Humanitext Reader

琉善 · 女神的审判 §1-4

宙斯的指令与前往帕里斯途中的交谈

第 1 段,共 4 段 · 希腊语

内容简介

宙斯命令赫尔墨斯带领三位女神前往弗里吉亚的帕里斯处进行美之裁决。在路上,女神们与赫尔墨斯就帕里斯的性格和私事展开了对话。

§1Ζεύς Ἑρμῆ, λαβὼν τουτὶ τὸ μῆλον ἄπιθι εἰς τὴν Φρυγίαν παρὰ τὸν Πριάμου παῖδα τὸν βουκόλον — νέμει δὲ τῆς Ἴδης ἐν τῷ Γαργάρῳ — καὶ λέγε πρὸς αὐτόν, ὅτι σέ, ὦ Πάρι, κελεύει ὁ Ζεύς, ἐπειδὴ καλός τε αὐτὸς εἶ καὶ σοφὸς τὰ ἐρωτικά, δικάσαι ταῖς θεαῖς, ἥτις αὐτῶν ἡ καλλίστη ἐστίν· τοῦ δὲ ἀγῶνος τὸ ἆθλον ἡ νικῶσα λαβέτω τὸ μῆλον.
宙斯:赫尔墨斯,拿着这颗苹果,到弗里吉亚去,找普里阿摩斯的儿子,那个牧人——他在伊达山的加尔加罗斯放牧——并对他说: “帕里斯,宙斯命令你,因为你本人既英俊,又通晓恋爱之事,为女神们作出裁决,看她们中谁是最美丽的;而作为这场竞赛的奖品,让获胜的女仙拿走这颗苹果。
ὥρα δὲ ἤδη καὶ ὑμῖν αὐταῖς ἀπιέναι παρὰ τὸν δικαστήν· ἐγὼ γὰρ ἀπωθοῦμαι τὴν δίαιταν ἐπʼ ἴσης τε ὑμᾶς ἀγαπῶν, καὶ εἴ γε οἷόν τε ἦν, ἡδέως ἂν ἁπάσας νενικηκυίας ἰδών.
” 现在也是你们自己动身去裁判那里的时候了;因为我回绝了这场仲裁,由于我同样深爱着你们,如果可能的话,我真乐意看到你们所有人都是获胜者。
ἄλλως τε καὶ ἀνάγκη, μιᾷ τὸ καλλιστεῖον ἀποδόντα πάντως ἀπεχθάνεσθαι ταῖς πλείοσιν.
尤其是,把最高的美丽奖赏赐给一个人,就必然会招致大多数人的怨恨。
διὰ ταῦτα αὐτὸς μὲν οὐκ ἐπιτήδειος ὑμῖν δικαστής, ὁ δὲ νεανίας οὗτος ὁ Φρὺξ ἐφʼ ὃν ἄπιτε βασιλικὸς μέν ἐστι καὶ Γανυμήδους τουτουὶ συγγενής, τὰ ἄλλα δὲ ἀφελὴς καὶ ὄρειος, κοὐκ ἄν τις αὐτὸν ἀπαξιώσειε τοιαύτης θέας.
因此,我自己并不是适合你们的裁判;但你们要去拜访的这位弗里吉亚青年虽出身王室,且是这边这位甘尼美德斯的亲戚,但在其他方面他却是个单纯的山里人,没有人会认为他不配见证这样的美景。
§2Ἀφροδίτη ἐγὼ μέν, ὦ Ζεῦ, εἰ καὶ τὸν Μῶμον αὐτὸν ἐπιστήσειας ἡμῖν δικαστήν, θαρροῦσα βαδιοῦμαι πρὸς τὴν ἐπίδειξιν· τί γὰρ ἂν καὶ μωμήσαιτό μου;
阿佛洛狄忒:对我来说,宙斯啊,即使你让莫摩斯本人来担任我们的裁判,我也会满怀信心地去参加这场展示;因为他能挑出我什么毛病呢?
χρὴ δὲ καὶ ταύταις ἀρέσκειν τὸν ἄνθρωπον.
不过,那个凡人也得取悦这两位才行。
Ἥρα οὐδʼ ἡμεῖς, ὦ Ἀφροδίτη, δέδιμεν, οὐδʼ ἂν ὁ Ἄρης ὁ σὸς ἐπιτραπῇ τὴν δίαιταν· ἀλλὰ δεχόμεθα καὶ τοῦτον, ὅστις ἂν ᾖ, τὸν Πάριν.
赫拉:我们也不害怕,阿佛洛狄忒,哪怕是你的阿瑞斯被托付来做这个判决;相反,我们接受这个帕里斯,无论他是谁。
Ζεύς ἦ καὶ σοὶ ταῦτα, ὦ θύγατερ, συνδοκεῖ;
宙斯:女儿,你也赞同吗?
τί φής;
你怎么说?
ἀποστρέφῃ καὶ ἐρυθριᾷς;
你转过脸去而且脸红了?
ἔστι μὲν ἴδιον τὸ αἰδεῖσθαι τὰ τοιαῦτα ὑμῶν τῶν παρθένων· ἐπινεύεις δʼ ὅμως.
在这种事情上害羞是你们这些处女的特征;但你还是点头了。
ἄπιτε οὖν καὶ μὴ χαλεπήνητε τῷ δικαστῇ αἱ νενικημέναι μηδὲ κακὸν ἐντρίψησθε τῷ νεανίσκῳ· οὐ γὰρ οἷόν τε ἐπʼ ἴσης πάσας εἶναι καλάς.
