§1καὶ μὴν ἐναντίον ἐστὶν οὗ ἐθέλεις ὃ νῦν ποιεῖς.
事实上,你现在所做的,正与你所期望的相反。
οἴει μὲν γὰρ ἐν παιδείᾳ καὶ αὐτὸς εἶναί τις δόξειν σπουδῇ συνωνούμενος τὰ κάλλιστα τῶν βιβλίων· τὸ δέ σοι περὶ τὰ κάτω χωρεῖ, καὶ ἔλεγχος γίγνεται τῆς ἀπαιδευσίας πως τοῦτο.
因为你以为,通过热心地买下最精美的书籍,你自己也会被认为是个有教养的人物;但对你来说,事情却在走下坡路,而这不知怎的反而成了你缺乏教养的证明。
μάλιστα δὲ οὐδὲ τὰ κάλλιστα ὠνῇ, ἀλλὰ πιστεύεις τοῖς ὡς ἔτυχεν ἐπαινοῦσι καὶ ἕρμαιον εἶ τῶν τὰ τοιαῦτα ἐπιψευδομένων τοῖς βιβλίοις καὶ θησαυρὸς ἕτοιμος τοῖς καπήλοις αὐτῶν.
最重要的是,你甚至买的不是最精美的书,而是听信那些随口夸赞的人,成了对那些给书编造谎言之人的意外收获,以及书商们现成的宝库。
ἢ πόθεν γάρ σοι διαγνῶναι δυνατόν, τίνα μὲν παλαιὰ καὶ πολλοῦ ἄξια, τίνα δὲ φαῦλα καὶ ἄλλως σαπρά, εἰ μὴ τῷ διαβεβρῶσθαι καὶ κατακεκόφθαι αὐτὰ τεκμαίροιο καὶ συμβούλους τοὺς σέας ἐπὶ τὴν ἐξέτασιν παραλαμβάνοις;
否则,你又怎么可能分辨出哪些是古老且价值连城的,哪些是低劣且早已腐烂的呢? 除非你以它们被虫蛀坏、支离破碎来作判断,并在检验时请纸鱼做你的顾问。
ἐπεὶ τοῦ ἀκριβοῦς ἢ ἀσφαλοῦς ἐν αὐτοῖς τίς ἢ ποία διάγνωσις;
因为在这些书里,对于准确或可靠之处,又有谁、或能用什么方法来辨别呢?
§2ἵνα δέ σοι δῶ αὐτὰ ἐκεῖνα κεκρικέναι, ὅσα ὁ Καλλῖνος εἰς κάλλος ἢ ὁ ἀοίδιμος Ἀττικὸς σὺν ἐπιμελείᾳ τῇ πάσῃ ἔγραψαν, σοὶ τί ὄφελος, ὦ θαυμάσιε, τοῦ κτήματος οὔτε εἰδότι τὸ κάλλος αὐτῶν οὔτε χρησομένῳ ποτὲ οὐδὲν μᾶλλον ἢ τυφλὸς ἄν τις ἀπολαύσειε κάλλους παιδικῶν;
但即使我让步,承认你已经鉴别了那些书——即卡利诺斯为了美观而写下的,或那著名的阿提库斯极其用心地写下的所有书籍——奇妙的朋友啊,这份财产对你又有何益处? 你既不知道它们的美,也绝不会使用它们,这与一个盲人去享受美少年的美色又有何异?
σὺ δὲ ἀνεῳγμένοις μὲν τοῖς ὀφθαλμοῖς ὁρᾷς τὰ βιβλία, καὶ νὴ Δία κατακόρως, καὶ ἀναγιγνώσκεις ἔνια πάνυ ἐπιτρέχων, φθάνοντος τοῦ ὀφθαλμοῦ τὸ στόμα· οὐδέπω δὲ τοῦτό μοι ἱκανόν, ἢν μὴ εἰδῇς τὴν ἀρετὴν καὶ κακίαν ἑκάστου τῶν ἐγγεγραμμένων καὶ συνίῃς ὅστις μὲν ὁ νοῦς σύμπασιν, τίς δὲ ἡ τάξις τῶν ὀνομάτων, ὅσα τε πρὸς τὸν ὀρθὸν κανόνα τῷ συγγραφεῖ ἀπηκρίβωται καὶ ὅσα κίβδηλα καὶ νόθα καὶ παρακεκομμένα.
