§1Τυχιάδης
τί ποτε ἄρα, ὦ Σίμων, οἱ μὲν ἄλλοι ἄνθρωποι καὶ ἐλεύθεροι καὶ δοῦλοι τέχνην ἕκαστός τινα ἐπίστανται διʼ ἧς αὑτοῖς τέ εἰσιν καὶ ἄλλῳ χρήσιμοι, σὺ δέ, ὡς ἔοικεν, ἔργον οὐδὲν ἔχεις διʼ οὗ ἄν τι ἢ αὐτὸς ἀπόναιο ἢ ἄλλῳ μεταδοίης;
提基阿德斯西蒙,究竟是为什么,其他所有人,无论自由人还是奴隶,各自都懂得一门手艺,借此既能自给,又能服务他人,而你似乎却没有任何工作,能借此让自己获益或与他人分享?
Σίμων
πῶς τοῦτο ἐρωτᾷς, ὦ Τυχιάδη;
西蒙提基阿德斯,你为什么要这样问?
οὐδέπω οἶδα.
我还不太明白。
πειρῶ δὴ σαφέστερον ἐρωτᾶν.
请试着问得更清楚些。
Τυχιάδης
ἔστιν ἥντινα τυγχάνεις ἐπιστάμενος τέχνην, οἷον μουσικήν;
提基阿德斯有没有哪门你碰巧懂得的手艺,比如音乐?
Σίμων
μὰ Δία.
西蒙凭宙斯发誓,没有。
Τυχιάδης
Τί δέ, ἰατρικήν;
提基阿德斯那么,医学呢?
Σίμων
οὐδὲ ταύτην.
西蒙也没有。
Τυχιάδης
ἀλλὰ γεωμετρίαν;
提基阿德斯那几何学呢?
Σίμων
οὐδαμῶς.
西蒙绝无。
Τυχιάδης
τί δέ, ῥητορικήν;
提基阿德斯那么,修辞学呢?
φιλοσοφίας μὲν γὰρ τοσοῦτον ἀπέχεις ὅσον καὶ ἡ κακία.
因为你离哲学,就像恶行离哲学一样远。
Σίμων
ἐγὼ μέν, εἰ οἷόν τε εἶναι, καὶ πλεῖον.
西蒙我嘛,如果可能的话,甚至还要更远。
ὥστε μὴ δόκει τοῦτο καθάπερ ἀγνοοῦντι ὀνειδίσαι· φημὶ γὰρ κακὸς εἶναι καὶ χείρων ἢ σὺ δοκεῖς.
所以请不要像责备无知者那样以此来责备我;因为我自己承认,我比你想象的还要糟糕和差劲。
Τυχιάδης
ναί.
提基阿德斯是的。
ἀλλὰ ταύτας μὲν ἴσως τὰς τέχνας οὐκ ἐξέμαθες διὰ μέγεθος αὐτῶν καὶ δυσκολίαν, τῶν δὲ δημοτικῶν τινα, τεκτονικὴν ἢ σκυτοτομικήν;
但是,也许你是因为这些手艺庞大而艰难才没有学,那么普通手艺里的一种呢,比如木工或鞋匠活?
καὶ γὰρ οὐδὲ τἄλλα οὕτως ἔχει σοι, ὡς μὴ καὶ τοιαύτης ἂν δεηθῆναι τέχνης.
因为你其他方面的境遇,也不至于好到不需要这样一门手艺。
Σίμων
ὀρθῶς λέγεις, ὦ Τυχιάδη· ἀλλʼ οὐδὲ γὰρ τούτων οὐδεμιᾶς ἐπιστήμων εἰμί.
西蒙你说的很对,提基阿德斯;但这些手艺中我同样一无所知。
Τυχιάδης
τίνος οὖν ἑτέρας;
提基阿德斯那又是其他的什么呢?
Σίμων
τίνος;
西蒙是什么?
ὡς ἐγὼ οἶμαι, γενναίας· ἣν εἰ μάθοις, καὶ σὲ ἐπαινέσειν οἴομαι.
依我看,是一门高尚的手艺;你若了解了,我想你也会称赞的。
ἔργῳ μὲν οὖν κατορθοῦν φημι ἤδη, εἰ δέ σοι καὶ λόγῳ, οὐκ ἔχω εἰπεῖν.
在实际行动中,我敢说我现在已经成功运用了,但是否也能用言语向你说明,我还说不准。
Τυχιάδης
τίνα ταύτην;
提基阿德斯这是什么手艺?
Σίμων
οὔπω μοι δοκῶ τοὺς περὶ ταύτην ἐκμεμελετηκέναι λόγους.
西蒙我觉得自己还没有充分练习关于这门手艺的论说。
ὥστε ὅτι τέχνην μέν τινα ἐπίσταμαι, ὑπάρχει ἤδη σοι γιγνώσκειν καὶ μὴ διὰ τοῦτο χαλεπῶς μοι ἔχειν· ἥντινα δέ, αὖθις ἀκούσῃ.
因此,我已经懂得某种手艺这件事,你应该先予以承认,不要因此对我有成见;至于是什么手艺,你稍后就会听到。
Τυχιάδης
ἀλλʼ οὐκ ἀνέξομαι.
