← ルキアノス

食客

§46-49

英雄たちにみる寄食者の武勇と養い主への忠誠

シモンは、パトロクロスやメリオネス、さらにアリストゲイトンを寄食者の範として挙げ、彼らの比類なき武勇を解説する。続いて、戦争における寄食者の勇敢さと、自らの身を呈して養い主を庇う忠誠心を説く。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§46

Σίμων τί οὖν, ὦ Τυχιάδη, οὐχὶ καὶ Πάτροκλος τοῦ Ἀχιλλέως παράσιτος ἦν, καὶ ταῦτα οὐδενὸς τῶν ἄλλων Ἑλλήνων φαυλότερος οὔτε τὴν ψυχὴν οὔτε τὸ σῶμα νεανίας ὤν; ἐγὼ γὰρ οὐδʼ αὐτοῦ μοι δοκῶ τοῦ Ἀχιλλέως τεκμαίρεσθαι τοῖς ἔργοις αὐτοῦ χείρω εἶναι· τόν τε γὰρ Ἕκτορα ῥήξαντα τὰς πύλας καὶ παρὰ ταῖς ναυσὶν εἴσω μαχόμενον οὗτος ἐξέωσεν καὶ τὴν Πρωτεσιλάου ναῦν ἤδη καιομένην ἔσβεσεν, καίτοι ἐπεβάτευον αὐτῆς οὐχ οἱ φαυλότατοι, ἀλλʼ οἱ τοῦ Τελαμῶνος Αἴας τε καὶ Τεῦκρος,ὁ μὲν ὁπλίτης ἀγαθός,ὁ δὲ τοξότης. καὶ πολλοὺς μὲν ἀπέκτεινε τῶν βαρβάρων, ἐν δὲ δὴ τούτοις καὶ Σαρπηδόνα τὸν παῖδα τοῦ Διός, ὁ παράσιτος τοῦ Ἀχιλλέως. καὶ ἀπέθανεν δὲ οὐχὶ τοῖς ἄλλοις ὁμοίως, ἀλλὰ τὸν μὲν Ἕκτορα Ἀχιλλεὺς ἀπέκτεινεν, εἷς ἕνα, καὶ αὐτὸν τὸν Ἀχιλλέα Πάρις, τὸν δὲ παράσιτον θεὸς καὶ δύο ἄνθρωποι.1 καὶ τελευτῶν δὲ φωνὰς ἀφῆκεν οὐχ οἵαςὁ γενναιότατος Ἕκτωρ καὶ προσπίπτων τὸν Ἀχιλλέα καὶ ἱκετεύων ὅπωςὁ νεκρὸς αὐτοῦ τοῖς οἰκείοις ἀποδοθῇ, ἀλλʼ οἵας εἰκὸς ἀφεῖναι παράσιτον. τίνας δὴ ταύτας; τοιοῦτοι δʼ εἴπερ μοι ἐείκοσιν ἀντεβόλησαν, πάντες κʼ αὐτόθʼ ὄλοντο ἐμῷ ὑπὸ δουρὶ δαμέντες.

Σίμων:それではティキアデスよ、パトロクロスもアキレウスの寄食者であったのではないか。それも、魂においても肉体においても、他のギリシア人の誰よりも劣っていない若者でありながら。私は、彼の業績から判断して、彼がアキレウス自身よりも劣っていたとは到底思えないのだ。というのも、門を打ち破って船のすぐ傍らで戦っていたヘクトルを彼が押し戻し、すでに燃え上がっていたプロテシラオスの船を消火したからだ。しかもその船を守っていたのは、取るに足らない者たちではなく、テラモンの子であるアイアスとテウクロス、一方は優秀な重装歩兵であり、他方は射手であったのに。そして多くの異民族を殺害したが、その中にはゼウスの子サルペドンも含まれていたのだ、このアキレウスの寄食者は。そして彼の死に様もまた他の者たちのようではなく、ヘクトルをアキレウスが殺し、一対一で、アキレウス自身をパリスが殺したのに対し、寄食者を殺したのは一柱の神と二人の人間であった。また息を引き取る時にも、極めて高貴なヘクトルがアキレウスの前にひれ伏し、自分の死体が身内に引き渡されるようにと懇願したときのような言葉ではなく、寄食者が発するにふさわしい言葉を残した。それはいかなる言葉か。「もしもこのような男が二十人、我に立ち向かったとしても、皆が我が槍に倒れてその場で果てたであろうに。」

