Humanitext Reader

琉善 · 梦或琉善的生平 §1-5

学徒学艺的失败与奇异梦境的降临

第 1 段,共 4 段 · 希腊语

内容简介

刚毕业的年轻叙述者与家人商讨未来职业,决定跟随雕刻家舅舅当学徒。然而,他在第一次尝试时便犯下错误,遭到舅舅严厉殴打,哭着逃回家中。当晚,他做了一个清晰无比的奇妙梦境。

§1ἄρτι μὲν ἐπεπαύμην εἰς τὰ διδασκαλεῖα φοιτῶν ἤδη τὴν ἡλικίαν πρόσηβος ὤν, ὁ δὲ πατὴρ ἐσκοπεῖτο μετὰ τῶν φίλων ὅ τι καὶ διδάξαιτό με.
我刚刚停止去学校上学,年龄已经到了青春期。 而我的父亲正与朋友们商量该让我学习什么。
τοῖς πλείστοις οὖν ἔδοξεν παιδεία μὲν καὶ πόνου πολλοῦ καὶ χρόνου μακροῦ καὶ δαπάνης οὐ μικρᾶς καὶ τύχης δεῖσθαι λαμπρᾶς, τὰ δʼ ἡμέτερα μικρά τε εἶναι καὶ ταχεῖάν τινα τὴν ἐπικουρίαν ἀπαιτεῖν·
因此,在大多数人看来,接受教养既需要付出巨大的辛劳、漫长的时间、不菲的开销,还需要显赫的运气;而我们的家境贫寒,需要某种快速的帮助。
εἰ δέ τινα τέχνην τῶν βαναύσων τούτων ἐκμάθοιμι, τὸ μὲν πρῶτον εὐθὺς ἂν αὐτὸς ἔχειν τὰ ἀρκοῦντα παρὰ τῆς τέχνης καὶ μηκέτʼ οἰκόσιτος εἶναι τηλικοῦτος ὤν, οὐκ εἰς μακρὰν δὲ καὶ τὸν πατέρα εὐφρανεῖν ἀποφέρων ἀεὶ τὸ γιγνόμενον.
但如果我能彻底学会这些普通手艺中的某一种,首先,我自己立刻就能从手艺中获得充足的生计,在这个年纪不再吃闲饭,而且不久之后,我还能通过经常带回劳动所得来取悦父亲。
§2δευτέρας οὖν σκέψεως ἀρχὴ προὐτέθη, τίς ἀρίστη τῶν τεχνῶν καὶ ῥᾴστη ἐκμαθεῖν καὶ ἀνδρὶ ἐλευθέρῳ πρέπουσα καὶ πρόχειρον ἔχουσα τὴν χορηγίαν καὶ διαρκῆ τὸν πόρον.
于是,第二个讨论的议题被提出:哪种手艺最优秀、最容易学会、适合自由人、工具易得且能提供持续的收入。
ἄλλου τοίνυν ἄλλην ἐπαινοῦντος, ὡς ἕκαστος γνώμης ἢ ἐμπειρίας εἶχεν, ὁ πατὴρ εἰς τὸν θεῖον ἀπιδών, — παρῆν γὰρ ὁ πρὸς μητρὸς θεῖος, ἄριστος ἑρμογλύφος εἶναι δοκῶν — οὐ θέμις, εἶπεν, ἄλλην τέχνην ἐπικρατεῖν σοῦ παρόντος, ἀλλὰ τοῦτον ἄγε — δείξας ἐμέ — δίδασκε παραλαβὼν λίθων ἐργάτην ἀγαθὸν εἶναι καὶ συναρμοστὴν καὶ ἑρμογλυφέα·
当时,各人根据自己的见解或经验,有人赞美这个,有人赞美那个,父亲看着我的舅舅——因为我母系的舅舅也在场,他被公认为是一位极优秀的雕刻家——说道:“有你在场,让其他手艺占上风是不合情理的。 带走这孩子吧”——他指着我——“收他当学徒,教他成为一个优秀的石匠、石材接合工和雕刻家。
δύναται γὰρ καὶ τοῦτο, φύσεώς γε, ὡς οἶσθα, ἔχων δεξιῶς.
