇にふさわしいのだから――あるいは別の機械仕掛けの神が帆桁に座すか、舵のそばに立って、船をどこか穏やかな砂浜へと導いたことを詳しく語るかのようであった。そこへ導かれた船は、自らは静かにゆっくりと解体し、彼ら自身は神の恵みと好意によって無事に上陸することになっていたのだ。 さて、彼らは当座の必要から、より多くのものを得ようとして、これら多くのことを悲劇仕立てに誇張して語る。そうすることで、単に不運であるだけでなく、神々に愛された者たちであるように思われるからだ。
οἱ δὲ τοὺς ἐν ταῖς οἰκίαις χειμῶνας καὶ τὰς τρικυμίας καὶ νὴ Δία πεντακυμίας τε καὶ δεκακυμίας, εἰ οἷόν τε εἰπεῖν, διηγούμενοι, καὶ ὡς τὸ πρῶτον εἰσέπλευσαν, γαληνοῦ ὑποφαινομένου τοῦ πελάγους, καὶ ὅσα πράγματα παρὰ τὸν πλοῦν ὅλον ὑπέμειναν ἢ διψῶντες ἢ ναυτιῶντες ἢ ὑπεραντλούμενοι τῇ ἅλμῃ, καὶ τέλος ὡς πρὸς πέτραν τινὰ ὕφαλον ἢ σκόπελον ἀπόκρημνον περιρρήξαντες τὸ δύστηνον σκαφίδιον ἄθλιοι κακῶς ἐξενήξαντο γυμνοὶ καὶ πάντων ἐνδεεῖς τῶν ἀναγκαίων — ἐν δὴ τούτοις καὶ τῇ τούτων διηγήσει ἐδόκουν μοι τὰ πολλὰ οὗτοι ὑπʼ αἰσχύνης ἐπικρύπτεσθαι, καὶ ἑκόντες εἶναι ἐπιλανθάνεσθαι αὐτῶν. ἀλλʼ ἔγωγε κἀκεῖνα καὶ εἴ τινʼ ἄλλα ἐκ τοῦ λόγου συντιθεὶς εὑρίσκω προσόντα ταῖς τοιαύταις συνουσίαις, οὐκ ὀκνήσω σοι πάντα, ὦ καλὲ Τιμόκλεις, διεξελθεῖν· δοκῶ γάρ μοι ἐκ πολλοῦ ἤδη κατανενοηκέναι σε τούτῳ τῷ βίῳ ἐπιβουλεύοντα, καὶ πρῶτόν γε ὁπηνίκα περὶ τῶν τοιούτων ὁ λόγος ἐνέπεσεν, εἶτα ἐπῄνεσέ τις τῶν παρόντων τὴν τοιαύτην μισθοφοράν, τρισευδαίμονας εἶναι λέγων οἷς μετὰ τοῦ φίλους ἔχειν τοὺς ἀρίστους Ῥωμαίων καὶ δειπνεῖν δεῖπνα πολυτελῆ καὶ ἀσύμβολα καὶ οἰκεῖν ἐν καλῷ καὶ ἀποδημεῖν μετὰ πάσης ῥᾳστώνης καὶ ἡδονῆς ἐπὶ λευκοῦ ζεύγους, εἰ τύχοι, ἐξυπτιάζοντας, προσέτι καὶ μισθὸν τῆς φιλίας καὶ ὧν εὖ πάσχουσιν τούτων λαμβάνειν οὐκ ὀλίγον ἐστίν· ἀτεχνῶς γὰρ ἄσπορα καὶ ἀνήροτα τοῖς τοιούτοις τὰ πάντα φύεσθαι. ὁπότε οὖν ταῦτα καὶ τὰ τοιαῦτα ἤκουες, ἑώρων ὅπως ἐκεχήνεις πρὸς αὐτὰ καὶ πάνυ σφόδρα πρὸς τὸ δέλεαρ ἀναπεπταμένον παρεῖχες τὸ στόμα. ὡς οὖν τό γε ἡμέτερον εἰσαῦθίς ποτε ἀναίτιον ᾖ3 μηδὲ ἔχῃς λέγειν ὡς ὁρῶντές σε τηλικοῦτο μετὰ τῆς καρίδος ἄγκιστρον καταπίνοντα οὐκ ἐπελαβόμεθα οὐδὲ πρὶν ἐμπεσεῖν τῷ λαιμῷ περιεσπάσαμεν οὐδὲ προεδηλώσαμεν, ἀλλὰ περιμείναντες ἐξ ἑλκομένου καὶ ἐμπεπηγότος ἤδη συρόμενον καὶ πρὸς ἀνάγκην ἀγόμενον ὁρᾶν, ὅτʼ οὐδὲν ὄφελος ἑστῶτες ἐπεδακρύομεν· ὅπως μὴ ταῦτα λέγῃς ποτέ, πάνυ εὔλογα, ἢν λέγηται, καὶ ἄφυκτα ἡμῖν, ὡς οὐκ ἀδικοῦμεν μὴ προμηνύσαντες, ἄκουσον ἐξ ἀρχῆς ἁπάντων, καὶ τὸ δίκτυόν τε αὐτὸ καὶ τῶν κύρτων τὸ ἀδιέξοδον ἔκτοσθεν ἐπὶ σχολῆς, ἀλλὰ μὴ ἔνδοθεν ἐκ τοῦ μυχοῦ προεπισκόπησον, καὶ τοῦ ἀγκίστρου δὲ τὸ ἀγκύλον καὶ τὴν εἰς τὸ ἔμπαλιν τοῦ σκόλοπος ἀναστροφὴν καὶ τῆς τριαίνης τὰς ἀκμὰς εἰς τὰς χεῖρας λαβὼν καὶ πρὸς τὴν γνάθον πεφυσημένην ἀποπειρώμενος, ἢν μὴ πάνυ ὀξέα μηδὲ ἄφυκτα μηδὲ ἀνιαρὰ ἐν τοῖς τραύμασι φαίνηται βιαίως σπῶντα καὶ ἀμάχως ἀντιλαμβανόμενα, ἡμᾶς μὲν ἐν τοῖς δειλοῖς καὶ διὰ τοῦτο πεινῶσιν ἀνάγραφε, σεαυτὸν δὲ παρακαλέσας θαρρεῖν ἐπιχείρει τῇ ἄγρᾳ, εἰ θέλεις, καθάπερ ὁ λάρος ὅλον περιχανὼν τὸ δέλεαρ.
