Humanitext Reader

琉善 · 好谎言者或怀疑者 §7-9

关于痛风魔法疗法的争论与质疑

第 3 段,共 12 段 · 希腊语

内容简介

在尤克拉底的病床前,探病者们讨论了使用鼩鼱和兽皮治疗足病的魔法疗法,而提奇亚德则质疑这种超自然主张并要求合理的解释。

§7Τυχιάδης οἱ μὲν δὴ ἐτύγχανον οἶμαι περὶ τοῦ νοσήματος τὰ μὲν ἤδη πολλὰ προειρηκότες, τὰ δὲ καὶ τότε διεξιόντες, ἔτι δὲ καὶ θεραπείας τινὰς ἕκαστος ὑποβάλλοντες.
提奇亚德:我想他们当时恰好已经谈了许多关于病情的事,而且那时仍在详细讨论,并且每个人都在建议一些疗法。
ὁ γοῦν Κλεόδημος, εἰ τοίνυν, φησίν, τῇ ἀριστερᾷ τις ἀνελόμενος χαμᾶθεν τὸν ὀδόντα τῆς μυγαλῆς οὕτω φονευθείσης, ὡς προεῖπον, ἐνδήσειεν εἰς δέρμα λέοντος ἄρτι ἀποδαρέν, εἶτα περιάψειε περὶ τὰ σκέλη, αὐτίκα παύεται τὸ ἄλγημα.
无论如何,克里奥德摩斯说道: “如果那么,” 他说, “有人用左手从地上捡起一只按照我所说的方式杀死的鼩鼱的牙齿,把它包在刚剥下来的狮子皮里,然后绑在双腿上,疼痛就会立刻停止。
οὐκ εἰς λέοντος, ἔφη ὁ Δεινόμαχος, ἐγὼ ἤκουσα, ἐλάφου δὲ θηλείας ἔτι παρθένου καὶ ἀβάτου·
” “不是包在狮子皮里,” 戴诺马科斯说, “我听说的是包在雌鹿的皮里,那雌鹿还得是处女且未受孕的。
καὶ τὸ πρᾶγμα οὕτω πιθανώτερον· ὠκὺ γὰρ ἡ ἔλαφος καὶ ἔρρωται μάλιστα ἐκ τῶν ποδῶν.
这样看来事情更合理,因为鹿很敏捷,而且力量主要在于双脚。
ὁ δὲ λέων ἄλκιμος μέν, καὶ τὸ λίπος αὐτοῦ καὶ ἡ χεὶρ ἡ δεξιὰ καὶ αἱ τρίχες ἐκ τοῦ πώγωνος αἱ ὀρθαὶ μεγάλα δύνανται, εἴ τις ἐπίσταιτο αὐτοῖς χρῆσθαι μετὰ τῆς οἰκείας ἐπῳδῆς ἑκάστῳ· ποδῶν δὲ ἴασιν ἥκιστα ἐπαγγέλλεται.
狮子虽然勇猛,它的油脂、右前爪以及胡须上直立的毛发确实有很大的功效,如果有人知道如何配合各自特有的咒语来使用它们的话;但它最不可能带来足病的痊愈。
καὶ αὐτός, ἦ δʼ ὃς ὁ Κλεόδημος, οὕτω πάλαι ἐγίγνωσκον, ἐλάφου χρῆναι τὸ δέρμα εἶναι, διότι ὠκὺ ἔλαφος·
” “我自己,” 克里奥德摩斯说, “以前也是这样认为的,皮应该属于鹿,因为鹿很敏捷。
ἔναγχος δὲ Λίβυς ἀνὴρ σοφὸς τὰ τοιαῦτα μετεδίδαξέ με εἰπὼν ὠκυτέρους εἶναι τῶν ἐλάφων τοὺς λέοντας.
但最近一个在这些事情上很聪明的利比亚人纠正了我的看法,他说狮子比鹿更敏捷。
ἀμέλει, ἔφη, καὶ αἱροῦσιν αὐτὰς διώκοντες.
他说,毫无疑问,狮子通过追赶就能捕获它们。
§8Τυχιάδης ἐπῄνεσαν οἱ παρόντες ὡς εὖ εἰπόντος τοῦ Λίβυος.
” 提奇亚德:在场的人都赞扬那个利比亚人说得好。
ἐγὼ δέ, οἴεσθε γάρ, ἔφην, ἐπῳδαῖς τισιν τὰ τοιαῦτα παύεσθαι ἢ τοῖς ἔξωθεν παραρτήμασιν τοῦ κακοῦ ἔνδον διατρίβοντος;
但我说道: “难道你们真的认为,当疾病留在体内时,通过某些咒语或外部的挂件,这些东西就会停止吗?
ἐγέλασαν ἐπὶ τῷ λόγῳ καὶ δῆλοι ἦσαν κατεγνωκότες μου πολλὴν τὴν ἄνοιαν, εἰ μὴ ἐπισταίμην τὰ προδηλότατα καὶ περὶ ὧν οὐδεὶς ἂν εὖ φρονῶν ἀντείποι μὴ οὐχὶ οὕτως ἔχειν.
” 他们听了这话都笑了起来,显然认为我极其愚蠢,因为我竟然不知道最显而易见的事情,而任何神智清醒的人都不会反驳说事实并非如此。
ὁ μέντοι ἰατρὸς Ἀντίγονος ἐδόκει μοι ἡσθῆναι τῇ ἐρωτήσει μου·
然而,医生安提戈诺斯似乎对我的提问感到高兴。
