- 底本
- Lucian, Vol. 3. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1921.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg029.humanitext-grc2:6-9
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
夢の中で彫刻の技術を象徴する女性と教養(パイデイア)を象徴する女性が現れ、主人公をめぐって争う。技術の女性は親族の伝統や将来の成功を謳って誘惑し、教養の女性は石職人の生活がいかに卑しく過酷なものであるかを説いて引き留めようとする。
δύο γυναῖκες λαβόμεναι ταῖν χεροῖν εἷλκόν με πρὸς ἑαυτὴν ἑκατέρα μάλα βιαίως καὶ καρτερῶς· μικροῦ1 γοῦν με διεσπάσαντο πρὸς ἀλλήλας φιλοτιμούμεναι· καὶ γὰρ καὶ ἄρτι μὲν ἂν ἡ ἑτέρα ἐπεκράτει2 καὶ παρὰ μικρὸν ὅλον εἶχέ με, ἄρτι δʼ ἂν αὖθις ὑπὸ τῆς ἑτέρας εἰχόμην. ἐβόων δὲ πρὸς ἀλλήλας ἑκατέρα, ἡ μὲν ὡς αὐτῆς ὄντα με κεκτῆσθαι βούλοιτο, ἡ δὲ ὡς μάτην τῶν ἀλλοτρίων ἀντιποιοῖτο. ἦν δὲ ἡ μὲν ἐργατικὴ καὶ ἀνδρικὴ καὶ αὐχμηρὰ τὴν κόμην, τὼ χεῖρε τύλων ἀνάπλεως, διεζωσμένη τὴν ἐσθῆτα, τιτάνου καταγέμουσα, οἷος ἦν ὁ θεῖος ὁπότε ξέοι τοὺς λίθους· ἡ ἑτέρα δὲ μάλα εὐπρόσωπος καὶ τὸ σχῆμα εὐπρεπὴς καὶ κόσμιος τὴν ἀναβολήν. τέλος δ' οὖν ἐφιᾶσί μοι δικάζειν ὁποτέρᾳ βουλοίμην συνεῖναι αὐτῶν. προτέρα δὲ ἡ σκληρὰ ἐκείνη καὶ ἀνδρώδης ἔλεξεν·
二人の女性が私の両手をつかみ、それぞれ極めて激しく力強く、自分の方へと私を引っ張った。彼女らがお互いに張り合っていたため、もう少しで私を引き裂くところであった。というのも、ある時は一方が優勢になって私のすべてを手に入れそうになり、またある時は再び他方によって私が捕らえられたりしたからである。彼女らはそれぞれお互いに叫び立てていた。一方は、私が彼女のものであるとして所有したいと望み、他方は、相手が他人のものを不当に求めているのだと言っていた。一方は労働者風で男勝りであり、髪は埃っぽく、両手は胼胝だらけで、着物をたくし上げ、漆喰にまみれていた。ちょうど叔父が石を削っていた時の姿のようであった。他方は極めて美しく、容姿は端麗で、衣服のまとい方も上品であった。 ついに彼女らは、彼女たちのどちらと一緒にいたいかを私自身に判断させることにした。そして、あの無骨で男勝りの女が先に話し始めた。
ἐγώ, φίλε παῖ, Ἑρμογλυφικὴ τέχνη εἰμί, ἣν χθὲς ἤρξω μανθάνειν, οἰκεία τέ σοι καὶ συγγενὴς οἴκοθεν· ὅ τε γὰρ πάππος σου — εἰποῦσα τοὔνομα τοῦ μητροπάτορος — λιθοξόος ἦν καὶ τὼ θείω ἀμφοτέρω καὶ μάλα εὐδοκιμεῖτον διʼ ἡμᾶς. εἰ δʼ ἐθέλεις λήρων μὲν καὶ φληνάφων τῶν παρὰ ταύτης ἀπέχεσθαι, — δείξασα τὴν ἑτέραν — ἕπεσθαι δὲ καὶ συνοικεῖν ἐμοί, πρῶτα μὲν θρέψῃ γεννικῶς καὶ τοὺς ὤμους ἕξεις καρτερούς, φθόνου δὲ παντὸς ἀλλότριος ἔσῃ· καὶ οὔποτε ἄπει ἐπὶ τὴν ἀλλοδαπήν, τὴν πατρίδα καὶ τοὺς οἰκείους καταλιπών, οὐδὲ ἐπὶ λόγοις... ἐπαινέσονταί σε πάντες.
