Humanitext Reader

琉善 · 寄生是一种艺术 §46-49

从古代英雄看寄生者的英勇与忠诚

第 10 段,共 13 段 · 希腊语

内容简介

西盟以帕特罗克洛斯、梅里奥奈斯和阿里斯托革顿为例证明他们是优秀的寄生者,并歌颂其非凡的英勇。随后,他阐释了寄生者在战争中的勇敢以及为了保护其供养者而不惜牺牲自我的忠诚。

§46Σίμων τί οὖν, ὦ Τυχιάδη, οὐχὶ καὶ Πάτροκλος τοῦ Ἀχιλλέως παράσιτος ἦν, καὶ ταῦτα οὐδενὸς τῶν ἄλλων Ἑλλήνων φαυλότερος οὔτε τὴν ψυχὴν οὔτε τὸ σῶμα νεανίας ὤν;
西盟:那么,提基阿德斯,难道帕特罗克洛斯不也是阿喀琉斯的寄生者吗? 而且,他在灵魂和肉体上都是个不亚于任何其他希腊人的青年。
ἐγὼ γὰρ οὐδʼ αὐτοῦ μοι δοκῶ τοῦ Ἀχιλλέως τεκμαίρεσθαι τοῖς ἔργοις αὐτοῦ χείρω εἶναι· τόν τε γὰρ Ἕκτορα ῥήξαντα τὰς πύλας καὶ παρὰ ταῖς ναυσὶν εἴσω μαχόμενον οὗτος ἐξέωσεν καὶ τὴν Πρωτεσιλάου ναῦν ἤδη καιομένην ἔσβεσεν, καίτοι ἐπεβάτευον αὐτῆς οὐχ οἱ φαυλότατοι, ἀλλʼ οἱ τοῦ Τελαμῶνος Αἴας τε καὶ Τεῦκρος,ὁ μὲν ὁπλίτης ἀγαθός,ὁ δὲ τοξότης.
因为从他的功绩来看,我甚至不认为他比阿喀琉斯本人差;因为正是他击退了撞开大门并在船旁厮杀的赫克托尔,并扑灭了已经燃烧起来的普罗忒西劳斯的船,尽管守在这艘船上的并非无能之辈,而是特拉蒙之子埃阿斯和特乌克罗斯,一个是优秀的重装步兵,一个是弓箭手。
καὶ πολλοὺς μὲν ἀπέκτεινε τῶν βαρβάρων, ἐν δὲ δὴ τούτοις καὶ Σαρπηδόνα τὸν παῖδα τοῦ Διός, ὁ παράσιτος τοῦ Ἀχιλλέως.
这个阿喀琉斯的寄生者杀死了许多蛮族,在这些人中甚至还有宙斯之子萨尔珀冬。
καὶ ἀπέθανεν δὲ οὐχὶ τοῖς ἄλλοις ὁμοίως, ἀλλὰ τὸν μὲν Ἕκτορα Ἀχιλλεὺς ἀπέκτεινεν, εἷς ἕνα, καὶ αὐτὸν τὸν Ἀχιλλέα Πάρις, τὸν δὲ παράσιτον θεὸς καὶ δύο ἄνθρωποι.
而他的死法也与其他入不同,阿喀琉斯杀死赫克托尔是一对一,帕里斯杀死了阿喀琉斯本人,但杀死这个寄生者的却是一个神和两个凡人。
καὶ τελευτῶν δὲ φωνὰς ἀφῆκεν οὐχ οἵαςὁ γενναιότατος Ἕκτωρ καὶ προσπίπτων τὸν Ἀχιλλέα καὶ ἱκετεύων ὅπωςὁ νεκρὸς αὐτοῦ τοῖς οἰκείοις ἀποδοθῇ, ἀλλʼ οἵας εἰκὸς ἀφεῖναι παράσιτον.
而且在临死前,他发出的声音也不像最高贵的赫克托尔那样,跪在阿喀琉斯面前哀求将自己的尸体归还给他的家属,而是发出了一个寄生者理所当然会发出的声音。
τίνας δὴ ταύτας;
那么这些是什么话呢?
τοιοῦτοι δʼ εἴπερ μοι ἐείκοσιν ἀντεβόλησαν, πάντες κʼ αὐτόθʼ ὄλοντο ἐμῷ ὑπὸ δουρὶ δαμέντες.
“若是能有二十个像你这样的人迎面遇上我,他们也都会当场丧命,倒在我的矛下。
§47Τυχιάδης ταῦτα μὲν ἱκανῶς· ὅτι δὲ μὴ φίλος ἀλλὰ παράσιτος ἦν ὁ Πάτροκλος τοῦ Ἀχιλλέως πειρῶ λέγειν.