去吧,被击败的人不要对裁判发怒,也不要给那个青年带来祸害;因为你们所有人不可能都同样美丽。
§3Ἑρμῆς προΐωμεν εὐθὺ τῆς Φρυγίας, ἐγὼ μὲν ἡγούμενος, ὑμεῖς δὲ μὴ βραδέως ἀκολουθεῖτέ μοι καὶ θαρρεῖτε.
赫尔墨斯:让我们直奔弗里吉亚吧,由我带路,你们可别迟缓,跟着我,放心吧。
οἶδα ἐγὼ τὸν Πάριν.
我了解帕里斯。
νεανίας ἐστὶ καλὸς καὶ τἄλλα ἐρωτικὸς καὶ τὰ τοιαῦτα κρίνειν ἱκανώτατος.
他是个英俊的青年,而且在其他方面也很多情,极善于评判此类事情。
οὐκ ἂν ἐκεῖνος δικάσειεν κακῶς.
他决不会做出糟糕的裁决。
Ἀφροδίτη τοῦτο μὲν ἅπαν ἀγαθὸν καὶ πρὸς ἐμοῦ λέγεις, τὸ δίκαιον ἡμῖν εἶναι τὸν δικαστήν· πότερα δὲ ἄγαμός ἐστιν οὗτος ἢ καὶ γυνή τις αὐτῷ σύνεστιν;
阿佛洛狄忒:这对我来说都是极好的、有利的消息,也就是裁判对我们是公正的;不过,他是未婚,还是已经有女人和他生活在一起了?
Ἑρμῆς οὐ παντελῶς ἄγαμος, ὦ Ἀφροδίτη.
赫尔墨斯:不完全是未婚,阿佛洛狄忒。
Ἀφροδίτη πῶς λέγεις;
阿佛洛狄忒:这是什么意思?
Ἑρμῆς δοκεῖ τις αὐτῷ συνοικεῖν Ἰδαία γυνή, ἱκανὴ μέν, ἀγροῖκος δὲ καὶ δεινῶς ὄρειος, ἀλλʼ οὐ σφόδρα προσέχειν αὐτῇ ἔοικε.
赫尔墨斯:似乎有个伊达山的女人和他同居,长得倒还可以,但很土气,而且野性十足;不过,他似乎对她并不太在意。
τίνος δʼ οὖν ἕνεκα ταῦτα ἐρωτᾷς;
但你到底为什么要问这个呢?
Ἀφροδίτη ἄλλως ἠρόμην.
阿佛洛狄忒:我只是顺便问问。
§4Ἀθήνα παραπρεσβεύεις, ὦ οὗτος, ἰδίᾳ πάλαι ταύτῃ κοινολογούμενος.
雅典娜:喂,你这人,你失职了,老早就跟这女人在私底下说悄悄话。
Ἑρμῆς οὐδέν, ὦ Ἀθηνᾶ, δεινὸν οὐδὲ καθʼ ὑμῶν, ἀλλʼ ἤρετό με εἰ ἄγαμος ὁ Πάρις ἐστίν.
赫尔墨斯:没什么大不了的,雅典娜,也没有针对你们,她只是问我帕里斯是不是未婚。
Ἀθήνα ὡς δὴ τί τοῦτο πολυπραγμονοῦσα;
雅典娜:她打听这个到底想干什么?
Ἑρμῆς οὐκ οἶδα· φησὶ δʼ οὖν ὅτι ἄλλως ἐπελθόν, οὐκ ἐξεπίτηδες ἤρετο.
赫尔墨斯:我不知道;反正她说只是随口一问,并非故意打听。
Ἀθήνα τί οὖν;
雅典娜:那又怎样?
ἄγαμός ἐστιν;
他是未婚吗?
Ἑρμῆς οὐ δοκεῖ.
赫尔墨斯:似乎不是。
Ἀθήνα τί δέ; τῶν πολεμικῶν ἐστιν αὐτῷ ἐπιθυμία καὶ φιλόδοξός τις, ἢ τὸ πᾶν βουκόλος;
雅典娜:那么,他渴望军事,并有些雄心壮志吗? 还是完全是个牧羊人?
Ἑρμῆς τὸ μὲν ἀληθὲς οὐκ ἔχω εἰπεῖν, εἰκάζειν δὲ χρὴ νέον ὄντα καὶ τούτων ὀρέγεσθαι τυχεῖν καὶ βούλεσθαι ἂν πρῶτον αὐτὸν εἶναι κατὰ τὰς μάχας.
赫尔墨斯:确切的情况我没法说,但既然他年轻,想必应该是在渴望获得这些,并希望自己在战斗中成为第一人。
Ἀφροδίτη ὁρᾷς, οὐδὲν ἐγὼ μέμφομαι οὐδὲ ἐγκαλῶ σοι τὸ πρὸς ταύτην ἰδίᾳ λαλεῖν· μεμψιμοίρων γὰρ καὶ οὐκ Ἀφροδίτης τὰ τοιαῦτα.
阿佛洛狄忒:你看,我一点也不抱怨,也不责怪你私下和她说话;因为这种行为属于那些怨天尤人的人,不属于阿佛洛狄忒。
Ἑρμῆς καὶ αὕτη σχεδὸν τὰ αὐτά με ἤρετο· διὸ μὴ χαλεπῶς ἔχε μηδʼ οἴου μειονεκτεῖν, εἴ τι καὶ ταύτῃ κατὰ τὸ ἁπλοῦν ἀπεκρινάμην.
赫尔墨斯:她也向我问了几乎同样的事情;所以,请不要生气,也不要以为自己处于劣势,如果我也只是坦率地回答了她。