「愛する子よ、私は彫刻の技術です。あなたが昨日学び始めたものであり、家系からしてもあなたに馴染み深く、血のつながりがあるものです。というのも、あなたの祖父は――と、彼女は母方の祖父の名を呼んだが――石職人であり、二人の叔父もそうであって、私たちのために極めて名声を博しているからです。もしあなたが、この女からの――と、他方を指さして――戯言や無駄口から遠ざかり、私に従ってともに暮らすことを望むなら、第一に、あなたは立派に養われ、強健な肩を持つようになり、あらゆる嫉妬とは無縁になるでしょう。そして、祖国や親族を捨てて異国へ去ることも決してなく、また、言葉だけで(終わることもなく)……すべての人々があなたを称賛するでしょう。
μὴ μυσαχθῇς δὲ τοῦ σχήματος τὸ εὐτελὲς μηδὲ τῆς ἐσθῆτος τὸ πιναρόν· ἀπὸ γὰρ τοιούτων ὁρμώμενος καὶ Φειδίας ἐκεῖνος ἔδειξε τὸν Δία καὶ Πολύκλειτος τὴν Ἥραν εἰργάσατο καὶ Μύρων ἐπῃνέθη καὶ Πραξιτέλης ἐθαυμάσθη. προσκυνοῦνται γοῦν οὗτοι μετὰ τῶν θεῶν. εἰ δὴ τούτων εἷς γένοιο, πῶς μὲν οὐ κλεινὸς αὐτὸς παρὰ πᾶσιν ἀνθρώποις ἔσῃ, ζηλωτὸν δὲ καὶ τὸν πατέρα ἀποδείξεις, περίβλεπτον δὲ ἀποφανεῖς καὶ τὴν πατρίδα; Ταῦτα καὶ ἔτι τούτων πλείονα διαπταίουσα καὶ βαρβαρίζουσα πάμπολλα εἶπεν ἡ Τέχνη, μάλα δὴ σπουδῇ συνείρουσα καὶ πείθειν με πειρωμένη· ἀλλʼ οὐκέτι μέμνημαι· τὰ πλεῖστα γὰρ ἤδη μου τὴν μνήμην διέφυγεν. ἐπεὶ δʼ οὖν ἐπαύσατο, ἄρχεται ἡ ἑτέρα ὧδέ πως·
私の姿のみすぼらしさや、衣服の汚れを嫌悪してはなりません。なぜなら、そのような状態から出発して、あの有名なペイディアスはゼウス像を示し、ポリュクレイトスはヘラ像を作り上げ、ミュロンは称賛され、プラクシテレスは驚嘆されたのですから。実に彼らは、神々と並んで崇拝されているのです。もしあなたが彼らの一人となるなら、あなた自身がすべての人々の間でいかに有名になるのみならず、父をも羨まれる存在にし、祖国をも衆目の的にするではありませんか。」 このようなこと、またこれら以上に多くのことを、技術の女神は、言葉をしきりにつかえさせ、おびただしい言葉の誤りを犯しながら、極めて熱心に言葉を連ね、私を説得しようとして語った。しかし、私はもう覚えていない。大半はすでに私の記憶から消え去ってしまったからだ。 ともかく、彼女が話し終えると、他方の女性が次のように始めた。
ἐγὼ δέ, ὦ τέκνον, Παιδεία εἰμὶ ἤδη συνήθης σοι καὶ γνωρίμη, εἰ καὶ μηδέπω εἰς τέλος μου πεπείρασαι. ἡλίκα μὲν οὖν τὰ ἀγαθὰ ποριῇ λιθοξόος γενόμενος, αὕτη προείρηκεν· οὐδὲν γὰρ ὅτι μὴ3 ἐργάτης ἔσῃ τῷ σώματι πονῶν κἀν τούτῳ τὴν ἅπασαν ἐλπίδα