Humanitext Reader

琉善 · 梦或琉善的生平 §10-13

教养女神阐述精神之美与不朽声誉

第 3 段,共 4 段 · 希腊语

内容简介

教养女神继续说服,阐述追随她所能获得的精神富足、社会声望以及不朽的荣耀,同时警告说,若留做体力匠人,其人生将是卑微且自我贬低的。

§10ἢν δʼ ἐμοὶ πείθῃ, πρῶτον μέν σοι πολλὰ ἐπιδείξω παλαιῶν ἀνδρῶν ἔργα καὶ πράξεις θαυμαστὰς καὶ λόγους αὐτῶν ἀπαγγελῶ, καὶ πάντων ὡς εἰπεῖν ἔμπειρον ἀποφανῶ, καὶ τὴν ψυχήν, ὅπερ σοι κυριώτατόν ἐστι, κατακοσμήσω πολλοῖς καὶ ἀγαθοῖς κοσμήμασι — σωφροσύνῃ, δικαιοσύνῃ, εὐσεβείᾳ, πρᾳότητι, ἐπιεικείᾳ, συνέσει, καρτερίᾳ, τῷ τῶν καλῶν ἔρωτι, τῇ πρὸς τὰ σεμνότατα ὁρμῇ·
“但如果你听从我,首先,我将向你展示古人的许多伟业和令人惊叹的事迹,并向你讲述他们的言论,使你成为一个可以说在一切事情上都有经验的人。 而且你的灵魂,这对你来说是最核心的部分,我将用许多美好的装饰来装点它——节制、正义、虔敬、温和、宽容、聪慧、坚忍、对美德的向往、对最崇高事物的追求。
ταῦτα γάρ ἐστιν ὁ τῆς ψυχῆς ἀκήρατος ὡς ἀληθῶς κόσμος.
因为这些才是灵魂真正纯洁的装饰。
λήσει δέ σε οὔτε παλαιὸν οὐδὲν οὔτε νῦν γενέσθαι δέον, ἀλλὰ καὶ τὰ μέλλοντα προόψει μετʼ ἐμοῦ, καὶ ὅλως ἅπαντα ὁπόσα ἐστί, τά τε θεῖα τά τʼ ἀνθρώπινα, οὐκ εἰς μακράν σε διδάξομαι.
过去发生的事,和现在应该发生的事,都不会瞒过你,而且你还将随我一起预见未来;简而言之,无论神事还是人事,存在的一切事物,我很快就会指教你。
§11καὶ ὁ νῦν πένης ὁ τοῦ δεῖνος, ὁ βουλευσάμενός τι περὶ ἀγεννοῦς οὕτω τέχνης, μετʼ ὀλίγον ἅπασι ζηλωτὸς καὶ ἐπίφθονος ἔσῃ, τιμώμενος καὶ ἐπαινούμενος καὶ ἐπὶ τοῖς ἀρίστοις εὐδοκιμῶν καὶ ὑπὸ τῶν γένει καὶ πλούτῳ προὐχόντων ἀποβλεπόμενος, ἐσθῆτα μὲν τοιαύτην ἀμπεχόμενος, — δείξασα τὴν ἑαυτῆς· πάνυ δὲ λαμπρὰν ἐφόρει — ἀρχῆς δὲ καὶ προεδρίας ἀξιούμενος.
而你,如今这个某某人的穷儿子、曾为如此卑贱的手艺而犹豫不决的人,不久之后就会成为所有人羡慕和嫉妒的对象。 你将受到尊敬和赞扬,因最杰出的成就而享有盛誉,受到那些出身和财富显赫之人的仰望,穿着这样的衣服—— 她指了指自己的衣服;而她当时穿着一件非常华丽的衣服—— 并被认为配得上官职和首席之位。
κἄν που ἀποδημῇς, οὐδʼ ἐπὶ τῆς ἀλλοδαπῆς ἀγνὼς οὐδʼ ἀφανὴς ἔσῃ· τοιαῦτά σοι περιθήσω τὰ γνωρίσματα ὥστε τῶν ὁρώντων ἕκαστος τὸν πλησίον κινήσας δείξει σε τῷ δακτύλῳ, οὗτος ἐκεῖνος λέγων.
即使你到国外旅行,在异国他乡你也不会是默默无闻、不为人知的;我将赋予你这样的识别特征,以至于每一个看见你的人都会碰碰邻座的人,用手指着你说:‘就是他!
