Humanitext Reader

琉善 · 寄生是一种艺术 §43-45

哲学家的懦弱与荷马史诗中的寄食者

第 9 段,共 13 段 · 希腊语

内容简介

西盟通过苏格拉底等人的例子断言哲学家在战争中的懦弱,并根据荷马史诗论证内斯托尔和伊多墨纽斯是国王的寄食者。

§43Τυχιάδης ἐπίσταμαι ταῦτα·
提基阿德斯:我知道这些。
ἀλλʼ οὗτοι μὲν ῥήτορες καὶ λόγους λέγειν ἠσκηκότες, ἀρετὴν δὲ οὔ.
但他们是修辞学家,训练的是发表言论,而不是美德。
τί δὲ περὶ τῶν φιλοσόφων λέγεις;
那么关于哲学家,你又怎么说呢?
οὐ γὰρ δὴ τούτους ἔχεις ὥσπερ ἐκείνους αἰτιᾶσθαι.
因为你总不能像指责那些人一样来指责他们吧。
Σίμων οὗτοι πάλιν, ὦ Τυχιάδη, οἱ περὶ τῆς ἀνδρείας ὁσημέραι διαλεγόμενοι καὶ κατατρίβοντες τὸ τῆς ἀρετῆς ὄνομα πολλῷ μᾶλλον τῶν ῥητόρων φανοῦνται δειλότεροι καὶ μαλακώτεροι.
西盟:提基阿德斯,这些整天讨论勇气、把美德之名挂在嘴边而磨损它的人,反而会显得比修辞学家还要胆怯和软弱得多。
σκόπει δὴ οὕτως. πρῶτον μὲν οὐκ ἔστιν ὅστις εἰπεῖν ἔχοι φιλόσοφον ἐν πολέμῳ τετελευτηκότα·
请这样思考:首先,没有人能指出有哪个哲学家是在战争中死去的。
ἤτοι γὰρ οὐδὲ ὅλως ἐστρατεύσαντο, ἢ εἴπερ ἐστρατεύσαντο, πάντες ἔφυγον.
因为他们要么根本没有参军,要么即使参军了,也全都逃跑了。
Ἀντισθένης μὲν οὖν καὶ Διογένης καὶ Κράτης καὶ Ζήνων καὶ Πλάτων καὶ Αἰσχίνης καὶ Ἀριστοτέλης καὶ πᾶς οὗτος ὁ ὅμιλος οὐδὲ εἶδον παράταξιν·
安提斯泰尼、第欧根尼、克拉特斯、芝诺、柏拉图、艾斯奇奈斯、亚里士多德,以及这整伙人,连战斗的阵列都没见过。
μόνος δὲ τολμήσας ἐξελθεῖν εἰς τὴν ἐπὶ Δηλίῳ μάχην ὁ σοφὸς αὐτῶν Σωκράτης φεύγων ἐκεῖθεν ἀπὸ τῆς Πάρνηθος εἰς τὴν Ταυρέου παλαίστραν κατέφυγεν.
唯独他们中那个敢于出征德里翁战役的智者苏格拉底,从那里逃跑,经由帕尔内斯山逃回了陶利亚斯的摔跤场。
πολὺ γὰρ αὐτῷ ἀστειότερον ἐδόκει μετὰ τῶν μειρακυλλίων καθεζόμενον ὀαρίζειν καὶ σοφισμάτια προβάλλειν τοῖς ἐντυγχάνουσιν ἢ ἀνδρὶ Σπαρτιάτῃ μάχεσθαι.
因为对我来说,与小青年坐在一起聊天、向遇到的人提出诡辩,比与斯巴达人搏斗要显得优雅得多。
Τυχιάδης ὦ γενναῖε, ταῦτα μὲν ἤδη καὶ παρʼ ἄλλων ἐπυθόμην, οὐ μὰ Δία σκώπτειν αὐτοὺς καὶ ὀνειδίζειν βουλομένων·
提基阿德斯:我高贵的朋友,这些事我以前也从别人那里听说过,凭宙斯起誓,并不是那些想要嘲笑和谴责他们的人说的。
ὥστε οὐδέν τί μοι δοκεῖς χαριζόμενος τῇ σεαυτοῦ τέχνῃ καταψεύδεσθαι τῶν ἀνδρῶν.
