§1καὶ τί σοι πρῶτον, ὦ φιλότης, ἢ τί ὕστατον, φασί, καταλέξω τούτων ἃ πάσχειν ἢ ποιεῖν ἀνάγκη τοὺς ἐπὶ μισθῷ συνόντας κἀν ταῖς τῶν εὐδαιμόνων τούτων φιλίαις ἐξεταζομένους — εἰ χρὴ φιλίαν τὴν τοιαύτην αὐτῶν δουλείαν ἐπονομάζειν;
そして、愛する友よ、人々が言うように、給料のために仕え、これら幸福な者たちの友情の中に数えられている人々が、被らざるを得ないこと、あるいはなさざるを得ないこと――もし、彼らのそのような奴隷状態を友情と名付けるべきであるならばだが――について、一体何から最初に、あるいは最後に、君に語り尽くせばよいのだろうか。
οἶδα γὰρ πολλὰ καὶ σχεδὸν τὰ πλεῖστα τῶν συμβαινόντων αὐτοῖς, οὐκ αὐτὸς μὰ Δία τοῦ τοιούτου πειραθείς, οὐ γὰρ ἐν ἀνάγκῃ μοι ἡ πεῖρα ἐγεγένητο, μηδέ, ὦ θεοί, γένοιτο·
というのも、私は彼らに起こる多くのこと、いやほとんどすべてを知っているからだ。 ゼウスにかけて、私自身がそのようなことを経験したからではない。 私にはそのような経験をする必要がなかったし、神々よ、決してそのようなことが起こりませんように。
ἀλλὰ πολλοὶ τῶν εἰς τὸν βίον τοῦτον ἐμπεπτωκότων ἐξηγόρευον πρός με, οἱ μὲν ἔτι ἐν τῷ κακῷ ὄντες, ἀποδυρόμενοι ὁπόσα καὶ ὁποῖα ἔπασχον, οἱ δὲ ὥσπερ ἐκ δεσμωτηρίου τινὸς ἀποδράντες οὐκ ἀηδῶς μνημονεύοντες ὧν ἐπεπόνθεσαν·
しかし、この生活に陥った多くの人々が私に打ち明けてくれたのだ。 ある人々はまだその不幸の中にいて、どれほど多くの、またどのようなことを被っているかを嘆き悲しみ、またある人々は、あたかもどこかの牢獄から逃げ出してきたかのように、自分たちが被ったことを不快そうではなく(むしろ喜んで)思い出していた。
ἀλλὰ γὰρ εὐφραίνοντο ἀναλογιζόμενοι οἵων ἀπηλλάγησαν.
いやむしろ、彼らは自分たちがどんなものから解放されたかを振り返って喜んでいたのである。
ἀξιοπιστότεροι δὲ ἦσαν οὗτοι διὰ πάσης, ὡς εἰπεῖν, τῆς τελετῆς διεξεληλυθότες καὶ πάντα ἐξ ἀρχῆς εἰς τέλος ἐποπτεύσαντες.
彼らは、言ってみれば秘儀の全体を通り抜け、最初から最後までそのすべてを目撃した者たちであるから、より信頼がおける者たちであった。
οὐ παρέργως οὖν οὐδὲ ἀμελῶς ἐπήκουον αὐτῶν καθάπερ ναυαγίαν τινὰ καὶ σωτηρίαν αὑτῶν παράλογον διηγουμένων, οἷοί εἰσιν οἱ πρὸς τοῖς ἱεροῖς ἐξυρημένοι τὰς κεφαλὰς συνάμα πολλοὶ τὰς τρικυμίας καὶ ζάλας καὶ ἀκρωτήρια καὶ ἐκβολὰς καὶ ἱστοῦ κλάσεις καὶ πηδαλίων ἀποκαυλίσεις διεξιόντες, ἐπὶ πᾶσι δὲ τοὺς Διοσκούρους ἐπιφαινομένους, — οἰκεῖοι γὰρ τῆς τοιαύτης τραγῳδίας οὗτοί γε — ἤ τινʼ ἄλλον ἐκ μηχανῆς θεὸν ἐπὶ τῷ καρχησίῳ καθεζόμενον ἢ πρὸς τοῖς πηδαλίοις ἑστῶτα καὶ πρός τινα ᾐόνα μαλακὴν ἀπευθύνοντα τὴν ναῦν, οἷ προσενεχθεῖσα ἔμελλεν αὐτὴ μὲν ἠρέμα καὶ κατὰ σχολὴν διαλυθήσεσθαι, αὐτοὶ δὲ ἀσφαλῶς ἀποβήσεσθαι χάριτι καὶ εὐμενείᾳ τοῦ θεοῦ.