提基阿德斯但我等不及了。
Σίμων
τό γε τῆς τέχνης παράδοξον ἴσως φανεῖταί σοι ἀκούσαντι.
西蒙这门手艺的奇特之处,你听了也许会感到惊讶。
Τυχιάδης
καὶ μὴν διὰ τοῦτο σπουδάζω μαθεῖν.
提基阿德斯正因如此,我才急于了解。
Σίμων
εἰσαῦθις, ὦ Τυχιάδη.
西蒙改天吧,提基阿德斯。
Τυχιάδης
μηδαμῶς, ἀλλʼ ἤδη λέγε, εἰ μή περ ἄρα αἰσχύνῃ.
提基阿德斯千万别,现在就说,除非你觉得羞愧。
Σίμων
ἡ παρασιτική.
西蒙寄生术。
§2Τυχιάδης
κᾆτα εἰ μὴ μαίνοιτό τις, ὦ Σίμων, τέχνην ταύτην φαίη ἄν;
提基阿德斯那么,除非是疯子,西蒙,谁会说这是手艺呢?
Σίμων
ἔγωγε·
西蒙我就会。
εἰ δέ σοι μαίνεσθαι δοκῶ, τοῦ μηδεμίαν ἄλλην ἐπίστασθαι τέχνην αἰτίαν εἶναί μοι τὴν μανίαν δόκει καί με τῶν ἐγκλημάτων ἤδη ἀφίει.
如果我让你觉得疯了,那就请把我的疯狂看作是我不懂其他任何手艺的原因,并现在就免除对我的指责吧。
φασὶ γὰρ τὴν δαίμονα ταύτην τὰ μὲν ἄλλα χαλεπὴν εἶναι τοῖς ἔχουσι, παραιτεῖσθαι δὲ τῶν ἁμαρτημάτων αὐτοὺς ὥσπερ διδάσκαλον ἢ παιδαγωγὸν τούτων ἀναδεχομένην εἰς αὑτὴν τὰς αἰτίας.
因为人们说,这位女神虽然在其他方面对占有她的人很残酷,但会为他们的过错求情,像老师或启蒙之师一样,把责任揽在自己身上。
Τυχιάδης
οὐκοῦν, ὦ Σίμων, ἡ παρασιτικὴ τέχνη ἐστί;
提基阿德斯那么,西蒙,寄生术是一门手艺吗?
Σίμων
τέχνη γάρ, κἀγὼ ταύτης δημιουργός.
西蒙当然是手艺,而我就是这门手艺的匠人。
Τυχιάδης
καὶ σὺ ἄρα παράσιτος;
提基阿德斯那么你就是个寄生者了?
Σίμων
πάνυ ὠνείδισας, ὦ Τυχιάδη.
西蒙你真是太侮辱人了,提基阿德斯。
Τυχιάδης
ἀλλʼ οὐκ ἐρυθριᾷς παράσιτον σαυτὸν καλῶν;
提基阿德斯但你称自己为寄生者,难道不感到羞耻吗?
Σίμων
οὐδαμῶς·
西蒙绝不。
αἰσχυνοίμην γὰρ ἄν, εἰ μὴ λέγοιμι.
因为如果我不这么说,我才会感到羞耻。
Τυχιάδης
καὶ νὴ Δία ὁπόταν σε βουλώμεθα γνωρίζειν τῶν οὐκ ἐπισταμένων τῳ, ὅτε χρῄζοι μαθεῖν, ὁ παράσιτος δῆλον ὅτι φήσομεν εὖ λέγοντες;
提基阿德斯凭宙斯发誓,每当我们要向那些不认识你的人介绍你,而对方想知道时,我们若称你为“寄生者”,这显然就是说对了,是吗?
Σίμων
πολὺ μᾶλλον τοῦτο λέγοντες ἐμὲ ἢ Φειδίαν ἀγαλματοποιόν· χαίρω γὰρ τῇ τέχνῃ οὐδέν τι ἧττον ἢ Φειδίας ἔχαιρε τῷ Διί.
西蒙说我是寄生者,比称菲迪亚斯为雕刻家要合适得多;因为我对自己手艺的喜爱,绝不亚于菲迪亚斯对他所雕刻的宙斯的喜爱。
Τυχιάδης
καὶ μὴν ἐκεῖνό μοι σκοποῦντι προοῖσται γέλως πάμπολυς.
提基阿德斯然而,当我考虑到那一点时,不禁哈哈大笑起来。
Σίμων
τὸ ποῖον;
西蒙哪一点?
Τυχιάδης
εἴ γε καὶ ταῖς ἐπιστολαῖς ἄνωθεν ὥσπερ ἔθος ἐπιγράφοιμεν, Σίμωνι παρασίτῳ.
提基阿德斯如果我们按照习惯在信件的抬头写上:“致寄生者西蒙”。
Σίμων
καὶ μὴν ἂν ἐμοὶ μᾶλλον χαρίζοιο ἢ Δίωνι ἐπιγράφων φιλοσόφῳ.
西蒙可是,如果你这样写给我,会比写给迪翁“哲学家”更让我高兴。