- 底本
- Lucian, Vol. 3. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1921.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg032.humanitext-grc2:5-7
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
ヘルメスたち一行はイデ山に到着し、裁判官となるパリスを見つける。ヘルメスはかつてのガニュメデス誘拐の思い出を語りつつ、パリスに美の審査というゼウスの命令を伝えるが、パリスは己の未熟さを理由に困惑する。
Ἑρμῆς ἀλλὰ μεταξὺ λόγων1 ἤδη πολὺ προϊόντες ἀπεσπάσαμεν τῶν ἀστέρων καὶ σχεδόν γε κατὰ τὴν Φρυγίαν ἐσμέν. ἐγὼ δὲ καὶ τὴν Ἴδην ὁρῶ καὶ τὸ Γάργαρον ὅλον ἀκριβῶς, εἰ δὲ μὴ ἐξαπατῶμαι, καὶ αὐτὸν ὑμῶν τὸν δικαστὴν τὸν Πάριν. Ἥρα ποῦ δέ ἐστιν; οὐ γὰρ κἀμοὶ φαίνεται. Ἑρμῆς ταύτῃ, ὦ Ἥρα, πρὸς τὰ λαιὰ περισκόπει, μὴ πρὸς ἄκρῳ τῷ ὄρει, παρὰ δὲ τὴν πλευράν, οὗ τὸ ἄντρον, ἔνθα καὶ τὴν ἀγέλην ὁρᾷς. Ἥρα ἀλλʼ οὐχ ὁρῶ τὴν ἀγέλην. Ἑρμῆς πῶς φής; οὐχ ὁρᾷς βοίδια κατὰ τὸν ἐμὸν οὑτωσὶ δάκτυλον ἐκ μέσων τῶν πετρῶν προερχόμενα καί τινα ἐκ τοῦ σκοπέλου καταθέοντα καλαύροπα ἔχοντα καὶ ἀνείργοντα μὴ πρόσω διασκίδνασθαι2 τὴν ἀγέλην; Ἥρα ὁρῶ νῦν, εἴ γε ἐκεῖνός ἐστιν. Ἑρμῆς ἀλλὰ ἐκεῖνος. ἐπειδὴ δὲ πλησίον ἤδη ἐσμέν, ἐπὶ τῆς γῆς, εἰ δοκεῖ, καταστάντες βαδίζωμεν, ἵνα μὴ διαταράξωμεν αὐτὸν ἄνωθεν ἐξ ἀφανοῦς καθιπτάμενοι. Ἥρα εὖ λέγεις, καὶ οὕτω ποιῶμεν. ἐπεὶ δὲ καταβεβήκαμεν, ὥρα σοι, ὦ Ἀφροδίτη, προϊέναι καὶ ἡγεῖσθαι ἡμῖν τῆς ὁδοῦ· σὺ γὰρ ὡς τὸ εἰκὸς ἔμπειρος εἶ τοῦ χωρίου πολλάκις, ὡς λόγος, κατελθοῦσα πρὸς Ἀγχίσην. Ἀφροδίτη οὐ σφόδρα, ὦ Ἥρα, τούτοις ἄχθομαι τοῖς σκώμμασιν.