πάλαι γὰρ ἠμελεῖτο, οἶμαι, βοηθεῖν ἀξιῶν τῷ Εὐκράτει μετὰ τῆς τέχνης οἴνου τε παραγγέλλων ἀπέχεσθαι καὶ λάχανα σιτεῖσθαι καὶ ὅλως ὑφαιρεῖν τοῦ τόνου.
我想,他早就被忽视了,因为他认为应该用他的医术来帮助尤克拉底,建议他忌酒、吃蔬菜、并全面放松身体的紧张。
ὁ δʼ οὖν Κλεόδημος ὑπομειδιῶν ἅμα, τί λέγεις, ἔφη, ὦ Τυχιάδη;
于是克里奥德摩斯带着微笑说道: “你在说什么,提奇亚德?
ἄπιστον εἶναί σοι δοκεῖ τὸ ἐκ τῶν τοιούτων γίγνεσθαί τινας ὠφελείας εἰς τὰ νοσήματα;
难道你觉得通过这些东西对疾病产生某些益处是不可信的吗?
ἔμοιγε, ἦν δʼ ἐγώ, εἰ μὴ πάνυ κορύζης τὴν ῥῖνα μεστὸς εἴην, ὡς πιστεύειν τὰ ἔξω καὶ μηδὲν κοινωνοῦντα τοῖς ἔνδοθεν ἐπεγείρουσι τὰ νοσήματα μετὰ ῥηματίων, ὥς φατε, καὶ γοητείας τινὸς ἐνεργεῖν καὶ τὴν ἴασιν ἐπιπέμπειν προσαρτώμενα.
” “对我来说确实如此,” 我说道, “除非我的鼻子里塞满了鼻涕,以至于相信那些挂在外面、与引起内部疾病的事物毫无共同之处的东西,能够通过你们所说的一两个词语和某种魔术来起作用,并送来康复。
τὸ δʼ οὐκ ἂν γένοιτο, οὐδʼ ἢν εἰς τοῦ Νεμείου λέοντος τὸ δέρμα ἐνδήσῃ τις ἑκκαίδεκα ὅλας μυγαλᾶς·
那是绝对不可能发生的,即使有人把整整十六只鼩鼱包在尼密阿狮子的皮里。
ἐγὼ γοῦν αὐτὸν τὸν λέοντα εἶδον πολλάκις χωλεύοντα ὑπʼ ἀλγηδόνων ἐν ὁλοκλήρῳ τῷ αὑτοῦ δέρματι.
无论如何,我经常看到那只狮子自己虽然包裹在它完整的皮里,却因为疼痛而一瘸一拐。
§9Τυχιάδης πάνυ γὰρ ἰδιώτης, ἔφη ὁ Δεινόμαχος, εἶ καὶ τὰ τοιαῦτα οὐκ ἐμέλησέ σοι ἐκμαθεῖν ὅντινα τρόπον ὁμιλεῖ τοῖς νοσήμασι προσφερόμενα, κἀμοὶ δοκεῖς οὐδὲ τὰ προφανέστατα ἂν παραδέξασθαι ταῦτα, τῶν ἐκ περιόδου πυρετῶν τὰς ἀποπομπὰς καὶ τῶν ἑρπετῶν τὰς καταθέλξεις καὶ βουβώνων ἰάσεις καὶ τἄλλα ὁπόσα καὶ αἱ γρᾶες ἤδη ποιοῦσιν.
” 提奇亚德: “你真是个彻底的外行,” 戴诺马科斯说, “你根本不想去了解这些东西在应用于疾病时是以何种方式起作用的。 在我看来,你连最明显的事情都不愿接受,比如周期性发热的退散、爬虫的调伏、腺肿的治疗,以及其他所有现在连老太婆都在做的事情。
εἰ δὲ ἐκεῖνα γίγνεται ἅπαντα, τί δή ποτε οὐχὶ ταῦτα οἰήσῃ γίγνεσθαι ὑπὸ τῶν ὁμοίων;
如果那些事情全都在发生,你究竟为什么不认为这些事情也是由类似的原因发生的呢?
ἀπέραντα, ἦν δʼ ἐγώ, σὺ περαίνεις, ὦ Δεινόμαχε, καὶ ἥλῳ, φασίν, ἐκκρούεις τὸν ἧλον·
” “你是在论证,” 我说道, “无休无止的事情,戴诺马科斯,正如人们所说,你是在用钉子打钉子。
οὐδὲ γὰρ ἃ φὴς ταῦτα δῆλα μετὰ τοιαύτης δυνάμεως γιγνόμενα.
因为你说的那些事情是否借由这种力量发生,都还完全不明确。
ἢν γοῦν μὴ πείσῃς πρότερον ἐπάγων τῷ λόγῳ διότι φύσιν ἔχει οὕτω γίγνεσθαι, τοῦ τε πυρετοῦ καὶ τοῦ οἰδήματος δεδιότος ἢ ὄνομα θεσπέσιον ἢ ῥῆσιν βαρβαρικὴν καὶ διὰ τοῦτο ἐκ τοῦ βουβῶνος δραπετεύοντος, ἔτι σοι γραῶν μῦθοι τὰ λεγόμενά ἐστι.
除非你先通过论证说服我,说明这具有如此发生的天性——让发热和肿胀由于害怕神圣的名字或外族的咒语,并因此从腹股沟逃跑——否则你的话对我来说依然只是老太婆的迷信。 ”