” 提基阿德斯:这已经足够了;但是请试着说明,帕特罗克洛斯是阿喀琉斯的寄生者而非朋友。
Σίμων αὐτόν, ὦ Τυχιάδη, τὸν Πάτροκλον ὅτι παράσιτος ἦν λέγοντά σοι παρέξομαι.
西盟:提基阿德斯,我会让你看到帕特罗克洛斯自己说他是个寄生者。
Τυχιάδης θαυμαστὰ λέγεις.
提基阿德斯:你说的事真令人惊奇。
Σίμων ἄκουε τοίνυν αὐτῶν τῶν ἐπῶν· " μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέʼ, Ἀχιλλεῦ, ἀλλʼ ὁμοῦ, ὡς ἐτράφην περ ἐν ὑμετέροισι δόμοισι.
西盟:那么,且听这些诗句:“不要把我的骨头与你的分开安放,阿喀琉斯,而要放在一起,就像我曾在你们的家里被抚养大一样。
" καὶ πάλιν ὑποβάς, καὶ νῦν με δεξάμενος, φησίν, ὁ Πηλεὺς "ἔτρεφεν ἐνδυκέως καὶ σὸν θεράποντʼ ὀνόμηνε.
” 而且再往下一点,他说:“而且彼琉斯收留了我……” “悉心抚养我,并命我为你的侍从(therapon)。
" τουτέστι παράσιτον εἶχεν.
” 也就是说,他把他当作寄生者。
εἰ μὲν τοίνυν φίλον ἐβούλετο τὸν Πάτροκλον λέγειν, οὐκ ἂν αὐτὸν ὠνόμαζεν θεράποντα· θεράποντα· ἐλεύθερος γὰρ ἦν ὁ Πάτροκλος.
因此,如果他想称帕特罗克洛斯为朋友,他就不会称他为侍从-侍从;因为帕特罗克洛斯是自由人。
τίνας τοίνυν λέγει τοὺς θεράποντα· θεράποντα· εἰ μήτε τοὺς δούλους μήτε τοὺς φίλους;
那么,如果他们既不是奴隶也不是朋友,他所说的侍从-侍从又是谁呢?
τοὺς παρασίτους δῆλον ὅτι·
显然是寄生者。
ᾗ καὶ τὸν Μηριόνην τοῦ Ἰδομενέως καὶ αὐτὸν θεράποντα ὀνομάζει.
因此他才把伊多墨纽斯端的梅里奥奈斯本人也称为侍从。
Σκόπει δὲ ὅτι καὶ ἐνταῦθα τὸν μὲν Ἰδομενέα Διὸς ὄντα υἱὸν οὐκ ἀξιοῖ λέγειν ἀτάλαντον Ἄρηϊ, Μηριόνην δὲ τὸν παράσιτον αὐτοῦ.
请注意,在这里他也没有把身为宙斯之子的伊多墨纽斯称为“与阿瑞斯并肩之人”,反而把他的寄生者梅里奥奈斯称为如此。
§48Σίμων τί δέ;
西盟:再者呢?
οὐχὶ καὶ Ἀριστογείτων, δημοτικὸς ὢν καὶ πένης, ὥσπερ Θουκυδίδης φησί, παράσιτος ἦν Ἁρμοδίου;
正如修昔底德所说,阿里斯托革顿虽是平民且贫穷,难道不也是哈尔摩狄乌斯的寄生者吗?
τί δέ; οὐχὶ καὶ ἐραστής;
而且,他不也是他的情人吗?
ἐπιεικῶς γὰρ οἱ παράσιτοι καὶ ἐρασταὶ τῶν τρεφόντων εἰσίν.
因为寄生者通常也是供养他们的人的情人。
οὗτος τοίνυν πάλιν ὁ παράσιτος τὴν Ἀθηναίων πόλιν τυραννουμένην εἰς ἐλευθερίαν ἀφείλετο, καὶ νῦν ἕστηκε χαλκοῦς ἐν τῇ ἀγορᾷ μετὰ τῶν παιδικῶν.