だが、邸宅の中での嵐や大波、そしてゼウスにかけて、言うなれば五重の波や十重の波を語る者たち、そして海が穏やかそうに見えたときに最初にどのように船出していったか、航海全体を通じて渇きに苦しんだり船酔いしたり塩水をかぶったりして、どれほど多くの難渋に耐えたか、そして最後に、その哀れな小舟を隠れ岩や切り立った崖に打ち砕かれ、惨めな彼らが裸となり、あらゆる必需品を欠いたまま、どれほど命からがら泳ぎ着いたかを語る者たち――まさにこれらの事柄において、また彼らの語りにおいて、彼らは恥ずかしさのあまり多くのことを隠し、進んでそれらを忘れようとしているように私には思われたのだ。 だが私は、それらのことも、また議論から組み立ててこのような交際に付随すると私が見いだした他のどのようなことも、すべてそなたに語り明かすことをためらいはしない、美しきティモクレスよ。というのも、そなたがとうからこの暮らしを目論んでいるのを、私はすでに察知していたように思われるからだ。そしてまず、そのようなことについて話が及んだとき、その場にいたある者がそのような雇われ暮らしを称賛し、ローマ人の中で最も優れた者たちを友とし、贅沢で勘定の要らない夕食を取り、美しい場所に住み、もしそうなら白馬の二頭立ての車の上で仰向けに寝そべりながら、あらゆる気楽さと快楽を伴って旅をすることに加え、さらにはその友情と、自分たちが受けているこれらの好意への報酬として少なからぬ給与を受け取る者たちは、三重に幸福である、なぜならそのような者たちにとっては、まったく何事も種も蒔かず耕しもせずに生え育つからだ、と言ったのであった。それゆえ、そなたがこれらやこのような話を聞いたとき、そなたがそれらに向かってどのように口を開け、その餌に向かって非常に大きく口を広げていたかを、私は見ていたのだ。 それゆえ、今後私たちの方には何の落ち度もなく、そなたが『私があのように大きな釣針を小海老の餌ごと飲み込むのを見ながら、引き留めもしなかったし、喉に落ち込む前に引き戻しもしなかったし、あらかじめ示しもしなかった。それどころか、すでに引っかかって突き刺さったまま力ずくで引きずられていくのを見るのを待っていて、何の役にも立たないのに傍らに立って涙を流していた』などと言い出すことができないように――そなたがいつかこのような、もし言われれば極めてもっともで、私たちには逃れようのない不平を言い出し、私たちが事前に警告しなかった点で不正を働いてはいないと申し開きできなくなる、ということにならないために――最初からすべてを聞くがよい。そして網そのものと筌の出口のなさを、外部からゆったりと、だが奥深くの内部からではなく、あらかじめ観察してみるがよい。また釣針の湾曲と、逆方向への返しの曲がり、そして三叉の銛の先端を手にとって、膨らませた頬に当てて試してみるがよい。もしそれらが猛烈に引き裂き、抗いがたく引っかかって、非常に鋭くも逃れようもなく傷口において苦痛に満ちているようには見えないならば、私たちを臆病者、それゆえに飢えている者たちの名簿に書き入れるがよい。そしてそなた自身は勇気を奮い起こし、もし望むなら、カモメが餌を丸呑みにするように、大胆にその獲物に挑むがよい。
- 1εἰ χρὴ φιλίαν τὴν τοιαύτην αὐτῶν δουλείαν ἐπονομάζειν
「もし彼らのそのような奴隷状態を友情と名付けるべきであるならば」という挿入節。φιλίαν が述語対格、τὴν τοιαύτην αὐτῶν δουλείαν が直接目的語の対格であり、彼らの奉公生活の実態(奴隷状態)を世間体としての「友情」と呼ぶことへの皮肉を含んでいる。
- 1οἱ δὲ τοὺς ἐν ταῖς οἰκίαις χειμῶνας ... διηγούμενοι ... ἐδόκουν μοι τὰ πολλά οὗτοι
2節冒頭の οἱ δὲ ... διηγούμενοι は懸垂主格(Anacoluthon)として始まり、文の後ろで述語動詞 ἐδόκουν の主語として再言される οὗτοι によって回収されている。この構造は、邸宅内の「嵐」を語る人々の語り口を強調するために、主語を前方に提示している。
- 3ὡς οὖν τό γε ἡμέτερον εἰσαῦθίς ποτε ἀναίτιον ᾖ
ὡς は目的節を導き、接続法 ᾖ を伴って「私たちの側が将来的に非難を免れるために」という意味を表す。これに続く ὅπως μὴ ταῦτα λέγῃς ποτέ(あなたが決してこれらのことを言わないように)と並行して、主節の命令法 ἄκουσον(聞きなさい)の目的・理由を前置して強調している。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(4 件・最終 2026-11-16)
- 日は 2026-11-16 に Gemini 3.8 Flash で再翻訳
- 2026-11-16 再翻訳 — 訳文 1 件
- 2026-11-15 AI校閲 — 注 1 件
- 2026-11-15 AI校閲 — 訳文 2 件