§47

Τυχιάδης ταῦτα μὲν ἱκανῶς· ὅτι δὲ μὴ φίλος ἀλλὰ παράσιτος ἦν ὁ Πάτροκλος τοῦ Ἀχιλλέως πειρῶ λέγειν. Σίμων αὐτόν, ὦ Τυχιάδη, τὸν Πάτροκλον ὅτι παράσιτος ἦν λέγοντά σοι παρέξομαι. Τυχιάδης θαυμαστὰ λέγεις. Σίμων ἄκουε τοίνυν αὐτῶν τῶν ἐπῶν· "μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέʼ, Ἀχιλλεῦ, ἀλλʼ ὁμοῦ, ὡς ἐτράφην περ ἐν ὑμετέροισι δόμοισι." καὶ πάλιν ὑποβάς, καὶ νῦν με δεξάμενος, φησίν, ὁ Πηλεὺς "ἔτρεφεν ἐνδυκέως καὶ σὸν θεράποντʼ ὀνόμηνε." τουτέστι παράσιτον εἶχεν. εἰ μὲν τοίνυν φίλον ἐβούλετο τὸν Πάτροκλον λέγειν, οὐκ ἂν αὐτὸν ὠνόμαζεν θεράποντα·θεράποντα·2 ἐλεύθερος γὰρ ἦν ὁ Πάτροκλος. τίνας τοίνυν λέγει τοὺς θεράποντα·θεράποντα· εἰ μήτε τοὺς δούλους μήτε τοὺς φίλους; τοὺς παρασίτους δῆλον ὅτι· ᾗ καὶ τὸν Μηριόνην τοῦ Ἰδομενέως καὶ αὐτὸν θεράποντα ὀνομάζει. Σκόπει δὲ ὅτι καὶ ἐνταῦθα τὸν μὲν Ἰδομενέα Διὸς ὄντα υἱὸν οὐκ ἀξιοῖ λέγειν ἀτάλαντον Ἄρηϊ, Μηριόνην δὲ τὸν παράσιτον αὐτοῦ.

Τυχιάδης:それは十分だ。しかし、パトロクロスがアキレウスの友人ではなく寄食者であったということを説明してみてくれ。 Σίμων:ティキアデスよ、パトロクロス自身が自分が寄食者であったと言っているのを、君に示して見せよう。 Τυχιάδης:驚くべきことを言うな。 Σίμων:それでは、詩句そのものを聞くがよい。「我が骨を汝の骨と離して置くことなかれ、アキレウスよ、共に置くべし、汝の家にて我の育てられしごとくに。」そしてさらに少し進んで、彼はこう言っている。「そしてその時、私を受け入れて、」ペレウスは「親切に育て、汝の従者(テラポーン)と名付けた。」つまり、彼はパトロクロスを寄食者として抱えていたということだ。もし彼がパトロクロスを友人と呼びたかったのなら、彼を従者(テラポーン)・従者(テラポーン)とは呼ばなかっただろう。パトロクロスは自由人だったのだから。では、奴隷でもなく友でもないとしたら、いったい誰を従者(テラポーン)・従者(テラポーン)と呼んでいるのだろうか。寄食者たちであることは明らかだ。それゆえにこそ、イドメネウスのメリオネスをも、彼自身従者(テラポーン)と呼んでいるのだ。そして、ここでもまた、ゼウスの息子であるイドメネウスについては「アレスに比肩する者」と呼ぶにふさわしいとはせず、その寄食者であるメリオネスをそう呼んでいることに注目してほしい。

§48

Σίμων τί δέ; οὐχὶ καὶ Ἀριστογείτων, δημοτικὸς ὢν καὶ πένης, ὥσπερ Θουκυδίδης φησί, παράσιτος ἦν Ἁρμοδίου; τί δέ; οὐχὶ καὶ ἐραστής; ἐπιεικῶς γὰρ οἱ παράσιτοι καὶ ἐρασταὶ τῶν τρεφόντων εἰσίν. οὗτος τοίνυν πάλιν ὁ παράσιτος τὴν Ἀθηναίων πόλιν τυραννουμένην εἰς ἐλευθερίαν ἀφείλετο, καὶ νῦν ἕστηκε χαλκοῦς ἐν τῇ ἀγορᾷ μετὰ τῶν παιδικῶν. οὗτοι μὲν δή, τοιοίδε ὄντες, μάλα ἀγαθοὶ παράσιτοι ἦσαν.

