Humanitext Reader

琉善 · 寄生是一种艺术 §57-61

寄生者的幸福之死与提基阿德斯的拜师

第 13 段,共 13 段 · 希腊语

内容简介

西盟阐述了寄生者的死亡相比哲学家们的悲惨结局要幸福得多,且寄生者通过提供安全和体面与富人形成互惠关系。他通过论证带有“旁”(para-)前缀的词的优越性,说服了提基阿德斯成为他学习寄生术的第一位弟子。

§57Σίμων ἀλλὰ νὴ Δία ὁ μὲν βίος τοῦ παρασίτου κρείττων ἐστὶν τοῦ τῶν ῥητόρων καὶ τῶν φιλοσόφων, ὁ δὲ θάνατος φαυλότερος;
西盟但是,靠宙斯起誓,难道寄生者的生活优于修辞家和哲学家,而他的死亡却更为凄惨吗?
πάνυ μὲν οὖν τοὐναντίον παρὰ πολὺ εὐδαιμονέστερος.
完全相反,他的死要幸福得多。
φιλοσόφους μὲν γὰρ ἴσμεν ἅπαντας ἢ τοὺς πλείστους κακοὺς κακῶς ἀποθανόντας, τοὺς μὲν ἐκ καταδίκης, ἑαλωκότας ἐπὶ τοῖς μεγίστοις ἀδικήμασι, φαρμάκῳ, τοὺς δὲ καταπρησθέντας τὸ σῶμα ἅπαν, τοὺς δὲ ἀπὸ δυσουρίας φθινήσαντας, τοὺς δὲ φυγόντας.
因为我们知道,所有或大多数哲学家都惨死于悲惨的境遇,有的因判决、在犯下极大罪行被定罪后服毒而死,有的全身被烧死,有的因排尿困难而虚弱致死,有的则流亡而死。
παρασίτου δὲ θάνατον οὐδεὶς ἔχει τοιοῦτον εἰπεῖν, ἀλλὰ τὸν εὐδαιμονέστατον φαγόντος καὶ πιόντος.
但没有人能说出寄生者有这样的死法,相反,他们是在大吃大喝中得到了最幸福的死亡。
εἰ δέ τις καὶ δοκεῖ βιαίῳ τετελευτηκέναι θανάτῳ, ἀπεπτήσας ἀπέθανεν.
即便有人似乎死于非命,那也是因为消化不良而死。
§58Τυχιάδης ταῦτα μὲν ἱκανῶς διημίλληταί σοι τὰ πρὸς τοὺς φιλοσόφους ὑπὲρ τοῦ παρασίτου.
提基阿德斯这些关于寄生者对抗哲学家的论点,你已经辩论得足够充分了。
λοιπὸν δὲ εἰ καλὸν καὶ λυσιτελές ἐστιν τὸ κτῆμα τοῦτο τῷ τρέφοντι, πειρῶ λέγειν· ἐμοὶ μὲν γὰρ δοκοῦσιν ὥσπερ εὐεργετοῦντες καὶ χαριζόμενοι τρέφειν αὐτοὺς οἱ πλούσιοι, καὶ εἶναι τοῦτο αἰσχύνην τῷ τρεφομένῳ.
但剩下的是,请试着说明,这个占有物对供养他的人来说是否既美好又有益;因为在我看来,富人供养他们,就像在施予恩惠和讨好一样,而这对于被供养者来说似乎是一种耻辱。
Σίμων ὡς ἠλίθιά γε σου, ὦ Τυχιάδη, ταῦτα, εἰ μὴ δύνασαι γινώσκειν ὅτι πλούσιος ἀνήρ, εἰ καὶ τὸ Γύγου χρυσίον ἔχοι, μόνος ἐσθίων πένης ἐστὶν καὶ προϊὼν ἄνευ παρασίτου πτωχὸς δοκεῖ, καὶ ὥσπερ στρατιώτης χωρὶς ὅπλων ἀτιμότερος καὶ ἐσθὴς ἄνευ πορφύρας καὶ ἵππος ἄνευ φαλάρων, οὕτω καὶ πλούσιος ἄνευ παρασίτου ταπεινός τις καὶ εὐτελὴς φαίνεται.
西盟你的这些想法多么愚蠢啊,提基阿德斯,如果你不能明白一个富人,即使拥有吉格斯的黄金,如果独食也是贫穷的,而出门不带寄生者就被看作是乞丐;正如没有武器的士兵更不体面,没有紫色的衣服和没有饰件的马也是如此,同样,没有寄生者的富人也显得低微和廉价。
καὶ μὴν ὁ μὲν πλούσιος κοσμεῖται ὑπʼ αὐτοῦ, τὸν δὲ παράσιτον πλούσιος οὐδέποτε κοσμεῖ.
事实上,富人因他而增添光彩,而富人绝不会给寄生者增添光彩。
§59Σίμων ἄλλως τε οὐδὲ ὄνειδος αὐτῷ ἐστιν, ὡς σὺ φής, τὸ παρασιτεῖν ἐκείνῳ, δῆλον ὅτι ὥς τινι κρείττονι χείρονα, ὅπου γε μὴν τῷ πλουσίῳ τοῦτο λυσιτελές ἐστιν, τὸ τρέφειν τὸν παράσιτον, ᾧ γε μετὰ τοῦ κοσμεῖσθαι ὑπʼ αὐτοῦ καὶ ἀσφάλεια πολλὴ ἐκ τῆς τούτου δορυφορίας ὑπάρχει·
西盟而且,正如你所说,对他而言,向那个人寄生并不是耻辱——这显然是一个劣者对优者(的侍奉)——因为供养寄生者对富人来说实际上是有益的,对他来说,除了因寄生者而增光之外,由于寄生者的贴身护卫,还得到了极大的安全。