因此,我并不认为你是为了讨好你自己的技术而对这些男人捏造谎言。
§44Τυχιάδης ἀλλʼ εἰ δοκεῖ ἤδη, φέρε καὶ σὺ τὸν παράσιτον ὁποῖός τίς ἐστιν ἐν πολέμῳ λέγε, καὶ εἰ καθόλως λέγεται παράσιτός τις γενέσθαι τῶν παλαιῶν;
提基阿德斯:但如果现在可以的话,来,你也说说寄生者在战争中是什么样子的,以及古人中究竟有没有人被称为寄生者?
Σίμων καὶ μήν, ὦ φιλότης, οὐδεὶς οὕτως ἀνήκοος Ὁμήρου, οὐδʼ ἂν πάμπαν ἰδιώτης τύχῃ, ὃς οὐκ ἐπίσταται παρʼ αὐτῷ τοὺς ἀρίστους τῶν ἡρώων παρασίτους ὄντας.
西盟:确实,我的朋友,没有任何人对荷马如此无知,哪怕他碰巧是一个完全的外行,也不会不知道在他的笔下,英雄中最杰出的人物都是寄生者。
ὅ τε γὰρ Νέστωρ ἐκεῖνος, οὗ ἀπὸ τῆς γλώττης ὥσπερ μέλι ὁ λόγος ἀπέρρει, αὐτοῦ τοῦ βασιλέως παράσιτος ἦν, καὶ οὔτε τὸν Ἀχιλλέα, ὅσπερ ἐδόκει τε καὶ ἦν τὸ σῶμα γενναιότατος, οὔτε τὸν Διομήδην οὔτε τὸν Αἴαντα ὁ Ἀγαμέμνων οὕτως ἐπαινεῖ τε καὶ θαυμάζει ὥσπερ τὸν Νέστορα.
因为那位著名的内斯托尔,他的舌头上流淌着甜如蜜的言辞,正是国王本人的寄生者。 而且阿伽门农既不赞美也不崇拜阿喀琉斯——他看起来并实际上在身体上最为高贵——也不赞美迪奥墨德斯或埃阿斯,像他对内斯托尔那样。
οὐδὲ γὰρ δέκα Αἴαντας εὔχεται γενέσθαι αὑτῷ οὔτε δέκα Ἀχιλλέας· πάλαι δʼ ἂν ἑαλωκέναι τὴν Τροίαν, εἰ τοιούτους ὁποῖος ἦν οὗτος ὁ παράσιτος, καίπερ γέρων ὤν, στρατιώτας εἶχεν δέκα.
因为他不祈求自己能拥有十个埃阿斯或十个阿喀琉斯;但如果他拥有十个像这个寄生者那样的士兵,即使他已经年迈,特洛伊也早就被攻陷了。
καὶ τὸν Ἰδομενέα τὸν τοῦ Διὸς ἔγγονον παράσιτον Ἀγαμέμνονος ὁμοίως λέγει.
同样,他也称宙斯的后代伊多墨纽斯是阿伽门农的寄生者。
§45Τυχιάδης ταῦτα μὲν καὶ αὐτὸς ἐπίσταμαι· οὔπω γε μὴν δοκῶ μοι γιγνώσκειν, πῶς δὴ τὼ ἄνδρε τῷ Ἀγαμέμνονι παράσιτοι ἦσαν.
提基阿德斯:这些我自己也知道;但我 seem 还是不明白,这两个人究竟是如何成为阿伽门农的寄生者的。
Σίμων ἀναμνήσθητι, ὦ γενναῖε, τῶν ἐπῶν ἐκείνων ὧνπερ αὐτὸς ὁ Ἀγαμέμνων πρὸς τὸν Ἰδομενέα λέγει.
西盟:我高贵的朋友,请回想一下阿伽门农本人对伊多墨纽斯说的那些诗句。
Τυχιάδης ποίων;
提基阿德斯:哪些诗句?
Σίμων " σὸν δὲ πλεῖον δέπας αἰεὶ ἕστηχʼ ὥσπερ ἐμοὶ πιέειν ὅτε θυμὸς ἀνώγοι.
西盟:“你的杯盏总是满盈立着,正如我的一样,可在心愿驱使时饮用。