§12ἂν δέ τι σπουδῆς ἄξιον ἢ τοὺς φίλους ἢ καὶ τὴν πόλιν ὅλην καταλαμβάνῃ, εἰς σὲ πάντες ἀποβλέψονται· κἄν πού τι λέγων τύχῃς, κεχηνότες οἱ πολλοὶ ἀκούσονται, θαυμάζοντες καὶ εὐδαιμονίζοντές σε τῆς δυνάμεως τῶν λόγων καὶ τὸν πατέρα τῆς εὐποτμίας.
’ 若有任何值得认真对待的大事降临在你的朋友们或整个城市身上,所有人都会仰望你;如果你在某处发言,大众会张口倾听,因你的雄辩之才而对你惊叹并赞美你的幸运,也因你父亲的福分而羡慕他。
ὃ δὲ λέγουσιν, ὡς ἄρα καὶ ἀθάνατοι γίγνονταί τινες ἐξ ἀνθρώπων, τοῦτό σοι περιποιήσω· καὶ γὰρ ἢν αὐτὸς ἐκ τοῦ βίου ἀπέλθῃς, οὔποτε παύσῃ συνὼν τοῖς πεπαιδευμένοις καὶ προσομιλῶν τοῖς ἀρίστοις.
至于人们所说的那样,人类中确实有些人会成为不朽之身,我将为你赢得这一点;因为即使你离开了人世,你也绝不会停止与有教养的人交往,并与最优秀的人对话。
ὁρᾷς τὸν Δημοσθένην ἐκεῖνον, τίνος υἱὸν ὄντα ἐγὼ ἡλίκον ἐποίησα.
你看看著名的德摩斯梯尼,他是谁的儿子,而被我变得多么伟大。
ὁρᾷς τὸν Αἰσχίνην, ὡς τυμπανιστρίας υἱὸς ἦν, ἀλλʼ ὅμως αὐτὸν διʼ ἐμὲ Φίλιππος ἐθεράπευεν.
你看看埃斯基涅斯,他虽然是一个手鼓女的儿子,但即便如此,因为我的缘故,腓力也对他礼遇有加。
ὁ δὲ Σωκράτης καὶ αὐτὸς ὑπὸ τῇ Ἑρμογλυφικῇ ταύτῃ τραφείς, ἐπειδὴ τάχιστα συνῆκεν τοῦ κρείττονος καὶ δραπετεύσας παρʼ αὐτῆς ηὐτομόλησεν ὡς ἐμέ, ἀκούεις ὡς παρὰ πάντων ᾄδεται.
而苏格拉底自己,虽然也是在这雕刻手艺下抚养成人的,但当他一领悟到更好的道路,便从她那里逃走,投奔了我,你也听闻了他是如何受到所有人的歌颂。
§13ἀφεὶς δὲ αὖ τοὺς τηλικούτους καὶ τοιούτους ἄνδρας καὶ πράξεις λαμπρὰς καὶ λόγους σεμνοὺς καὶ σχῆμα εὐπρεπὲς καὶ τιμὴν καὶ δόξαν καὶ ἔπαινον καὶ προεδρίας καὶ δύναμιν καὶ ἀρχὰς καὶ τὸ ἐπὶ λόγοις εὐδοκιμεῖν καὶ τὸ ἐπὶ συνέσει εὐδαιμονίζεσθαι, χιτώνιόν τι πιναρὸν ἐνδύσῃ καὶ σχῆμα δουλοπρεπὲς ἀναλήψῃ καὶ μοχλία καὶ γλυφεῖα καὶ κοπέας καὶ κολαπτῆρας ἐν ταῖν χεροῖν ἕξεις κάτω νενευκὼς εἰς τὸ ἔργον, χαμαιπετὴς καὶ χαμαίζηλος καὶ πάντα τρόπον ταπεινός, ἀνακύπτων δὲ οὐδέποτε οὐδὲ ἀνδρῶδες οὐδὲ ἐλεύθερον οὐδὲν ἐπινοῶν, ἀλλὰ τὰ μὲν ἔργα ὅπως εὔρυθμα καὶ εὐσχήμονα ἔσται σοι προνοῶν, ὅπως δὲ αὐτὸς εὔρυθμός τε καὶ κόσμιος ἔσῃ, ἥκιστα πεφροντικώς, ἀλλʼ ἀτιμότερον ποιῶν σεαυτὸν λίθων.
但相反,如果你抛弃如此伟大、如此的人物,以及辉煌的事迹、崇高的言论、得体的仪表、荣誉、名声、赞美、首席之位、权势、官职、因言辞而享有的盛誉、因聪慧而被赞为幸福,你将会穿上一件肮脏的小短衣,呈现出奴隶般的外表,手里拿着撬棍、凿子、雕刻刀和锤子,俯身于工作,伏地、卑微,在方方面面都低贱,绝不抬头,也绝不想任何有阳刚之气或自由的事情,而只是顾及如何使你的作品匀称和美观,却最不关心你自己如何变得匀称和得体,反而使你自己比你雕刻的石头更低贱。 ”