οὔτε γὰρ μάχῃ ῥᾳδίως ἄν τις ἐπιχειρήσαι τῷ πλουσίῳ τοῦτον ὁρῶν παρεστῶτα, ἀλλʼ οὐδʼ ἂν ἀποθάνοι φαρμάκῳ οὐδεὶς ἔχων παράσιτον.
因为任何人在战斗中看到此人守护在富人身旁,都不会轻易向富人下手,而且拥有寄生者的人绝不会死于毒药。
τίς γὰρ ἂν τολμήσειεν ἐπιβουλεῦσαί τινι τούτου προεσθίοντος καὶ προπίνοντος;
因为当这个人提前试吃试饮时,谁敢对那个人图谋不轨?
ὥστε ὁ πλούσιος οὐχὶ κοσμεῖται μόνον, ἀλλὰ καὶ ἐκ τῶν μεγίστων κινδύνων ὑπὸ τοῦ παρασίτου σώζεται.
因此,富人不仅得到了体面,而且还被寄生者从最大的危险中救了出来。
οὕτω μὲν ὁ παράσιτος διὰ φιλοστοργίαν πάντα κίνδυνον ὑπομένει, καὶ οὐκ ἂν παραχωρήσειεν τῷ πλουσίῳ φαγεῖν μόνῳ, ἀλλὰ καὶ ἀποθανεῖν αἱρεῖται συμφαγών.
如此,寄生者出于深情而承担一切危险,他不仅绝不允许富人独自享用食物,甚至选择与富人共同进食而死。
§60Τυχιάδης πάντα μοι δοκεῖς, ὦ Σίμων, διεξελθεῖν ὑστερήσας οὐδὲν τῆς σεαυτοῦ τέχνης, οὐχ ὥσπερ αὐτὸς ἔφασκες, ἀμελέτητος ὤν, ἀλλʼ ὥσπερ ἄν τις ὑπὸ τῶν μεγίστων γεγυμνασμένος.
提基阿德斯西盟,在我看来,你已经阐述了一切,在你的这门技术上毫无欠缺,不像你先前所说的那样是没有练习过的,倒像是一个受过最伟大导师训练的人。
λοιπόν, εἰ μὴ αἴσχιον αὐτὸ τὸ ὄνομά ἐστι τῆς παρασιτικῆς, θέλω μαθεῖν.
最后,如果‘寄生术’这个名字本身不是一件可耻的事,我想了解一下。
Σίμων ὅρα δὴ τὴν ἀπόκρισιν, ἐάν σοι ἱκανῶς λέγεσθαι δοκῇ, καὶ πειρῶ πάλιν αὐτὸς ἀποκρίνασθαι πρὸς τὸ ἐρωτώμενον ᾗ ἄριστα οἴει.
西盟那么且看这个回答,看你是否觉得说得足够充分,并请你自己也试着用你认为最好的方式来回答这个问题。
φέρε γάρ, τὸν σῖτον οἱ παλαιοὶ τί καλοῦσι;
且说,古人把食物称作什么?
Τυχιάδης τροφήν.
提基阿德斯养料。
Σίμων τί δὲ τὸ σιτεῖσθαι, οὐχὶ τὸ ἐσθίειν;
西盟那进食又是什么,难道不就是吃吗?
Τυχιάδης ναί.
提基阿德斯是的。
Σίμων οὐκοῦν καθωμολόγηται τὸ παρασιτεῖν ὅτι οὐκ ἄλλο ἐστίν;
西盟那么,旁食(寄生)指的不就是这个,没有别的东西吗?
Τυχιάδης τοῦτο γάρ, ὦ Σίμων, ἐστὶν ὃ αἰσχρὸν φαίνεται.
提基阿德斯西盟,正是这一点,看起来是可耻的。
§61Σίμων φέρε δὴ πάλιν ἀπόκριναί μοι, πότερόν σοι δοκεῖ διαφέρειν, καὶ προκειμένων ἀμφοῖν πότερον ἂν αὐτὸς ἕλοιο, ἆρά γε τὸ πλεῖν ἢ τὸ παραπλεῖν;
西盟那么再回答我一次:你觉得这有区别吗? 如果两者摆在你面前,你自己会选择哪一个,是航海,还是沿海航行?
Τυχιάδης τὸ παραπλεῖν ἔγωγε.
提基阿德斯我选沿海航行。
Σίμων τί δέ, τὸ τρέχειν ἢ τὸ παρατρέχειν;
西盟那么,跑,还是并排跑?
Τυχιάδης Τὸ παρατρέχειν.
提基阿德斯并排跑。
Σίμων τί δέ, τὸ ἱππεύειν ἢ τὸ παριππεύειν;
西盟那么,骑马,还是并排骑马?
Τυχιάδης τὸ παριππεύειν.
提基阿德斯并排骑马。
Σίμων τί δέ, τὸ ἀκοντίζειν ἢ τὸ παρακοντίζειν;
西盟那么,投枪,还是投得更准?
Τυχιάδης τὸ παρακοντίζειν.
提基阿德斯投得更准。
Σίμων οὐκοῦν ὁμοίως ἂν ἕλοιο καὶ τοῦ ἐσθίειν μᾶλλον τὸ παρασιτεῖν;
西盟那么,你不是同样也会选择旁食(寄生)而不是单纯的吃吗?
Τυχιάδης ὁμολογεῖν ἀνάγκη.
提基阿德斯我不得不承认。
καί σοι λοιπὸν ὥσπερ οἱ παῖδες ἀφίξομαι καὶ ἑῷος καὶ μετʼ ἄριστον μαθησόμενος τὴν τέχνην.
今后,我也会像小孩子一样,无论是在清晨还是在午饭后,都到你这里来学习这门技术。
σὺ δέ με αὐτὴν δίκαιος διδάσκειν ἀφθόνως, ἐπεὶ καὶ πρῶτος μαθητής σοι γίγνομαι.
既然我成为了你的第一个弟子,你就理应毫无保留地传授给我。
φασὶ δὲ καὶ τὰς μητέρας μᾶλλον τὰ πρῶτα φιλεῖν τῶν τέκνων.
人们说,母亲也更疼爱自己的头胎孩子。