τοῦ βίου τεθειμένος, ἀφανὴς μὲν αὐτὸς ὤν, ὀλίγα καὶ ἀγεννῆ λαμβάνων, ταπεινὸς τὴν γνώμην, εὐτελὴς δὲ τὴν πρόοδον, οὔτε φίλοις ἐπιδικάσιμος οὔτε ἐχθροῖς φοβερὸς οὔτε τοῖς πολίταις ζηλωτός, ἀλλʼ αὐτὸ μόνον ἐργάτης καὶ τῶν ἐκ τοῦ πολλοῦ δήμου εἷς, ἀεὶ τὸν προὔχοντα ὑποπτήσσων καὶ τὸν λέγειν δυνάμενον θεραπεύων, λαγὼ βίον ζῶν καὶ τοῦ κρείττονος ἕρμαιον ὤν· εἰ δὲ καὶ Φειδίας ἢ Πολύκλειτος γένοιο καὶ πολλὰ θαυμαστὰ ἐξεργάσαιο, τὴν μὲν τέχνην ἅπαντες ἐπαινέσονται, οὐκ ἔστι δὲ ὅστις τῶν ἰδόντων, εἰ νοῦν ἔχοι, εὔξαιτʼ ἂν σοὶ ὅμοιος γενέσθαι· οἷος γὰρ ἂν ᾖς, βάναυσος καὶ χειρῶναξ καὶ ἀποχειροβίωτος νομισθήσῃ.
「わが子よ、私は教養です。あなたがまだ私を最後まで経験したわけではないにしても、すでにあなたにとって親しく、なじみ深い存在です。さて、石職人になることであなたがどれほど大きな便益を手に入れられるかについては、この女が今言った通りです。というのも、あなたは肉体を使って労役し、その肉体に生涯のすべての希望を託す一介の労働者になるにすぎず、自分自身は世に知られず、わずかで卑小な稼ぎしか得られず、考え方は卑屈で、世に出ることにおいては卑小であり、友人たちに頼られることもなく、敵に恐れられることもなく、市民たちから羨まれることもなく、ただ単に一労働者、多くの大衆の一人にすぎず、常に目上の者にへつらい、弁の立つ者をかしこまって世話(追従)し、野うさぎのような生活を送り、強者の餌食となるだけだからです。また、仮にあなたがペイディアスやポリュクレイトスになり、多くの素晴らしい作品を作り上げたとしても、技術そのものは誰もが称賛するでしょうが、それを見た者のうち、分別のある人であれば、あなたと同じようになりたいと願う者は一人もいないでしょう。なぜなら、あなたがどのような人物であれ、あなたは卑しい手職人、職人、そして手仕事で糊口をしのぐ者とみなされるからなのです。」
- 6μικροῦ
μικροῦ δεῖν の形で「もう少しで〜するところであった」を意味する慣用表現で、ここでは δεῖν が省略されています。動詞 Aorist 直説法(διεσπάσαντο)を修飾して、過去に実際に起こりかけたが免れた事態を表します。
- 6ἂν ... ἐπεκράτει
小辞 ἄν と未完了過去直説法(ἐπεκράτει, εἰχόμην)の組み合わせは、過去における反復的・習慣的な行為(「〜したものだった」、「〜することもしばしばだった」)を表します。条件文の帰結(反実仮想)ではないことに注意が必要です。
- 9οὐδὲν γὰρ ὅτι μὴ
οὐδὲν ἄλλο ἤ(〜以外の何ものでもない)と同義の慣用表現で、全体として「〜にすぎない」という意味になります。後ろの ἐργάτης ἔσῃ(労働者となるだろう)を強く限定しています。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 訳文 1 件