词汇与语法注释

  1. §8μὴ οὐχὶ οὕτως ἔχειν — 在表示反对的动词 ἀντείποι 之后,不定式从句使用了双重否定 μὴ οὐχί。由于主句含有否定意义(οὐδεὶς ... ἀντείποι),μὴ οὐχί 起到强调不定式否定内容的作用,意为“事实并非如此”。
  2. §8τὴν ῥῖνα — 此动词为修饰形容词 μεστὸς(充满的)的“关系宾格”(即限定形容词范围的对格),与属格 κορύζης(鼻涕)连用,意为“鼻子塞满鼻涕”。在修辞上,该惯用语用以表示“愚笨”或“易受骗的糊涂虫”。
  3. §9ἥλῳ ... ἐκκρούεις τὸν ἧλον — 希腊谚语“以钉拔钉”(用楔子驱逐楔子)。此处比喻性地批驳对方循环论证的逻辑谬误,即企图通过另一个同样未被证明的前提(如调伏爬虫)来证明当前未被证实的论点(如足病的魔法治疗)。
  4. §9διότι — 此处并非表示因果关系的“因为”,而是引导动词 πείσῃς 的直接宾语从句的连接词(相当于 ὅτι),意为“……这件事”。它引出了具体解释的内容,即发热和肿胀因害怕咒语而逃跑这一说法。

引用这一段

琉善, 好谎言者或怀疑者 §7-9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg031.humanitext-grc2:7-9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。