Humanitext Reader

琉善 · 梦或琉善的生平 §6-9

雕刻手艺与教养两位女神的争辩

第 2 段,共 4 段 · 希腊语

内容简介

在梦中,代表雕刻手艺和教养(Paideia)的两位妇人出现并争夺卢基安。手艺女神以家族传统和未来的名声劝诱他,而教养女神则通过剖析石匠生活的卑微与艰辛,力图挽留他。

§6δύο γυναῖκες λαβόμεναι ταῖν χεροῖν εἷλκόν με πρὸς ἑαυτὴν ἑκατέρα μάλα βιαίως καὶ καρτερῶς·
两个妇人抓住我的双手,各自非常猛烈和强力地把我拉向她们自己。
μικροῦ γοῦν με διεσπάσαντο πρὸς ἀλλήλας φιλοτιμούμεναι·
由于她们相互争夺,差一点就把我撕碎了。
καὶ γὰρ καὶ ἄρτι μὲν ἂν ἡ ἑτέρα ἐπεκράτει καὶ παρὰ μικρὸν ὅλον εἶχέ με, ἄρτι δʼ ἂν αὖθις ὑπὸ τῆς ἑτέρας εἰχόμην.
因为,时而这一方占了上风,几乎完全占有了我,时而我又被另一方抓了过去。
ἐβόων δὲ πρὸς ἀλλήλας ἑκατέρα, ἡ μὲν ὡς αὐτῆς ὄντα με κεκτῆσθαι βούλοιτο, ἡ δὲ ὡς μάτην τῶν ἀλλοτρίων ἀντιποιοῖτο.
她们两个各自向对方大喊,一方说她想拥有我,因为我是属于她的,而另一方则称她是在徒劳地争夺别人的东西。
ἦν δὲ ἡ μὲν ἐργατικὴ καὶ ἀνδρικὴ καὶ αὐχμηρὰ τὴν κόμην, τὼ χεῖρε τύλων ἀνάπλεως, διεζωσμένη τὴν ἐσθῆτα, τιτάνου καταγέμουσα, οἷος ἦν ὁ θεῖος ὁπότε ξέοι τοὺς λίθους·
其中一个妇人是个劳动者,性格阳刚,头发蓬乱,双手长满老茧,衣服扎起,满身石灰,就像我舅舅刮石头时的样子。
ἡ ἑτέρα δὲ μάλα εὐπρόσωπος καὶ τὸ σχῆμα εὐπρεπὴς καὶ κόσμιος τὴν ἀναβολήν.
另一个妇人容貌极其美丽,仪表端庄,衣着得体。
τέλος δ' οὖν ἐφιᾶσί μοι δικάζειν ὁποτέρᾳ βουλοίμην συνεῖναι αὐτῶν.
最后,她们让我自己决定想要和她们中的哪一个在一起。
προτέρα δὲ ἡ σκληρὰ ἐκείνη καὶ ἀνδρώδης ἔλεξεν· §7ἐγώ, φίλε παῖ, Ἑρμογλυφικὴ τέχνη εἰμί, ἣν χθὲς ἤρξω μανθάνειν, οἰκεία τέ σοι καὶ συγγενὴς οἴκοθεν·
而那个粗俗阳刚的妇人先开口了: “我亲爱的孩子,我是雕刻手艺,你昨天刚开始学习的,从家世来看,她对你既熟悉又亲近。
ὅ τε γὰρ πάππος σου — εἰποῦσα τοὔνομα τοῦ μητροπάτορος — λιθοξόος ἦν καὶ τὼ θείω ἀμφοτέρω καὶ μάλα εὐδοκιμεῖτον διʼ ἡμᾶς.
因为你的外祖父”——她说了我外祖父的名字——“是个石匠,你的两个舅舅也是,他们因为我而享有极高的声誉。
εἰ δʼ ἐθέλεις λήρων μὲν καὶ φληνάφων τῶν παρὰ ταύτης ἀπέχεσθαι, — δείξασα τὴν ἑτέραν — ἕπεσθαι δὲ καὶ συνοικεῖν ἐμοί, πρῶτα μὲν θρέψῃ γεννικῶς καὶ τοὺς ὤμους ἕξεις καρτερούς, φθόνου δὲ παντὸς ἀλλότριος ἔσῃ· καὶ οὔποτε ἄπει ἐπὶ τὴν ἀλλοδαπήν, τὴν πατρίδα καὶ τοὺς οἰκείους καταλιπών, οὐδὲ ἐπὶ λόγοις. . . ἐπαινέσονταί σε πάντες.
如果你愿意远离这个女人”——她指着另一个——“那些无聊和荒谬的闲谈,而跟随并与我生活在一起,首先,你将得到体面的抚养,拥有强壮的双肩,并且远离一切嫉妒;你绝不会离开祖国和亲人去往异国他乡,也不会仅仅因为言辞……所有人都会赞美你。
§8μὴ μυσαχθῇς δὲ τοῦ σχήματος τὸ εὐτελὲς μηδὲ τῆς ἐσθῆτος τὸ πιναρόν·
不要嫌弃我外貌的寒酸,也不要嫌弃我衣服的污垢。
ἀπὸ γὰρ τοιούτων ὁρμώμενος καὶ Φειδίας ἐκεῖνος ἔδειξε τὸν Δία καὶ Πολύκλειτος τὴν Ἥραν εἰργάσατο καὶ Μύρων ἐπῃνέθη καὶ Πραξιτέλης ἐθαυμάσθη.
因为,正是从这样的起点出发,著名的菲迪亚斯展现了他的宙斯像,波留克列特斯创作了赫拉像,米隆赢得了赞美,普拉克西特列斯受到了惊叹。
προσκυνοῦνται γοῦν οὗτοι μετὰ τῶν θεῶν.
总之,他们与神明一同受到人们的顶礼膜拜。