ヘルメス: しかし、そうこうしているうちに、私たちは語らいながらすでに大分進んで星々を離れ、ほぼフリュギアに達しました。私にはイデ山もガルガロス全体もはっきりと見えますし、見間違いでなければ、あなた方の裁判官であるあのパリス自身も見えます。 ヘラ: どこにいるのですか?私には見えませんが。 ヘルメス: あちらです、ヘラよ、左の方をよく見てください。山の頂ではなく、山腹の、洞窟のあるあたりです。そこにはあなたにも家畜の群れが見えるでしょう。 ヘラ: いいえ、群れは見えません。 ヘルメス: 何とおっしゃるのですか?私がこうして指し示している指の方向に、岩の間から進み出てくる子牛たちや、見晴らし台から駆け下りてきて、杖を手に群れが遠くへ散らばらないよう遮っている男が見えませんか? ヘラ: 見えました、あれがその男なら。 ヘルメス: まさに彼です。もう近づきましたから、よろしければ地上に降り立って歩いていきましょう。上空から姿を消したところから突然舞い降りて、彼を驚かせないように。 ヘラ: もっともな提案です、そうしましょう。降り立ったからには、アプロディテよ、あなたが先頭に立って道案内をする時ですね。あなたは噂によれば、何度もアンキセスのところへ降りて行ったので、この土地には当然詳しいのでしょうから。 アプロディテ: ヘラよ、私はそのようなからかいを、それほど気に病みはしませんわ。
Ἑρμῆς ἀλλʼ οὖν ἐγὼ ὑμῖν ἡγήσομαι· καὶ γὰρ αὐτὸς ἐνδιέτριψα τῇ Ἴδῃ, ὁπότε δὴ ὁ Ζεὺς ἤρα τοῦ μειρακίου τοῦ Φρυγός, καὶ πολλάκις δεῦρο ἦλθον ὑπʼ ἐκείνου καταπεμφθεὶς εἰς ἐπισκοπὴν τοῦ παιδός. καὶ ὁπότε γε ἤδη ἐν τῷ ἀετῷ ἦν, συμπαριπτάμην αὐτῷ καὶ συνεκούφιζον τὸν καλόν, καὶ εἴ γε μέμνημαι, ἀπὸ ταυτησὶ τῆς πέτρας αὐτὸν ἀνήρπασεν. ὁ μὲν γὰρ ἔτυχε τότε συρίζων πρὸς τὸ ποίμνιον, καταπτάμενος δὲ ὄπισθεν αὐτοῦ ὁ Ζεὺς κούφως μάλα τοῖς ὄνυξι περιβαλὼν καὶ τῷ στόματι τὴν ἐπὶ τῇ κεφαλῇ τιάραν ἔχων ἀνέφερε τὸν παῖδα τεταραγμένον καὶ τῷ τραχήλῳ ἀπεστραμμένῳ εἰς αὐτὸν ἀποβλέποντα. τότε οὖν ἐγὼ τὴν σύριγγα λαβών, ἀποβεβλήκει γὰρ αὐτὴν ὑπὸ τοῦ δέους — ἀλλὰ γὰρ ὁ διαιτητὴς οὑτοσὶ πλησίον, ὥστε προσείπωμεν αὐτόν.
ヘルメス: では、私が案内しましょう。私自身も、ゼウスがあのフリュギアの美少年を愛したときに、イデ山で時を過ごしましたし、彼からあの少年の様子を見るよう送られて、何度もここへ来ましたから。彼がすでに鷲(の姿)になっていたときには、私も並んで飛び、あの美少年を持ち上げるのを手伝いました。私の記憶が確かであれば、まさにこちらの岩から彼をさらったのです。彼は当時、群れに向かって笛を吹いていましたが、ゼウスは彼の背後にそっと舞い降り、爪でごく優しく抱え込み、頭のターバンを嘴でくわえて、怯える少年を連れ去りました。少年は首をねじ曲げて、ゼウスを見上げていました。その時、私は彼が恐怖のあまり落とした笛を拾ったのですが――。だが、ほら、あの仲裁人がすぐ近くにいる。だから彼に話しかけよう。