因为他也能干这个,如你所知,他天生手巧。
ἐτεκμαίρετο δὲ ταῖς ἐκ τοῦ κηροῦ παιδιαῖς· ὁπότε γὰρ ἀφεθείην ὑπὸ τῶν διδασκάλων, ἀποξέων ἂν τὸν κηρὸν ἢ βόας ἢ ἵππους ἢ καὶ νὴ Δί’ ἀνθρώπους ἀνέπλαττον, εἰκότας, ὡς ἐδόκουν τῷ πατρί·
”他这是从我用蜡做的游戏推测出来的;因为每当老师放学时,我就会刮下蜡,捏成牛、马,甚至奉宙斯之名,还捏成人的形状,在父亲看来捏得很逼真。
ἐφʼ οἷς παρὰ μὲν τῶν διδασκάλων πληγὰς ἐλάμβανον, τότε δὲ ἔπαινος εἰς τὴν εὐφυίαν καὶ ταῦτα ἦν, καὶ χρηστὰς εἶχον ἐπʼ ἐμοὶ τὰς ἐλπίδας ὡς ἐν βραχεῖ μαθήσομαι τὴν τέχνην, ἀπʼ ἐκείνης γε τῆς πλαστικῆς.
虽然我曾因为这些事挨过老师的打,但当时这却成了对我天赋的赞赏,他们对我抱有很好的期望,认为我很快就能从那样的塑造中学会这门手艺。
§3ἅμα τε οὖν ἐπιτήδειος ἐδόκει ἡμέρα τέχνης ἐνάρχεσθαι, κἀγὼ παρεδεδόμην τῷ θείῳ μὰ τὸν Δίʼ οὐ σφόδρα τῷ πράγματι ἀχθόμενος, ἀλλά μοι καὶ παιδιάν τινα οὐκ ἀτερπῆ ἐδόκει ἔχειν καὶ πρὸς τοὺς ἡλικιώτας ἐπίδειξιν, εἰ φαινοίμην θεούς τε γλύφων καὶ ἀγαλμάτια μικρά τινα κατασκευάζων ἐμαυτῷ τε κἀκείνοις οἷς προῃρούμην.
于是,一个适合开始学艺的日子一到,我便被交给了舅舅。 奉宙斯之名,我对这事其实并不十分反感。 相反,我觉得这其中似乎有一种颇为有趣的娱乐,而且还能在同龄人面前炫耀,如果我能雕刻神像,为自己和我所偏爱的人制作一些小雕像的话。
καὶ τό γε πρῶτον ἐκεῖνο καὶ σύνηθες τοῖς ἀρχομένοις ἐγίγνετο.
而正是那第一件对初学者来说很常见的事情发生了。
ἐγκοπέα γάρ τινά μοι δοὺς ὁ θεῖος ἐκέλευσεν ἠρέμα καθικέσθαι πλακὸς ἐν μέσῳ κειμένης, ἐπειπὼν τὸ κοινὸν ἀρχὴ δέ τοι ἥμισυ παντός.
舅舅给了我一把凿子,命令我轻轻地敲击放在中间的一块石板,并说了一句俗语:“好的开始是成功的一半。
σκληρότερον δὲ κατενεγκόντος ὑπʼ ἀπειρίας κατεάγη μὲν ἡ πλάξ, ὁ δὲ ἀγανακτήσας σκυτάλην τινὰ πλησίον κειμένην λαβὼν οὐ πρᾴως οὐδὲ προτρεπτικῶς μου κατήρξατο, ὥστε δάκρυά μοι τὰ προοίμια τῆς τέχνης.
”但由于缺乏经验,我用力过猛,石板断裂了。 他勃然大怒,拿起放在旁边的一根棍子,既不温柔也不带鼓励地开始抽打我,以至于眼泪成了我学艺的序幕。