" ἐνταῦθα γὰρ τὸ αἰεὶ πλεῖον δέπας εἴρηκεν οὐχ ὅτι τὸ ποτήριον διὰ παντὸς πλῆρες ἑστήκει τῷ Ἰδομενεῖ καὶ μαχομένῳ καὶ καθεύδοντι, ἀλλʼ ὅτι αὐτῷ διʼ ὅλου τοῦ βίου μόνῳ συνδειπνεῖν ὑπῆρχεν τῷ βασιλεῖ, οὐχ ὥσπερ τοῖς λοιποῖς στρατιώταις πρὸς ἡμέρας τινὰς καλουμένοις.
” 因为在这里,他说“杯盏总是满盈”,并不是指伊多墨纽斯无论在战斗还是睡觉时,他的杯子都一直装得满满的立在那里,而是指他终生都可以单独与国王共进晚餐,而不像其余的士兵只在特定的日子被邀请。
τὸν μὲν γὰρ Αἴαντα, ἐπεὶ καλῶς ἐμονομάχησεν τῷ Ἕκτορι, εἰς Ἀγαμέμνονα δῖον ἄγον, φησίν, κατὰ τιμὴν ἀξιωθέντα ὀψὲ τοῦ παρὰ τῷ βασιλεῖ δείπνου.
对于埃阿斯,在他与赫克托尔进行了精彩的单挑之后,诗中说“他们领他到神圣的阿伽门农那里”,这是他作为荣誉,迟迟才配享与国王共进晚餐。
ὁ δὲ Ἰδομενεὺς καὶ ὁ Νέστωρ ὁσημέραι συνεδείπνουν τῷ βασιλεῖ, ὡς αὐτός φησιν.
但伊多墨纽斯和内斯托尔每天都与国王共进晚餐,正如国王自己所说。
Νέστωρ δὲ παράσιτός μοι δοκεῖ τῶν βασιλέων μάλιστα τεχνίτης καὶ ἀγαθὸς γενέσθαι· οὐ γὰρ ἐπὶ τοῦ Ἀγαμέμνονος ἄρξασθαι τῆς τέχνης, ἀλλὰ ἄνωθεν ἐπὶ Καινέως καὶ Ἐξαδίου· δοκεῖ δὲ οὐδὲ ἂν παύσασθαι παρασιτῶν, εἰ μὴ ὁ Ἀγαμέμνων ἀπέθανεν.
而且在我看来,内斯托尔成为了国王们最擅长且最优秀的寄生者;因为他并不是在阿伽门农手下才开始这项技术的,而是早在凯纽斯和埃克萨迪奥斯的时代就开始了;而且看来,如果阿伽门农没有死,他甚至不会停止寄生。
Τυχιάδης οὑτοσὶ μὲν γενναῖος ὁ παράσιτος.
提基阿德斯:这个寄生者确实高尚。
εἰ δὲ καὶ ἄλλους τινὰς οἶσθα, πειρῶ λέγειν.
但如果你还知道其他什么人,请试着说说看。

词汇与语法注释

  1. §43οὐκ ἔστιν ὅστις εἰπεῖν ἔχοι — 动词 ἔχοι 在关系从句中作为不带 ἄν 的潜在希求法,或者作为带不定式、表示“能够”的 ἔχω 的间接商榷希求法,意为“没有人能够指出”。
  2. p.v.3.p.290ἀπὸ τῆς Πάρνηθος εἰς τὴν Ταυρέου παλαίστραν κατέφυγεν — 将苏格拉底在德里翁战役(波奥提亚地区)中的败退,描述为经由阿提卡北部的帕尔内斯山(Πάρνης)一路逃回雅典城内陶利亚斯摔跤场的夸张且具讽刺意味的地理学描写。
  3. §45πιέειν ὅτε θυμὸς ἀνώγοι — 引用自荷马史诗(《伊利亚特》第4卷第263行)。不定式 πιέειν 是史诗特有的形式(相当于 πίνειν)。由时间连词 ὅτε 引导的从句中的希求法动词 ἀνώγοι 属于反复希求法(iterative optative),表示过去重复发生、习惯性的动作(“每当心愿驱使时”)。

引用这一段

琉善, 寄生是一种艺术 §43-45. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg030.humanitext-grc2:43-45

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。