§1Τυχιάδης
ἔχεις μοι, ὦ Φιλόκλεις, εἰπεῖν τί ποτε ἄρα ἐστὶν ὃ πολλοὺς εἰς ἐπιθυμίαν τοῦ ψεύδους προάγεται, ὡς αὐτούς τε χαίρειν μηδὲν ὑγιὲς λέγοντας καὶ τοῖς τὰ τοιαῦτα διεξιοῦσιν μάλιστα προσέχειν τὸν νοῦν;
Tychiades:菲洛克勒,你能告诉我,究竟是什么让许多人渴望说谎,以至于他们自己乐于说毫无根据的荒谬之言,并且对讲述此类事情的人最为关注?
Φιλοκλῆς
πολλά, ὦ Τυχιάδη, ἐστὶν ἃ τοὺς ἀνθρώπους ἐνίους ἀναγκάζει τὰ ψευδῆ λέγειν εἰς τὸ χρήσιμον ἀποβλέποντας.
Philocles:提奇亚德,有很多原因迫使一些人为了实用而说谎。
Τυχιάδης
οὐδὲν πρὸς ἔπος ταῦτα, φασίν, οὐ γὰρ περὶ τούτων ἠρόμην ὁπόσοι τῆς χρείας ἕνεκα ψεύδονται·
Tychiades:正如人们所说,这完全不对题。 因为我问的不是那些为了实用而说谎的人。
συγγνωστοὶ γὰρ οὗτοί γε, μᾶλλον δὲ καὶ ἐπαίνου τινὲς αὐτῶν ἄξιοι, ὁπόσοι ἢ πολεμίους ἐξηπάτησαν ἢ ἐπὶ σωτηρίᾳ τῷ τοιούτῳ φαρμάκῳ ἐχρήσαντο ἐν τοῖς δεινοῖς, οἷα πολλὰ καὶ ὁ Ὀδυσσεὺς ἐποίει τήν τε αὑτοῦ ψυχὴν ἀρνύμενος καὶ τὸν νόστον τῶν ἑταίρων.
这些人确实是值得原谅的,甚至其中有些人还值得赞扬,只要他们欺骗了敌人,或在危难中为了自救而使用这种药物,就像奥德修斯常常为了保全自己的生命和同伴的归途所做的那样。
ἀλλὰ περὶ ἐκείνων, ὦ ἄριστε, φημὶ οἳ αὐτὸ ἄνευ τῆς χρείας τὸ ψεῦδος πρὸ πολλοῦ τῆς ἀληθείας τίθενται, ἡδόμενοι τῷ πράγματι καὶ ἐνδιατρίβοντες ἐπʼ οὐδεμιᾷ προφάσει ἀναγκαίᾳ.
但是,我的好朋友,我所说的是那些在没有任何实用的情况下,比起真理更看重谎言本身的人,他们乐于其中,没有任何必要的借口而耽溺于此。
τούτους οὖν ἐθέλω εἰδέναι τίνος ἀγαθοῦ τοῦτο ποιοῦσιν.
因此,我想知道他们究竟是为了什么好处才这样做的。
§2Φιλοκλῆς
ἦ που κατανενόηκας ἤδη τινὰς τοιούτους, οἷς ἔμφυτος ὁ ἔρως οὗτός ἐστι πρὸς τὸ ψεῦδος;
Philocles:你大概已经遇到过一些这样的人,他们对谎言的这种热爱是与生俱来的吧?
Τυχιάδης
καὶ μάλα πολλοί εἰσιν οἱ τοιοῦτοι.
Tychiades:确实,这样的人非常多。
Φιλοκλῆς
τί δʼ οὖν ἄλλο ἢ ἄνοιαν χρὴ αἰτίαν εἶναι αὐτοῖς φάναι τοῦ μὴ τἀληθῆ λέγειν, εἴ γε τὸ χείριστον ἀντὶ τοῦ βελτίστου προαιροῦνται;
Philocles:那么,如果他们宁愿选择最坏的而不选择最好的,除了愚蠢之外,还能说什么是他们不说真话的原因呢?
Τυχιάδης
οὐδὲν οὐδὲ τοῦτο, ὦ Φιλόκλεις·
Tychiades:这也完全不对,菲洛克勒。
ἐπεὶ πολλοὺς ἂν ἐγώ σοι δείξαιμι συνετοὺς τἄλλα καὶ τὴν γνώμην θαυμαστοὺς οὐκ οἶδʼ ὅπως ἑαλωκότας τούτῳ τῷ κακῷ καὶ φιλοψευδεῖς ὄντας, ὡς ἀνιᾶσθαί με, εἰ τοιοῦτοι ἄνδρες ἄριστοι τὰ πάντα ὅμως χαίρουσιν αὑτούς τε καὶ τοὺς ἐντυγχάνοντας ἐξαπατῶντες.
因为我可以给你指出许多在其他方面很聪明、智力令人钦佩的人,不知怎的落入了这种恶疾之中,并且酷爱说谎,以至于当看到这些在各方面都极优秀的男子竟然乐于欺骗自己和相遇的人时,我感到十分难过。
ἐκείνους μὲν γὰρ τοὺς παλαιοὺς πρὸ ἐμοῦ σὲ χρὴ εἰδέναι, τὸν Ἡρόδοτον καὶ Κτησίαν τὸν Κνίδιον καὶ πρὸ τούτων τοὺς ποιητὰς καὶ τὸν Ὅμηρον αὐτόν, ἀοιδίμους ἄνδρας, ἐγγράφῳ τῷ ψεύσματι κεχρημένους, ὡς μὴ μόνους ἐξαπατᾶν τοὺς τότε ἀκούοντας σφῶν, ἀλλὰ καὶ μέχρις ἡμῶν διικνεῖσθαι τὸ ψεῦδος ἐκ διαδοχῆς ἐν καλλίστοις ἔπεσι καὶ μέτροις φυλαττόμενον.