したがって私は、彼らが自分たちの難破と予期せぬ救いについて語るのを、なおざりにでも不注意にでもなく聞いていた。 それはちょうど、神殿の近くで頭を丸めた多くの人々が群がって、大波や嵐、岬、荷物の投棄、マストの破損、舵のへし折れなどをこと細かに語り、そのすべての上にディオスクロイが――彼らこそこのような悲劇にふさわしい者たちなのだから――あるいは、マストの横木に腰掛けたり、舵のそばに立ったりして、船をどこか穏やかな岸へと導き、そこに漂着した船は静かにゆっくりと解体されることになり、彼ら自身は神の恵みと好意によって安全に下船することになるというような、何らかのデウス・エクス・マキナ(機械仕掛けの神)が現れたことを語るのと同様であった。
ἐκεῖνοι μὲν οὖν τὰ πολλὰ ταῦτα πρὸς τὴν χρείαν τὴν παραυτίκα ἐπιτραγῳδοῦσιν ὡς παρὰ πλειόνων λαμβάνοιεν, οὐ δυστυχεῖς μόνον ἀλλὰ καὶ θεοφιλεῖς τινες εἶναι δοκοῦντες·
さて、彼らは差し当たっての必要のために、その多くの出来事を悲劇的に大げさに語る。 それは、自分が不幸なだけでなく、神に愛されている者でもあると思われることで、より多くの施しを得るためである。
§2οἱ δὲ τοὺς ἐν ταῖς οἰκίαις χειμῶνας καὶ τὰς τρικυμίας καὶ νὴ Δία πεντακυμίας τε καὶ δεκακυμίας, εἰ οἷόν τε εἰπεῖν, διηγούμενοι, καὶ ὡς τὸ πρῶτον εἰσέπλευσαν, γαληνοῦ ὑποφαινομένου τοῦ πελάγους, καὶ ὅσα πράγματα παρὰ τὸν πλοῦν ὅλον ὑπέμειναν ἢ διψῶντες ἢ ναυτιῶντες ἢ ὑπεραντλούμενοι τῇ ἅλμῃ, καὶ τέλος ὡς πρὸς πέτραν τινὰ ὕφαλον ἢ σκόπελον ἀπόκρημνον περιρρήξαντες τὸ δύστηνον σκαφίδιον ἄθλιοι κακῶς ἐξενήξαντο γυμνοὶ καὶ πάντων ἐνδεεῖς τῶν ἀναγκαίων — ἐν δὴ τούτοις καὶ τῇ τούτων διηγήσει ἐδόκουν μοι τὰ πολλὰ οὗτοι ὑπʼ αἰσχύνης ἐπικρύπτεσθαι, καὶ ἑκόντες εἶναι ἐπιλανθάνεσθαι αὐτῶν.
しかし、邸宅の中での嵐や大波、いやゼウスにかけて、言ってみれば五重の波や十重の波を語る人々、そして彼らが最初にどのように航海に乗り出したか、海が穏やかに見えていたときに、そして航海全体を通じて、渇きに苦しみ、船酔いし、塩水を浴びせられながら、どれほど多くの苦難を耐え忍んだか、装着した最後には、哀れな彼らが、水面下の岩や切り立った崖にその不運な小舟を衝突させて大破させ、身一つで、必要なものすべてを欠いた状態で命からがら泳ぎ着いたことを語る人々――まさに彼らとその語りにおいて、私は、彼らが恥ずかしさのあまり多くのことを隠し、好んでそれを忘れたがっているように思われた。
ἀλλʼ ἔγωγε κἀκεῖνα καὶ εἴ τινʼ ἄλλα ἐκ τοῦ λόγου συντιθεὶς εὑρίσκω προσόντα ταῖς τοιαύταις συνουσίαις, οὐκ ὀκνήσω σοι πάντα, ὦ καλὲ Τιμόκλεις, διεξελθεῖν·
しかし私は、そうしたことや、この議論から組み立てて、そのような交側に付きまとっていると私が見いだす他のすべてのことを、親愛なるティモクレスよ、君にすべて語り尽くすことをためらわない。
δοκῶ γάρ μοι ἐκ πολλοῦ ἤδη κατανενοηκέναι σε τούτῳ τῷ βίῳ ἐπιβουλεύοντα,
というのも、君が以前からずっとこの生活を企てているのを、私は察知しているように思うからだ。
§3καὶ πρῶτόν γε ὁπηνίκα περὶ τῶν τοιούτων ὁ λόγος ἐνέπεσεν, εἶτα ἐπῄνεσέ τις τῶν παρόντων τὴν τοιαύτην μισθοφοράν, τρισευδαίμονας εἶναι λέγων οἷς μετὰ τοῦ φίλους ἔχειν τοὺς ἀρίστους Ῥωμαίων καὶ δειπνεῖν δεῖπνα πολυτελῆ καὶ ἀσύμβολα καὶ οἰκεῖν ἐν καλῷ καὶ ἀποδημεῖν μετὰ πάσης ῥᾳστώνης καὶ ἡδονῆς ἐπὶ λευκοῦ ζεύγους, εἰ τύχοι, ἐξυπτιάζοντας, προσέτι καὶ μισθὸν τῆς φιλίας καὶ ὧν εὖ πάσχουσιν τούτων λαμβάνειν οὐκ ὀλίγον ἐστίν· ἀτεχνῶς γὰρ ἄσπορα καὶ ἀνήροτα τοῖς τοιούτοις τὰ πάντα φύεσθαι.
