§5Ἑρμῆς
ἀλλὰ μεταξὺ λόγων ἤδη πολὺ προϊόντες ἀπεσπάσαμεν τῶν ἀστέρων καὶ σχεδόν γε κατὰ τὴν Φρυγίαν ἐσμέν.
赫尔墨斯:不过在说话之间,我们已经走了很远,把星辰抛在身后,几乎到了弗里吉亚。
ἐγὼ δὲ καὶ τὴν Ἴδην ὁρῶ καὶ τὸ Γάργαρον ὅλον ἀκριβῶς, εἰ δὲ μὴ ἐξαπατῶμαι, καὶ αὐτὸν ὑμῶν τὸν δικαστὴν τὸν Πάριν.
我已经能看清伊达山和整个加尔加罗斯,而且,如果我没看错的话,还有你们的裁判帕里斯本人。
Ἥρα
ποῦ δέ ἐστιν;
赫拉:他在哪儿?
οὐ γὰρ κἀμοὶ φαίνεται.
因为我还看不见他。
Ἑρμῆς
ταύτῃ, ὦ Ἥρα, πρὸς τὰ λαιὰ περισκόπει, μὴ πρὸς ἄκρῳ τῷ ὄρει, παρὰ δὲ τὴν πλευράν, οὗ τὸ ἄντρον, ἔνθα καὶ τὴν ἀγέλην ὁρᾷς.
赫尔墨斯:在这边,赫拉,向左看,不是在山顶上,而是在山腰,就是有山洞、你也能看到畜群的那个地方。
Ἥρα
ἀλλʼ οὐχ ὁρῶ τὴν ἀγέλην.
赫拉:可是我没有看见畜群。
Ἑρμῆς
πῶς φής;
赫尔墨斯:你说什么?
οὐχ ὁρᾷς βοίδια κατὰ τὸν ἐμὸν οὑτωσὶ δάκτυλον ἐκ μέσων τῶν πετρῶν προερχόμενα καί τινα ἐκ τοῦ σκοπέλου καταθέοντα καλαύροπα ἔχοντα καὶ ἀνείργοντα μὴ πρόσω διασκίδνασθαι τὴν ἀγέλην;
你难道看不见小牛正顺着我手指的方向从岩石中间走出来,还有一个人拿着牧杖从山顶跑下来,拦住它们不让畜群向更远处散开吗?
Ἥρα
ὁρῶ νῦν, εἴ γε ἐκεῖνός ἐστιν.
赫拉:我现在看见了,如果那真的是他的话。
Ἑρμῆς
ἀλλὰ ἐκεῖνος.
赫尔墨斯:那确实是他。
ἐπειδὴ δὲ πλησίον ἤδη ἐσμέν, ἐπὶ τῆς γῆς, εἰ δοκεῖ, καταστάντες βαδίζωμεν, ἵνα μὴ διαταράξωμεν αὐτὸν ἄνωθεν ἐξ ἀφανοῦς καθιπτάμενοι.
既然我们已经临近,如果你们同意,我们就降落在地上步行过去,免得我们从高空隐秘处突然飞下,惊吓到了他。
Ἥρα
εὖ λέγεις, καὶ οὕτω ποιῶμεν.
赫拉:你说的对,我们就这样做。
ἐπεὶ δὲ καταβεβήκαμεν, ὥρα σοι, ὦ Ἀφροδίτη, προϊέναι καὶ ἡγεῖσθαι ἡμῖν τῆς ὁδοῦ· σὺ γὰρ ὡς τὸ εἰκὸς ἔμπειρος εἶ τοῦ χωρίου πολλάκις, ὡς λόγος, κατελθοῦσα πρὸς Ἀγχίσην.
既然我们已经降落,阿佛洛狄忒,该你走在前面为我们引路了;因为你自然对这地方很熟悉,毕竟据传说你曾多次下来幽会安喀塞斯。
Ἀφροδίτη
οὐ σφόδρα, ὦ Ἥρα, τούτοις ἄχθομαι τοῖς σκώμμασιν.
阿佛洛狄忒:赫拉,我对这些嘲讽并不太介意。
§6Ἑρμῆς
ἀλλʼ οὖν ἐγὼ ὑμῖν ἡγήσομαι· καὶ γὰρ αὐτὸς ἐνδιέτριψα τῇ Ἴδῃ, ὁπότε δὴ ὁ Ζεὺς ἤρα τοῦ μειρακίου τοῦ Φρυγός, καὶ πολλάκις δεῦρο ἦλθον ὑπʼ ἐκείνου καταπεμφθεὶς εἰς ἐπισκοπὴν τοῦ παιδός.
赫尔墨斯:那么,我来给你们领路;因为在宙斯爱上那个弗里吉亚美少年的时候,我自己就在伊达山待过,也曾多次奉他的命令到这里来探望那个孩子。
καὶ ὁπότε γε ἤδη ἐν τῷ ἀετῷ ἦν, συμπαριπτάμην αὐτῷ καὶ συνεκούφιζον τὸν καλόν, καὶ εἴ γε μέμνημαι, ἀπὸ ταυτησὶ τῆς πέτρας αὐτὸν ἀνήρπασεν.