词汇与语法注释

  1. §1σοφὸς τὰ ἐρωτικά — 关系宾格(accusative of respect/limitation)τὰ ἐρωτικά 修饰形容词 σοφός,表示“在恋爱之事上聪慧、通晓”。
  2. §1ἡδέως ἂν ἁπάσας νενικηκυίας ἰδών — 分词 ἰδών 与语气小词 ἂν 连用,与条件句 εἴ γε οἷόν τε ἦν(违背事实条件)相呼应,构成虚拟语气的归结,意为“(如果可能的话)我真乐意看到她们所有人都是获胜者”。完成时分词 νενικηκυίας 作知觉动词 ἰδών 的宾语补足语。
  3. §1μιᾷ τὸ καλλιστεῖον ἀποδόντα — 宾格分词 ἀποδόντα 作为不定式 ἀπεχθάνεσθαι 的逻辑主语(泛指),依赖于非人称句 ἀνάγκη [ἐστί](“必须/必然……”)。与格 μιᾷ 意为“给予一个(女性)”。
  4. §3προΐωμεν εὐθὺ τῆς Φρυγίας — 表示方向的副词 εὐθύ 支配处所属格(τῆς Φρυγίας),意为“直奔弗里吉亚”。
  5. §4βούλεσθαι ἂν πρῶτον αὐτὸν εἶναι — 不定式 βούλεσθαι 与 ἂν 连用,表示间接引语中的推测(源自直说过去式带 ἄν 或祈愿式带 ἄν),意为“(他自然)会希望”。不定式的逻辑主语为宾格 αὐτόν。

引用这一段

琉善, 女神的审判 §1-4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg032.humanitext-grc2:1-4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。