そして何よりもまず、そのような事柄について話が及び、その場にいたある者がそのような給料を伴う奉公を称賛し、ローマ人の最も優れた人々を友とし、費用を払わずに豪華な夕食をとり、素晴らしい邸宅に住み、もしそうなら白い馬車に乗って極めて安楽に、快楽のうちに寝そべって旅をし、その上で、この友情と自分が受けている親切の報酬として少なくない給料を受け取る人々は三重に幸福であると言ったとき、実にそのような人々にとってはすべてが種をまくことも耕すこともなく実るのだと言ったときのことだ。
ὁπότε οὖν ταῦτα καὶ τὰ τοιαῦτα ἤκουες, ἑώρων ὅπως ἐκεχήνεις πρὸς αὐτὰ καὶ πάνυ σφόδρα πρὸς τὸ δέλεαρ ἀναπεπταμένον παρεῖχες τὸ στόμα.
そのとき、君がこれらのことやそれと同種のことを聞いて、どのように口を開けてぽかんとし、その餌に対して非常に激しく口を大きく開けて差し出していたかを、私は見ていた。
ὡς οὖν τό γε ἡμέτερον εἰσαῦθίς ποτε ἀναίτιον ᾖ μηδὲ ἔχῃς λέγειν ὡς ὁρῶντές σε τηλικοῦτο μετὰ τῆς καρίδος ἄγκιστρον καταπίνοντα οὐκ ἐπελαβόμεθα οὐδὲ πρὶν ἐμπεσεῖν τῷ λαιμῷ περιεσπάσαμεν οὐδὲ προεδηλώσαμεν, ἀλλὰ περιμείναντες ἐξ ἑλκομένου καὶ ἐμπεπηγότος ἤδη συρόμενον καὶ πρὸς ἀνάγκην ἀγόμενον ὁρᾶν, ὅτʼ οὐδὲν ὄφελος ἑστῶτες ἐπεδακρύομεν·
それゆえ、後になって私たちの側に何の咎もなく、君が「自分があれほど大きな針をエビの餌と一緒に飲み込んでいるのを見ていながら、なぜ止めてくれなかったのか、喉に入る前に引っ張って外してくれなかったのか、あらかじめ示してくれなかったのか、引きずり回され、すでに刺さって引っ張られて、無理矢理に引かれていくのを、ただ立って何の役にも立たずに涙を流しながら見ているまで放っておいたのか」などと言い出すことがないように。
ὅπως μὴ ταῦτα λέγῃς ποτέ, πάνυ εὔλογα, ἢν λέγηται, καὶ ἄφυκτα ἡμῖν, ὡς οὐκ ἀδικοῦμεν μὴ προμηνύσαντες, ἄκουσον ἐξ ἀρχῆς ἁπάντων, καὶ τὸ δίκτυόν τε αὐτὸ καὶ τῶν κύρτων τὸ ἀδιέξοδον ἔκτοσθεν ἐπὶ σχολῆς, ἀλλὰ μὴ ἔνδοθεν ἐκ τοῦ μυχοῦ προεπισκόπησον, καὶ τοῦ ἀγκίστρου δὲ τὸ ἀγκύλον καὶ τὴν εἰς τὸ ἔμπαλιν τοῦ σκόλοπος ἀναστροφὴν καὶ τῆς τριαίνης τὰς ἀκμὰς εἰς τὰς χεῖρας λαβὼν καὶ πρὸς τὴν γνάθον πεφυσημένην ἀποπειρώμενος, ἢν μὴ πάνυ ὀξέα μηδὲ ἄφυκτα μηδὲ ἀνιαρὰ ἐν τοῖς τραύμασι φαίνηται βιαίως σπῶντα καὶ ἀμάχως ἀντιλαμβανόμενα, ἡμᾶς μὲν ἐν τοῖς δειλοῖς καὶ διὰ τοῦτο πεινῶσιν ἀνάγραφε, σεαυτὸν δὲ παρακαλέσας θαρρεῖν ἐπιχείρει τῇ ἄγρᾳ, εἰ θέλεις, καθάπερ ὁ λάρος ὅλον περιχανὼν τὸ δέλεαρ.
君がいつかこのような非常に筋の通った、そして言われれば私たちにとって逃れようのない不満を、あらかじめ警告しなかった私たちが悪いのではないと言い訳できるように、最初からすべてを聞きなさい。 そして、網そのものや、簗(やな)の出口のない構造を、内側の奥底からではなく、外側から余裕を持ってあらかじめ観察しなさい。 また、針の曲がり具合や、かえしが逆方向に反り返っていること、三叉の矛の鋭い先端を手にとって、膨らませた頬に試してみて、それが傷口において激しく引きちぎり、抗いがたく引っかかる、極めて鋭く、逃れがたく、苦痛に満ちたものではないかどうかを確かめなさい。 もしそうでない(苦痛ではない)と思われるなら、私たちを臆病者、したがって飢えている者たちのリストに書き込み、自分自身を励まして、望むなら、カモメが餌を丸ごと飲み込むように、勇気を持ってその獲物に挑むがよい。