因此,这位寄生者又把受僭主统治的雅典城夺回并送归自由,而如今他的青铜像正与他的爱人一起树立在广场上。
οὗτοι μὲν δή, τοιοίδε ὄντες, μάλα ἀγαθοὶ παράσιτοι ἦσαν.
确实,这些人正是这样,成为了极优秀的寄生者。
§49Σίμων σὺ δὲ δὴ ποῖόν τινα εἰκάζεις ἐν πολέμῳ τὸν παράσιτον;
西盟:那么,你想象中的寄生者在战争中是什么样子的呢?
οὐχὶ πρῶτον μὲν ὁ τοιοῦτος ἀριστοποιησάμενος ἔξεισιν ἐπὶ τὴν παράταξιν, καθάπερ καὶ ὁ Ὀδυσσεὺς ἀξιοῖ;
难道这样的人首先不是在饱餐一顿之后才走向战场吗,正如奥德修斯也如此主张的那样?
οὐ γὰρ ἄλλως ἐν πολέμῳ μάχεσθαι, φησίν, ἔστιν, εἰ καὶ εὐθὺς ἅμα ἕῳ μάχεσθαι δέοι.
因为他说,即使必须在黎明时分立即战斗,否则在战争中也是无法战斗的。
καὶ ὃν ἄλλοι στρατιῶται χρόνον ὑπὸ δέους ὁ μέν τις ἀκριβῶς ἁρμόζει τὸ κράνος, ὁ δὲ θωράκιον ἐνδύεται, ὁ δὲ αὐτὸ τὸ δεινὸν ὑποπτεύων τοῦ πολέμου τρέμει, οὗτος δὲ ἐσθίει τότε μάλα φαιδρῷ τῷ προσώπῳ καὶ μετὰ τὴν ἔξοδον εὐθὺς ἐν πρώτοις διαγωνίζεται·
当其他士兵因恐惧,有的在仔细调整头盔,有的在穿上胸甲,有的在预感到战争本身的危险而发抖时,他却在此时面带非常愉悦的笑容吃着东西,并且在出征之后,立刻在最前线奋战。
ὁ δὲ τρέφων αὐτὸν ὄπισθεν ὑποτέτακται τῷ παρασίτῳ, κἀκεῖνος αὐτὸν ὥσπερ ὁ Αἴας τὸν Τεῦκρον ὑπὸ τῷ σάκει καλύπτει, καὶ τῶν βελῶν ἀφιεμένων γυμνώσας ἑαυτὸν τοῦτον σκέπει· βούλεται γὰρ ἐκεῖνον μᾶλλον σώζειν ἢ ἑαυτόν.
而供养他的人则排在寄生者的身后,后者像埃阿斯遮蔽特乌克罗斯那样,用盾牌将他掩护起来,在飞箭如雨时暴露自己来保护他;因为他宁愿救他,也不愿救自己。

词汇与语法注释

  1. §46θεὸς καὶ δύο ἄνθρωποι — 指导致帕特罗克洛斯死亡的三者,即神阿波罗以及凡人欧福耳玻斯和赫克托尔(见《伊利亚特》16.849-850)。这构成了西盟带有夸张修辞的论证,意在说明与在单挑中被杀的赫克托尔或阿喀琉斯相比,帕特罗克洛斯是一个更为强大的对手。
  2. §47θεράποντα·θεράποντα· — 尽管文本中出现了重复,但这很可能是抄本传承中的混乱(或异文混入)。在语境中,它被理解为单数的“侍从(therapon)”。西盟在此展开推论,认为既然身为自由人的帕特罗克洛斯既非“奴隶”也非“平等的友人”,那他就只能是古典意义上的“寄生者(parasitos)”。
  3. §49ἀριστοποιησάμενος — 动词 *aristopoieomai*(吃早餐、进餐)的分词形式。西盟通过引用奥德修斯的论点(见《伊利亚特》19.225及以下),即进食是做好战斗准备的前提,幽默地论证了作为“专业吃客”的寄生者在逻辑上是最有准备的士兵。

引用这一段

琉善, 寄生是一种艺术 §46-49. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg030.humanitext-grc2:46-49

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。