你虽然睁着眼睛看书,而且看个不停(天知道),有时甚至读得极快,眼睛跑在嘴巴前面;但对我来说,这依然不够,除非你懂得书中所写之物的每一项优点和缺点,理解全部的意图是什么,词句的排列如何,有哪些是作者按照正确的标准精确完成的,又有哪些是伪造的、冒名的和粗劣的。
§3τί οὖν;
那么又如何?
φὴς καὶ ταὐτὰ μὴ μαθὼν ἡμῖν εἰδέναι;
你难道说,你不用学习也能和我们知道同样的事吗?
πόθεν, εἰ μή ποτε παρὰ τῶν Μουσῶν κλῶνα δάφνης καθάπερ ὁ ποιμὴν ἐκεῖνος λαβών;
怎么可能,除非你像当年的那个牧羊人一样,曾从缪斯那里得到过一枝月桂树枝?
Ἑλικῶνα μὲν γάρ, ἵνα διατρίβειν αἱ θεαὶ λέγονται, οὐδὲ ἀκήκοας οἶμαί ποτε, οὐδὲ τὰς αὐτὰς διατριβὰς ἡμῖν ἐν παισὶν ἐποιοῦ· σοὶ καὶ μεμνῆσθαι Μουσῶν ἀνόσιον.
因为关于女神们据说居住的赫利孔山,我想你甚至从未听说过,你小时候也没有和我们做过同样的学业;对你来说,仅仅提到缪斯都是不敬的。
ἐκεῖναι γὰρ ποιμένι μὲν οὐκ ἂν ὤκνησαν φανῆναι σκληρῷ ἀνδρὶ καὶ δασεῖ καὶ πολὺν τὸν ἥλιον ἐπὶ τῷ σώματι ἐμφαίνοντι, οἵῳ δὲ σοί — καί μοι πρὸς τῆς Λιβανίτιδος ἄφες ἐν τῷ παρόντι τὸ μὴ σύμπαντα σαφῶς εἰπεῖν — οὐδὲ ἐγγὺς γενέσθαι ποτʼ ἂν εὖ οἶδʼ ὅτι ἠξίωσαν, ἀλλʼ ἀντὶ τῆς δάφνης μυρρίνῃ ἂν ἢ καὶ μαλάχης φύλλοις μαστιγοῦσαι ἀπήλλαξαν ἂν τῶν τοιούτων, ὡς μὴ μιᾶναι μήτε τὸν Ὀλμειὸν μήτε τὴν τοῦ Ἵππου κρήνην, ἅπερ ἢ ποιμνίοις διψῶσιν ἢ ποιμένων στόμασι καθαροῖς πότιμα.
因为那些女神对于一个粗鲁、多毛、浑身晒得黝黑的牧羊人,并不会拒绝显现,但对于像你这样的人——看在黎巴嫩女神的份上,请允许我目前不要把一切说得太露骨——我深知她们决不会屑于靠近一步。 她们绝不会给你月桂,反而会用香桃木甚至葵叶抽打你,把你从那些地方赶走,免得你玷污了奥尔梅奥斯河或神马之泉,那些泉水只供口渴的羊群或牧羊人洁净的口饮用。
καίτοι οὐδέ, εἰ καὶ πάνυ ἀναίσχυντος εἶ καὶ ἀνδρεῖος τὰ τοιαῦτα, τολμήσειας ἄν ποτε εἰπεῖν ὡς ἐπαιδεύθης ἢ ἐμέλησέ σοι πώποτε τῆς ἐν χρῷ πρὸς τὰ βιβλία συνουσίας ἢ ὡς διδάσκαλός σοι ὁ δεῖνα ἢ τῷ δεῖνι συνεφοίτας.
然而,即使你在这些事情上极其无耻和胆大,你也不敢声称自己曾受过教育,或者你曾关注过与书籍的密切接触,或者某某人是你的老师,或者你曾与某某人一同上学。
§4ἀλλʼ ἑνὶ τούτῳ μόνῳ πάντα ἐκεῖνα ἀναδραμεῖσθαι νῦν ἐλπίζεις, τῷ κτᾶσθαι πολλὰ βιβλία.
但你现在却希望仅凭这一件事,即拥有许多书籍,来收复所有的失地。
κατὰ δὴ ταῦτα, ἐκεῖνα ἔχε συλλαβὼν τὰ τοῦ Δημοσθένους ὅσα τῇ χειρὶ τῇ αὑτοῦ ὁ ῥήτωρ ἔγραψε, καὶ τὰ τοῦ Θουκυδίδου ὅσα παρὰ τοῦ Δημοσθένους καὶ αὐτὰ ὀκτάκις μεταγεγραμμένα εὑρέθη, καