Humanitext Reader

琉善 · 女神的审判 §8-12

女神们的裸体审评与赫拉及雅典娜的利诱

第 3 段,共 4 段 · 希腊语

内容简介

帕里斯因女神们绝伦的美貌而无从抉择,要求她们脱去衣服以求精确裁判。随后,他先后对赫拉和雅典娜进行单独审查,两位女神分别许以亚洲的统治权和战斗的胜利企图收买他,但帕里斯不为所动,继续审查。

§8Πάρις αὗται δὲ πᾶσαί τε ὁμοίως καλαὶ καὶ οὐκ οἶδʼ ὅπως ἄν τις ἀπὸ τῆς ἑτέρας ἐπὶ τὴν ἑτέραν μεταγάγοι τὴν ὄψιν ἀποσπάσας· οὐ γὰρ ἐθέλει ἀφίστασθαι ῥᾳδίως, ἀλλʼ ἔνθα ἂν ἀπερείσῃ τὸ πρῶτον, τούτου ἔχεται καὶ τὸ παρὸν ἐπαινεῖ· κἂν ἐπʼ ἄλλο μεταβῇ, κἀκεῖνο καλὸν ὁρᾷ καὶ παραμένει, καὶ ὑπὸ τῶν πλησίον παραλαμβάνεται.
帕里斯:她们全都同样美丽,我不知道该如何把目光从这一个身上挪开,再转移到另一个身上;因为目光不愿轻易离开,而是最先落在哪儿,就紧盯着哪里,并赞美眼前之物;即使转移到另一个身上,也会觉得那个同样美丽而停留下来,又被相邻的美貌所吸引。
καὶ ὅλως περικέχυταί μοι τὸ κάλλος αὐτῶν καὶ ὅλον περιείληφέ με καὶ ἄχθομαι, ὅτι μὴ καὶ αὐτὸς ὥσπερ ὁ Ἄργος ὅλῳ βλέπειν δύναμαι τῷ σώματι.
总之,她们的美貌已将我彻底笼罩,完全将我征服,我真懊恼自己不能像阿尔戈斯那样用全身来观看。
δοκῶ δʼ ἄν μοι καλῶς δικάσαι πάσαις ἀποδοὺς τὸ μῆλον.
我想,如果把苹果分给她们所有人,我才能做出公正的判决。
καὶ γὰρ αὖ καὶ τόδε, ταύτην μὲν εἶναι συμβέβηκεν τοῦ Διὸς ἀδελφὴν καὶ γυναῖκα, ταύτας δὲ θυγατέρας· πῶς οὖν οὐ χαλεπὴ καὶ οὕτως ἡ κρίσις;
而且还有这一点:这位碰巧是宙斯的姐姐兼妻子,而那两位是他的女儿;既然如此,这裁判又怎能不艰难呢?
Ἑρμῆς οὐκ οἶδα· πλὴν οὐχ οἷόν τε ἀναδῦναι πρὸς τοῦ Διὸς κεκελευσμένον.
赫尔墨斯:我不知道;但既然是宙斯所命令的,就无法推脱。
§9Πάρις ἓν τοῦτο, ὦ Ἑρμῆ, πεῖσον αὐτάς, μὴ χαλεπῶς ἔχειν μοι τὰς δύο τὰς νενικημένας, ἀλλὰ μόνων τῶν ὀφθαλμῶν ἡγεῖσθαι τὴν διαμαρτίαν.
帕里斯:赫尔墨斯,就这一件事,请替我劝劝她们,让落败的那两位不要怪罪我,而只当成是我眼睛的过错。
Ἑρμῆς οὕτω φασὶ ποιήσειν· ὥρα δέ σοι ἤδη περαίνειν τὴν κρίσιν.
赫尔墨斯:她们说会这样做的;现在该是你完成裁决的时候了。
Πάρις πειρασόμεθα· τί γὰρ ἂν καὶ πάθοι τις;
帕里斯:那我就试一试吧;事已至此,还能怎么办呢?
ἐκεῖνο δὲ πρότερον εἰδέναι βούλομαι, πότερʼ ἐξαρκέσει σκοπεῖν αὐτὰς ὡς ἔχουσιν, ἢ καὶ ἀποδῦσαι δεήσει πρὸς τὸ ἀκριβὲς τῆς ἐξετάσεως;
不过我想先知道这件事:是像现在这样看着她们就行,还是为了准确审查,必须让她们脱下衣服?
Ἑρμῆς τοῦτο μὲν σὸν ἂν εἴη τοῦ δικαστοῦ, καὶ πρόσταττε ὅπη καὶ θέλεις.
赫尔墨斯:这属于你裁判官的权力,你想怎么要求就怎么要求。
Πάρις ὅπη καὶ θέλω;
帕里斯:我想怎么要求都行?
γυμνὰς ἰδεῖν βούλομαι.
我想看她们裸体的样子。
Ἑρμῆς ἀπόδυτε, ὦ αὗται·
赫尔墨斯:诸位,脱衣服吧。
σὺ δʼ ἐπισκόπει· ἐγὼ δὲ ἀπεστράφην.
你来仔细瞧,我可转过身去了。
§10Ἀφροδίτη καλῶς, ὦ Πάρι· καὶ πρώτη γε ἀποδύσομαι, ὅπως μάθῃς ὅτι μὴ μόνας ἔχω τὰς ὠλένας λευκὰς μηδὲ τῷ βοῶπις εἶναι μέγα φρονῶ, ἐπʼ ἴσης δέ εἰμι πᾶσα καὶ ὁμοίως καλή.
阿佛洛狄忒:很好,帕里斯;我来第一个脱,好让你知道,我可不仅是手臂白皙,也并不以“牛眼”自傲,而是全身上下都同样美丽。
Ἀθήνα μὴ πρότερον ἀποδύσῃς αὐτήν, ὦ Πάρι, πρὶν ἂν τὸν κεστὸν ἀπόθηται — φαρμακὶς γάρ ἐστιν — μή σε καταγοητεύσῃ διʼ αὐτοῦ.
雅典娜:帕里斯,在她解下那条腰带之前,千万别让她脱衣服——因为她是个妖女——免得她用腰带迷惑了你。
καίτοι γε ἐχρῆν μηδὲ οὕτω κεκαλλωπισμένην παρεῖναι μηδὲ τοσαῦτα ἐντετριμμένην χρώματα καθάπερ ὡς ἀληθῶς ἑταίραν τινά, ἀλλὰ γυμνὸν τὸ κάλλος ἐπιδεικνύειν.
其实,她本就不该像个真正的妓女那样打扮得如此花哨、涂抹那么多脂粉来这里,而应该展示赤裸裸的美丽。
Πάρις Εὖ λέγουσι τὸ περὶ τοῦ κεστοῦ, καὶ ἀπόθου.
帕里斯:关于腰带的话说得对,你把它解下来吧。
Ἀφροδίτη τί οὖν οὐχὶ καὶ σύ, ὦ Ἀθηνᾶ, τὴν κόρυν ἀφελοῦσα ψιλὴν τὴν κεφαλὴν ἐπιδεικνύεις, ἀλλʼ ἐπισείεις τὸν λόφον καὶ τὸν δικαστὴν φοβεῖς;
阿佛洛狄忒:那么,雅典娜,你为什么不也摘下头盔,露出光着的脑袋,反而抖动盔饰来吓唬裁判呢?
ἢ δέδιας μή σοι ἐλέγχηται τὸ γλαυκὸν τῶν ὀμμάτων ἄνευ τοῦ φοβεροῦ βλεπόμενον;
还是你害怕,要是没有了那副威严的外表,你那双灰蓝色的眼睛就会露馅?
Ἀθήνα ἰδού σοι ἡ κόρυς αὕτη ἀφῄρηται.
雅典娜:瞧,头盔已经摘下来了。
Ἀφροδίτη ἰδοὺ καί σοι ὁ κεστός.
阿佛洛狄忒:瞧,腰带也解下来了。
Ἥρα ἀλλὰ ἀποδυσώμεθα.
赫拉:那我们也脱吧。
§11Πάρις ὦ Ζεῦ τεράστιε τῆς θέας, τοῦ κάλλους, τῆς ἡδονῆς.
帕里斯:噢,神奇的宙斯啊! 这景象、这美貌、这欢愉!
οἵα μὲν ἡ παρθένος, ὡς δὲ βασιλικὸν αὕτη καὶ σεμνὸν ἀπολάμπει καὶ ἀληθῶς ἄξιον τοῦ Διός, ἥδε δὲ ὁρᾷ ἡδύ τι καὶ γλαφυρόν, καὶ προσαγωγὸν ἐμειδίασεν — ἀλλʼ ἤδη μὲν ἅλις ἔχω τῆς εὐδαιμονίας· εἰ δοκεῖ δέ, καὶ ἰδίᾳ καθʼ ἑκάστην ἐπιδεῖν βούλομαι, ὡς νῦν γε ἀμφίβολός εἰμι καὶ οὐκ οἶδα πρὸς ὅ τι ἀποβλέψω, πάντῃ τὰς ὄψεις περισπώμενος.
这位处女(雅典娜)多么庄严,这一位(赫拉)散发出多么高贵威严的光芒,真是配得上宙斯,而这一位(阿佛洛狄忒)眼神多么甜美文雅,还带着诱人的微笑——不过我现在已经感到幸福得无以复加了;如果可以,我想单独审视她们每一位,因为现在我犹豫不决,不知道该看哪里,目光完全被拉扯到各个方向。