εἰ δὴ τούτων εἷς γένοιο, πῶς μὲν οὐ κλεινὸς αὐτὸς παρὰ πᾶσιν ἀνθρώποις ἔσῃ, ζηλωτὸν δὲ καὶ τὸν πατέρα ἀποδείξεις, περίβλεπτον δὲ ἀποφανεῖς καὶ τὴν πατρίδα;
如果你成为他们中的一员,你自己在所有人中怎能不闻名遐迩,你也会让你的父亲令人羡慕,并让你的祖国也引人瞩目。
Ταῦτα καὶ ἔτι τούτων πλείονα διαπταίουσα καὶ βαρβαρίζουσα πάμπολλα εἶπεν ἡ Τέχνη, μάλα δὴ σπουδῇ συνείρουσα καὶ πείθειν με πειρωμένη·
手艺女神说这些话,甚至比这更多的话,说得磕磕绊绊,犯了许多文法错误,但她非常急切地把话串在一起,极力想说服我。
ἀλλʼ οὐκέτι μέμνημαι· τὰ πλεῖστα γὰρ ἤδη μου τὴν μνήμην διέφυγεν.
但我已经不记得了,因为大部分话已经从我的记忆中消失了。
ἐπεὶ δʼ οὖν ἐπαύσατο, ἄρχεται ἡ ἑτέρα ὧδέ πως· §9ἐγὼ δέ, ὦ τέκνον, Παιδεία εἰμὶ ἤδη συνήθης σοι καὶ γνωρίμη, εἰ καὶ μηδέπω εἰς τέλος μου πεπείρασαι.
总之,当她停下来后,另一个女人像这样开始了: “而我,孩子,我是教养,你已经熟悉并认识我,即使你还没有彻底体验过我。
ἡλίκα μὲν οὖν τὰ ἀγαθὰ ποριῇ λιθοξόος γενόμενος, αὕτη προείρηκεν·
至于你成为石匠能为自己谋得多少好处,她刚才已经说过了。
οὐδὲν γὰρ ὅτι μὴ ἐργάτης ἔσῃ τῷ σώματι πονῶν κἀν τούτῳ τὴν ἅπασαν ἐλπίδα τοῦ βίου τεθειμένος, ἀφανὴς μὲν αὐτὸς ὤν, ὀλίγα καὶ ἀγεννῆ λαμβάνων, ταπεινὸς τὴν γνώμην, εὐτελὴς δὲ τὴν πρόοδον, οὔτε φίλοις ἐπιδικάσιμος οὔτε ἐχθροῖς φοβερὸς οὔτε τοῖς πολίταις ζηλωτός, ἀλλʼ αὐτὸ μόνον ἐργάτης καὶ τῶν ἐκ τοῦ πολλοῦ δήμου εἷς, ἀεὶ τὸν προὔχοντα ὑποπτήσσων καὶ τὸν λέγειν δυνάμενον θεραπεύων, λαγὼ βίον ζῶν καὶ τοῦ κρείττονος ἕρμαιον ὤν·
因为你除了一个用身体劳作的劳动者之外,什么都不是,并将一生所有的希望都寄托于此。 你自己将默默无闻,获得微薄且卑下的收入,心志卑微,在社会交往中低贱,既不能为朋友提供司法支持,也不能让敌人畏惧,更不会被公民羡慕,而仅仅是一个劳动者,是众多平民中的一员,总是对上司畏首畏尾,巴结那些有口才的人,过着兔子般的生活,成为强者的猎物。
εἰ δὲ καὶ Φειδίας ἢ Πολύκλειτος γένοιο καὶ πολλὰ θαυμαστὰ ἐξεργάσαιο, τὴν μὲν τέχνην ἅπαντες ἐπαινέσονται, οὐκ ἔστι δὲ ὅστις τῶν ἰδόντων, εἰ νοῦν ἔχοι, εὔξαιτʼ ἂν σοὶ ὅμοιος γενέσθαι·
即使你成为了菲迪亚斯或波留克列特斯,创作出许多令人惊叹的作品,所有人固然会赞美你的手艺,但在观看者中,只要他有理智,绝没有一个人会祈求变得像你一样。
οἷος γὰρ ἂν ᾖς, βάναυσος καὶ χειρῶναξ καὶ ἀποχειροβίωτος νομισθήσῃ.
因为无论你有多大成就,你都只会被视为一个卑贱的匠人、体力劳动者、一个靠双手糊口的人。 ”

词汇与语法注释

  1. §6μικροῦ — μικροῦ δεῖν(几乎、差一点)这一惯用表达的省略形式(省略了 δεῖν)。它修饰不定过去时直说法动词(διεσπάσαντο),表示过去几乎发生但最终未发生的事情。
  2. §6ἂν ... ἐπεκράτει — 语气词 ἄν 与未完成过去时直说法(ἐπεκράτει, εἰχόμην)结合,表示过去反复发生或习惯性的行为(“经常……”、“往往……”)。需要注意,这并不是违背事实虚拟条件句的结句。
  3. §9οὐδὲν γὰρ ὅτι μὴ — 相当于 οὐδὲν ἄλλο ἤ(除……之外别无他物)的惯用表达,整体意为“只不过是”、“仅仅是”。它强烈限定了后面的 ἐργάτης ἔσῃ(你将成为一个劳动者)。

引用这一段

琉善, 梦或琉善的生平 §6-9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg029.humanitext-grc2:6-9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。