因为在我之前的那些古人,你应该很清楚——希罗多德、尼多斯的克特西亚斯,以及在他们之前的诗人们和荷马本人,这些名声显赫的人,都使用了书写下来的谎言,以至于他们不仅欺骗了当时的听众,而且这谎言通过传承一直传到了我们这里,保存在最美丽的诗句和格律中。
ἐμοὶ γοῦν πολλάκις αἰδεῖσθαι ὑπὲρ αὐτῶν ἔπεισιν, ὁπόταν Οὐρανοῦ τομὴν καὶ Προμηθέως δεσμὰ διηγῶνται καὶ Γιγάντων ἐπανάστασιν καὶ τὴν ἐν Ἅιδου πᾶσαν τραγῳδίαν, καὶ ὡς διʼ ἔρωτα ὁ Ζεὺς ταῦρος ἢ κύκνος ἐγένετο καὶ ὡς ἐκ γυναικός τις εἰς ὄρνεον ἢ εἰς ἄρκτον μετέπεσεν, ἔτι δὲ Πηγάσους καὶ Χιμαίρας καὶ Γοργόνας καὶ Κύκλωπας καὶ ὅσα τοιαῦτα, πάνυ ἀλλόκοτα καὶ τεράστια μυθίδια παίδων ψυχὰς κηλεῖν δυνάμενα ἔτι τὴν Μορμὼ καὶ τὴν Λάμιαν δεδιότων.
无论如何,我常常为他们感到羞愧,每当他们讲述乌拉诺斯的阉割、普罗米修斯的束缚、巨人族的叛乱以及冥界的所有悲剧,以及宙斯如何因爱变成公牛或天鹅,以及有人如何从女人变成鸟或熊,此外还有珀伽索斯、奇美拉、戈尔贡、独眼巨人以及所有这类极其古怪和奇特的神话,它们只能用来迷惑那些还在害怕莫尔茉和拉米亚的儿童的心灵。
§3Τυχιάδης
καίτοι τὰ μὲν τῶν ποιητῶν ἴσως μέτρια, τὸ δὲ καὶ πόλεις ἤδη καὶ ἔθνη ὅλα κοινῇ καὶ δημοσίᾳ ψεύδεσθαι πῶς οὐ γελοῖον;
Tychiades:然而,诗人们的事情也许还算适度,但是,如果连城邦和整个民族都共同且公开地说谎,这怎么能不令人感到可笑呢?
εἰ Κρῆτες μὲν τὸν Διὸς τάφον δεικνύντες οὐκ αἰσχύνονται, Ἀθηναῖοι δὲ τὸν Ἐριχθόνιον ἐκ τῆς γῆς ἀναδοθῆναί φασιν καὶ τοὺς πρώτους ἀνθρώπους ἐκ τῆς Ἀττικῆς ἀναφῦναι καθάπερ τὰ λάχανα, πολὺ σεμνότερον οὗτοί γε τῶν Θηβαίων, οἳ ἐξ ὄφεως ὀδόντων Σπαρτούς τινας ἀναβεβλαστηκέναι διηγοῦνται.
如果克里特人展示宙斯的坟墓而不感到羞耻,而雅典人则说埃里克托尼奥斯是从大地中生出来的,最初的人类像蔬菜一样从阿提卡长出来,这些人确实比底比斯人要庄重得多,底比斯人讲述某些“播种人”从龙牙中萌发出来。
ὃς δʼ ἂν οὖν ταῦτα καταγέλαστα ὄντα μὴ οἴηται ἀληθῆ εἶναι, ἀλλʼ ἐμφρόνως ἐξετάζων αὐτὰ Κοροίβου τινὸς ἢ Μαργίτου νομίζῃ τὸ πείθεσθαι ἢ Τριπτόλεμον ἐλάσαι διὰ τοῦ ἀέρος ἐπὶ δρακόντων ὑποπτέρων ἢ Πᾶνα ἥκειν ἐξ Ἀρκαδίας σύμμαχον εἰς Μαραθῶνα ἢ Ὠρείθυιαν ὑπὸ τοῦ Βορέου ἁρπασθῆναι, ἀσεβὴς οὗτός γε καὶ ἀνόητος αὐτοῖς ἔδοξεν οὕτω προδήλοις καὶ ἀληθέσι πράγμασιν ἀπιστῶν·
如果有人因为这些事情是可笑的而不认为它们是真实的,而是理智地审视它们,认为相信这些——或者相信特里普托勒摩斯乘着有翼的龙在空中奔驰,或者潘从阿卡迪亚来到马拉松作为盟友,或者奥蕾提亚被玻瑞阿斯劫持——是某种科洛伊博斯或马尔吉特斯的行为,他就会被他们视为不虔敬和愚蠢的人,竟然不相信如此显而易见和真实的事情。
εἰς τοσοῦτον ἐπικρατεῖ τὸ ψεῦδος.
谎言竟然盛行到如此地步。