Ἀφροδίτη οὕτω ποιῶμεν.
阿佛洛狄忒:我们就这么办。
Πάρις ἄπιτε οὖν αἱ δύο· σὺ δέ, ὦ Ἥρα, περίμενε.
帕里斯:那么,你们两位先退下;赫拉,你留下。
Ἥρα περιμενῶ, κἀπειδάν με ἀκριβῶς ἴδῃς, ὥρα σοι καὶ τἄλλα ἤδη σκοπεῖν εἰ καλά σοι, τὰ δῶρα τῆς ψήφου τῆς ἐμῆς.
赫拉:我会留下的,等你仔细看完了我,就该考虑其他对你来说是否美妙的事物了——也就是我这一票所带来的回报。
ἢν γάρ με, ὦ Πάρι, δικάσῃς εἶναι καλήν, ἁπάσης ἔσῃ τῆς Ἀσίας δεσπότης.
帕里斯,如果你判我为最美,你将成为全亚洲的主宰。
Πάρις οὐκ ἐπὶ δώροις μὲν τὰ ἡμέτερα.
帕里斯:我的决定可不是靠收受礼物的。
πλὴν ἄπιθι· πεπράξεται γὰρ ἅπερ ἂν δοκῇ.
不过你请退下吧,因为我认为妥当的事自会付诸实行。
§12Πάρις σὺ δὲ πρόσιθι ἡ Ἀθηνᾶ.
帕里斯:雅典娜,你过来吧。
Ἀθήνα παρέστηκά σοι, καὶ ἤν με, ὦ Πάρι, δικάσῃς καλήν, οὔποτε ἥττων ἄπει ἐκ μάχης, ἀλλʼ ἀεὶ κρατῶν· πολεμιστὴν γάρ σε καὶ νικηφόρον ἀπεργάσομαι.
雅典娜:我已经站在你面前了,帕里斯,如果你判定我最美,你将永远不会在战斗中落败,而将永远克敌制胜;因为我会把你塑造成一个战无不胜的勇士。
Πάρις οὐδέν, ὦ Ἀθηνᾶ, δεῖ μοι πολέμου καὶ μάχης· εἰρήνη γάρ, ὡς ὁρᾷς, τὰ νῦν ἐπέχει τὴν Φρυγίαν τε καὶ Λυδίαν καὶ ἀπολέμητος ἡμῖν ἡ τοῦ πατρὸς ἀρχή.
帕里斯:雅典娜,我根本不需要战争和打斗;因为如你所见,如今和平正笼罩着弗里吉亚和吕底亚,我父亲的疆土安享太平。
θάρρει δέ· οὐ μειονεκτήσεις γάρ, κἂν μὴ ἐπὶ δώροις δικάζωμεν.
不过请放心,即便我们不为收礼而裁判,你也不会吃亏。
ἀλλʼ ἔνδυθι ἤδη καὶ ἐπίθου τὴν κόρυν· ἱκανῶς γὰρ εἶδον.
现在穿上衣服戴上头盔吧,因为我已经看够了。
τὴν Ἀφροδίτην παρεῖναι καιρός.
该轮到阿佛洛狄忒过来了。

词汇与语法注释

  1. §8ὅπως ἄν τις ... μεταγάγοι — 间接疑问句中的 ἄν 加上希求语气(潜在希求)。由于主句使用现在时(οὐκ οἶδα),此结构表示话者主观上的某种潜在可能性或不可能性(“人们怎能移开目光……”)。
  2. §8ὅτι μὴ ... δύναμαι — 引导原因从句的 ὅτι,接在表示情感的动词 ἄχθομαι 之后。否定词使用 μή 而非 οὐ,用以强调主观感受或某种假定性的“无法做到”的状态。
  3. §10τῷ βοῶπις εἶναι — 带有冠词与格的不定式(冠词性不定式),表示原因(“因为是……”)。不定式的表语 βοῶπις 使用主格,因为它与主句的主语(阿佛洛狄忒)保持一致。此处也是阿佛洛狄忒对赫拉著名的荷马式修饰语(“牛眼的”)的讽刺。
  4. §11τῆς θέας, τοῦ κάλλους, τῆς ἡδονῆς — 感叹属格。随着对神明的呼唤(ὦ Ζεῦ τεράστιε),这些属格用以表示让说话者惊叹的对象或原因。

引用这一段

琉善, 女神的审判 §8-12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg032.humanitext-grc2:8-12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。