§4ἀποδρὰς οὖν ἐκεῖθεν ἐπὶ τὴν οἰκίαν ἀφικνοῦμαι συνεχὲς ἀναλύζων καὶ δακρύων τοὺς ὀφθαλμοὺς ὑπόπλεως, καὶ διηγοῦμαι τὴν σκυτάλην καὶ τοὺς μώλωπας ἐδείκνυον, καὶ κατηγόρουν πολλήν τινα ὠμότητα, προσθεὶς ὅτι ὑπὸ φθόνου ταῦτα ἔδρασε, μὴ αὐτὸν ὑπερβάλωμαι κατὰ τὴν τέχνην.
于是,我从那里逃跑,哭着回到了家,一路上不断抽泣,眼里噙满了泪水。 我讲述了那根棍子的事,展示了身上的伤痕,控诉他极其残酷,并补充说他这样做是出于嫉妒,害怕我在手艺上超过他。
ἀνακτησαμένης δὲ τῆς μητρὸς καὶ πολλὰ τῷ ἀδελφῷ λοιδορησαμένης, ἐπεὶ νὺξ ἐπῆλθεν κατέδαρθον ἔτι ἔνδακρυς καὶ τὴν σκυτάλην ἐννοῶν.
母亲安慰了我,并狠狠地咒骂了她的兄弟。 夜幕降临时,我含着泪水、想着那根棍子睡着了。
§5μέχρι μὲν δὴ τούτων γελάσιμα καὶ μειρακιώδη τὰ εἰρημένα·
到此为止,我所说的都是些可笑而幼稚的事。
τὰ μετὰ ταῦτα δὲ οὐκέτι εὐκαταφρόνητα, ὦ ἄνδρες, ἀκούσεσθε, ἀλλὰ καὶ πάνυ φιληκόων ἀκροατῶν δεόμενα·
但诸位,在此之后你们将听到的内容,绝不再是可以轻视的,而是需要极专注的听众。
ἵνα γὰρ καθʼ Ὅμηρον εἴπω, " θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος ἀμβροσίην διὰ νύκτα, " ἐναργὴς οὕτως ὥστε μηδὲν ἀπολείπεσθαι τῆς ἀληθείας.
因为,套用荷马的话说,“在神圣的夜里,一个神圣的梦进入了我的睡梦中”,它是如此清晰,以至于与现实毫无二致。
ἔτι γοῦν καὶ μετὰ τοσοῦτον χρόνον τά τε σχήματά μοι τῶν φανέντων ἐν τοῖς ὀφθαλμοῖς παραμένει καὶ ἡ φωνὴ τῶν ἀκουσθέντων ἔναυλος·
至少,即使在过了这么长时间之后,那些显现者的形象仍留在我的眼前,所听到的声音依旧萦绕在耳畔。
οὕτω σαφῆ πάντα ἦν.
一切都是如此清晰。

词汇与语法注释

  1. §1ἂν αὐτὸς ἔχειν — 依赖于 ἔδοξεν 的不定式结构。条件句主句中的潜在希求法 ἂν ἔχοιμι 转化为不定式。由于不定式的逻辑主语与主句主语(叙述者)一致,因此使用主格 αὐτός 而非宾格。
  2. §2φύσεώς γε ... ἔχων δεξιῶς — ἔχω + 副词 + 属格的结构,意为“在某方面处于某种状态”。此处表示“天生手艺精巧、有天赋”。
  3. §2ὁπότε γὰρ ἀφεθείην ... ἀποξέων ἂν ... ἀνέπλαττον — 表示过去反复发生(习惯性行为)的结构。时间/条件从句使用 ὁπότε + 希求法(ἀφεθείην),主句使用未完成过去时 + ἂν(ἀνέπλαττον ἂν)。
  4. §3κατενεγκόντος — 属格独立分词结构。分词的逻辑主语(叙述者“我”)并未明示,需要根据上下文补充。

引用这一段

琉善, 梦或琉善的生平 §1-5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg029.humanitext-grc2:1-5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。