词汇与语法注释

  1. 10λήσει δέ σε — 动词 λανθάνω(不被察觉、隐藏)的将来时 λήσω 的单数第三人称形式 λήσει,支配人称代词宾格 σε(你),意为“……不会瞒过你/不会被你忽视”。主语有两个:οὔτε παλαιὸν οὐδὲν(过去的任何事)和 οὔτε νῦν γενέσθαι δέον(现在应该发生的任何事)。
  2. 11καὶ ὁ νῦν πένης ὁ τοῦ δεῖνος ... ἔσῃ — 此处出现了句法脱节(Anacoluthon)。句首以第三人称主格名词短语(ὁ νῦν πένης... “如今这个某某人的穷人”)开始,但谓语动词却是第二人称单数将来时 ἔσῃ(你将是),主语的指示对象直接从第三人称过渡到了第二人称。
  3. 12ὃ δὲ λέγουσιν ... τοῦτό σοι περιποιήσω — 由关系代词 ὅ(中性单数宾格)引导的从句先期指代主句中的指示代词 τοῦτο(这)。关系从句中的 ὡς 从句(ὡς ἄρα...)是 λέγουσιν(他们说)的实质内容宾语从句,构成了“人们所说的……那件事,我将为你赢得它”的句式结构。
  4. 13ἀφεὶς δὲ αὖ τοὺς τηλικούτους ... χιτώνιόν τι πιναρὸν ἐνδύσῃ — 展示这一长句的骨架。句首的不定过去时分词 ἀφεὶς(抛弃)支配着一系列宾格词组(从 τοὺς τηλικούτους καὶ τοιούτους ἄνδρας 一直到 εὐδαιμονίζεσθαι),并引向主句的主动词 ἐνδύσῃ(你将穿上)。后半部分通过一系列并列的动词(ἀναλήψῃ, ἕξεις 等)和分词(νενευκώς, ἐπινοῶν, προνοῶν, πεφροντικώς, ποιῶν)详细描绘了成为手艺人后的悲惨境遇。

引用这一段

琉善, 梦或琉善的生平 §10-13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg029.humanitext-grc2:10-13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。