Ἑρμῆς χαῖρε, ὦ βουκόλε. Πάρις νὴ καὶ σύ γε, ὦ νεανίσκε. τίς δὲ ὢν δεῦρο ἀφῖξαι πρὸς ἡμᾶς; ἢ τίνας ταύτας ἄγεις τὰς γυναῖκας; οὐ γὰρ ἐπιτήδειαι ὀρεοπολεῖν, οὕτως γε οὖσαι καλαί. Ἑρμῆς ἀλλʼ οὐ γυναῖκές εἰσιν, Ἥραν δέ, ὦ Πάρι, καὶ Ἀθηνᾶν καὶ Ἀφροδίτην ὁρᾷς· κἀμὲ τὸν Ἑρμῆν ἀπέστειλεν ὁ Ζεύς — ἀλλὰ τί τρέμεις καὶ ὠχριᾷς; μὴ δέδιθι· χαλεπὸν γὰρ οὐδέν. κελεύει δέ σε δικαστὴν γενέσθαι τοῦ κάλλους αὐτῶν· ἐπεὶ γάρ, φησί, καλός τε αὐτὸς εἶ καὶ σοφὸς τὰ ἐρωτικά, σοὶ τὴν γνῶσιν ἐπιτρέπω. τοῦ δὲ ἀγῶνος τὸ ἆθλον εἴσῃ ἀναγνοὺς τὸ μῆλον. Πάρις φέρʼ ἴδω τί καὶ βούλεται. ἡ καλή, φησίν, λαβέτω. πῶς ἂν οὖν, ὦ δέσποτα Ἑρμῆ, δυνηθείην ἐγὼ θνητὸς αὐτὸς καὶ ἀγροῖκος ὢν δικαστὴς γενέσθαι παραδόξου θέας καὶ μείζονος ἢ κατὰ βουκόλον;3 τὰ γὰρ τοιαῦτα κρίνειν τῶν ἁβρῶν μᾶλλον καὶ ἀστικῶν· τὸ δὲ ἐμόν, αἶγα μὲν αἰγὸς ὁποτέρα ἡ καλλίων καὶ δάμαλιν ἄλλης δαμάλεως, τάχʼ ἂν δικάσαιμι κατὰ τὴν τέχνην·
ヘルメス: 健勝なれ、牧人よ。 パリス: あなたもな、若者よ。ところで、おまえは誰で、ここ私たちのところへ来たのだ?また、連れているこの女たちは誰だ?このように美しい方々は、山歩きをするにはふさわしくないが。 ヘルメス: いや、彼女たちは人間の女ではありません。パリスよ、あなたが見ているのはヘラ、アテナ、アプロディテです。そして私、ヘルメスをゼウスが遣わしたのです――だが、なぜ震えて青ざめているのです?恐れることはありません、恐ろしいことなど何もないのだから。ゼウスは、彼女たちの美の裁判官におまえがなるよう命じているのです。「おまえ自身が美しく、また恋愛の事柄に精通しているのであるから、おまえに判断を委ねる」とゼウスは言っています。争いの賞品が何であるかは、その林檎を読めばわかるでしょう。 パリス: どれ、それが何を望んでいるのか見てみよう。「美しい者が受け取るべし」とあるな。しかし、主君ヘルメスよ、私のような凡夫であり田舎者である者が、どうしてこのようなおよそ信じがたい、牧人の身に余る光景の裁判官になれるでしょうか?このような事柄を判定するのは、むしろ優雅な都会の人々のすることです。私の専門であれば、二頭の山羊のうちどちらが美しいか、あるいは一方の若い雌牛を他方と比べることなら、技術に基づいてすぐに判定できるでしょうが。
- 5μεταξὺ λόγων
「話の途中で」「そうこうしているうちに」を意味する慣用句。対話の進行中、物理的な移動や状況の変化があったことを示すために文脈を切り替える役割を持つ。
- 5ἀνείργοντα μὴ πρόσω διασκίδνασθαι
阻止・妨害を意味する動詞(ここでは分詞 ἀνείργοντα)の目的語となる不定詞節において、否定の μή が添えられて「〜しないように防ぐ」という意味を形成する。この μή は「冗長な否定(redundant negative)」であり、日本語などの「〜を妨げる」という否定的なニュアンスを文法的に補強するものである。
- 7μείζονος ἢ κατὰ βουκόλον
比較級(μείζονος)の直後に「ἢ κατά + 対格」が置かれることで、「〜の能力(身分)に比して大きすぎる」「〜の手に余る」という不釣り合い(disproportion)を表現する典型的な構文である。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(3 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 訳文 3 件