词汇与语法注释

  1. 57κακοὺς κακῶς ἀποθανόντας — 结合同族词的惯用强调表达(“恶人恶死”或“惨人惨死”)。此处带有一丝讽刺地强调了哲学家们的悲惨结局。分词 ἀποθανόντας 作为 ἴσμεν 的补充分词(分词补足语结构),表示对事实的认知(“我们知道他们死了”)。
  2. 58ὡς ἠλίθιά γε σου... ταῦτα — ὡς 为感叹副词(“多么……”)。ἠλίθια 是形容词 ἠλίθιος 的中性复数主格,与主语代词 ταῦτα 一致并作表语。人称代词属格 σου 作为所有格修饰 ταῦτα(“你的这些想法”),整句意为“你的这些想法多么愚蠢啊!”。
  3. 58εἰ καὶ τὸ Γύγου χρυσίον ἔχοι — 接续词 εἰ 后接希求语气(ἔχοι)的条件从句。由于主句的动词(ἐστίν, δοκεῖ)为现在直说语气,因此构成了混合条件句。此处用希求语气提出一个可能性较低的假设(“即使他拥有吉格斯的黄金”这一让步),并通过现在直说语气表明在这种情况下依然成立的普遍事实(“如果独食也是贫穷的”)。
  4. 59ᾧ γε μετὰ τοῦ κοσμεῖσθαι... ὑπάρχει — 关系代词与格 ᾧ 以前文的 τῷ πλουσίῳ(富人)为先行词,作为非人称动词 ὑπάρχει(“归……所有、具备”)的与格补足语。在前置词短语 μετὰ τοῦ κοσμεῖσθαι(“除了被装饰之外”)中,冠词性不定式 τοῦ κοσμεῖσθαι 作为前置词 μετά(接属格表示“伴随、除……之外”)的宾语。
  5. 61τὸ πλεῖν ἢ τὸ παραπλεῖν — 前缀 παρά- 为简单动词(如 πλεῖν,“航行”)增添了“在旁”、“沿着”或“超越”等含义。此处 παραπλεῖν 意为“沿海(在陆地旁)航行”,被呈现为比单纯航行更安全、更令人满意的选择。西盟利用该前缀的语境色彩进行诡辩,论证“在旁进食”(παρασιτεῖν)优于单纯的“吃”(σιτεῖσθαι)。

引用这一段

琉善, 寄生是一种艺术 §57-61. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg030.humanitext-grc2:57-61

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。