Σίμων:さらにどうだ。アリストゲイトンも、トゥキュディデスが言うように、民衆の一人で貧しかったが、ハルモディオスの寄食者だったのではないか。さらに、恋人でもあったのではないか。というのも、一般に寄食者たちは、自分を養ってくれる者の恋人でもあるからだ。したがって、この寄食者もまた、僭主に支配されていたアテナイの市を自由へと奪い返し、今やアゴラに、愛童と共に青銅像となって立っているのだ。実に彼らは、このような者たちであり、極めて優秀な寄食者であった。

§49

Σίμων σὺ δὲ δὴ ποῖόν τινα εἰκάζεις ἐν πολέμῳ τὸν παράσιτον; οὐχὶ πρῶτον μὲν ὁ τοιοῦτος ἀριστοποιησάμενος3 ἔξεισιν ἐπὶ τὴν παράταξιν, καθάπερ καὶ ὁ Ὀδυσσεὺς ἀξιοῖ; οὐ γὰρ ἄλλως ἐν πολέμῳ μάχεσθαι, φησίν, ἔστιν, εἰ καὶ εὐθὺς ἅμα ἕῳ μάχεσθαι δέοι. καὶ ὃν ἄλλοι στρατιῶται χρόνον ὑπὸ δέους ὁ μέν τις ἀκριβῶς ἁρμόζει τὸ κράνος, ὁ δὲ θωράκιον ἐνδύεται, ὁ δὲ αὐτὸ τὸ δεινὸν ὑποπτεύων τοῦ πολέμου τρέμει, οὗτος δὲ ἐσθίει τότε μάλα φαιδρῷ τῷ προσώπῳ καὶ μετὰ τὴν ἔξοδον εὐθὺς ἐν πρώτοις διαγωνίζεται· ὁ δὲ τρέφων αὐτὸν ὄπισθεν ὑποτέτακται τῷ παρασίτῳ, κἀκεῖνος αὐτὸν ὥσπερ ὁ Αἴας τὸν Τεῦκρον ὑπὸ τῷ σάκει καλύπτει, καὶ τῶν βελῶν ἀφιεμένων γυμνώσας ἑαυτὸν τοῦτον σκέπει· βούλεται γὰρ ἐκεῖνον μᾶλλον σώζειν ἢ ἑαυτόν.

Σίμων:ところで、君は戦争における寄食者がどのような者だと想像するのか。まず第一に、そのような者は十分に朝食を食べてから戦列へと出ていくのではないか、オデュッセウスもそう求めているように。というのも、たとえ夜明けとともにすぐに戦わねばならないとしても、他の方法では戦争で戦うことはできない、と彼は言っているからだ。他の兵士たちが恐怖のあまり、ある者は兜をきっちりと合わせ、ある者は胸当てを身につけ、ある者は戦争そのものの恐ろしさを予感して震えているその時間に、彼はきわめて晴れやかな顔で食事をしており、出撃した後はただちに最前線で闘うのだ。そして、彼を養う者は寄食者の後ろに配置され、寄食者は、アイアスがテウクロスを盾の下に覆い隠したように、彼を盾の下に覆い、矢や槍が投げ込まれる中、己の身を晒して彼を庇うのだ。なぜなら、自分自身よりも彼を救いたいと願うからだ。

構文注3 件
  1. 46θεὸς καὶ δύο ἄνθρωποι

    パトロクロスの死の原因となった三者、すなわち神アポロンと、人間のエウフォルボスおよびヘクトルを指す(『イリアス』16歌849-850行)。一対一で倒されたヘクトルやアキレウスに比べ、パトロクロスがそれだけ手強い相手であったというシモンの誇張混じりのレトリックを形成している。

  2. 47θεράποντα·θεράποντα·

    テキストに重複が見られるが、これは写本伝承上の乱れ(または異読の混入)に由来すると考えられる。文脈上は単一の「従者(θεράποντα / therapon)」として理解され、シモンは自由人であるパトロクロスが「奴隷」でも「対等な友人」でもない以上、古典的な意味での「寄食者(parasitos)」に他ならないという極論を展開している。

  3. 49ἀριστοποιησάμενος

    動詞 ἀριστοποιέομαι(朝食をとる、食事をする)の分詞形。シモンは、食事の摂取こそが万全の戦闘準備であるというオデュッセウスの論(『イリアス』19歌225行以下)を引くことで、「食べるプロ」である寄食者が兵士として最も理にかなった存在であることをユーモラスに基礎づけている。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0062.tlg030.humanitext-grc2:46-49