当他化身为鹰的时候,我也在一旁飞翔,协助托起那个美少年,如果我没记错的话,他就是从这块岩石上把少年抓走的。
ὁ μὲν γὰρ ἔτυχε τότε συρίζων πρὸς τὸ ποίμνιον, καταπτάμενος δὲ ὄπισθεν αὐτοῦ ὁ Ζεὺς κούφως μάλα τοῖς ὄνυξι περιβαλὼν καὶ τῷ στόματι τὴν ἐπὶ τῇ κεφαλῇ τιάραν ἔχων ἀνέφερε τὸν παῖδα τεταραγμένον καὶ τῷ τραχήλῳ ἀπεστραμμένῳ εἰς αὐτὸν ἀποβλέποντα.
因为当时少年正对着羊群吹笛,宙斯从他背后飞下,用爪子极其轻柔地抱住他,嘴里衔着他头上的头巾,把孩子带了上去,那孩子吓坏了,扭过脖子看着他。
τότε οὖν ἐγὼ τὴν σύριγγα λαβών, ἀποβεβλήκει γὰρ αὐτὴν ὑπὸ τοῦ δέους — ἀλλὰ γὰρ ὁ διαιτητὴς οὑτοσὶ πλησίον, ὥστε προσείπωμεν αὐτόν.
那时我捡起了他的牧笛——因为他由于恐惧把它丢落了——不过,看,裁判就在近旁,所以让我们去向他打招呼吧。
§7Ἑρμῆς
χαῖρε, ὦ βουκόλε.
赫尔墨斯:你好,牧人。
Πάρις
νὴ καὶ σύ γε, ὦ νεανίσκε.
帕里斯:你也好,年轻人。
τίς δὲ ὢν δεῦρο ἀφῖξαι πρὸς ἡμᾶς;
你是谁,到我们这里来做什么?
ἢ τίνας ταύτας ἄγεις τὰς γυναῖκας;
你带来的这些女人又是谁?
οὐ γὰρ ἐπιτήδειαι ὀρεοπολεῖν, οὕτως γε οὖσαι καλαί.
她们长得如此美丽,可不适合在山里跋涉。
Ἑρμῆς
ἀλλʼ οὐ γυναῖκές εἰσιν, Ἥραν δέ, ὦ Πάρι, καὶ Ἀθηνᾶν καὶ Ἀφροδίτην ὁρᾷς· κἀμὲ τὸν Ἑρμῆν ἀπέστειλεν ὁ Ζεύς — ἀλλὰ τί τρέμεις καὶ ὠχριᾷς;
赫尔墨斯:她们可不是普通的女人,帕里斯,你看到的是赫拉、雅典娜和阿佛洛狄忒;而我是赫尔墨斯,宙斯派我来的——但你为什么发抖而且脸色苍白?
μὴ δέδιθι· χαλεπὸν γὰρ οὐδέν.
不要害怕,没什么可怕的。
κελεύει δέ σε δικαστὴν γενέσθαι τοῦ κάλλους αὐτῶν· ἐπεὶ γάρ,
φησί,
καλός τε αὐτὸς εἶ καὶ σοφὸς τὰ ἐρωτικά, σοὶ τὴν γνῶσιν ἐπιτρέπω.
他命令你做她们美貌的裁判;他说:“因为你本人既英俊,又通晓恋爱之事,所以我将裁决权托付给你。
τοῦ δὲ ἀγῶνος τὸ ἆθλον εἴσῃ ἀναγνοὺς τὸ μῆλον.
”而竞赛的奖品,你读一读那颗苹果就会知道。
Πάρις
φέρʼ ἴδω τί καὶ βούλεται.
帕里斯:拿来让我看看它写了什么。
ἡ καλή,
φησίν,
λαβέτω.
“让美丽的那个,”它说,“拿去。
πῶς ἂν οὖν, ὦ δέσποτα Ἑρμῆ, δυνηθείην ἐγὼ θνητὸς αὐτὸς καὶ ἀγροῖκος ὢν δικαστὴς γενέσθαι παραδόξου θέας καὶ μείζονος ἢ κατὰ βουκόλον;
”那么,主公赫尔墨斯,我一个凡人,又是粗鄙的山野村民,怎能成为如此非凡奇景的裁判?
τὰ γὰρ τοιαῦτα κρίνειν τῶν ἁβρῶν μᾶλλον καὶ ἀστικῶν·
这实在是超出了牧人的本分。
τὸ δὲ ἐμόν, αἶγα μὲν αἰγὸς ὁποτέρα ἡ καλλίων καὶ δάμαλιν ἄλλης δαμάλεως, τάχʼ ἂν δικάσαιμι κατὰ τὴν τέχνην·
评判这类事情更属于那些娇贵和城里人的差事;至于我的本行,判定两只山羊中哪一只更美,或者一头小母牛与另一头相比,我或许能凭手艺做个裁决。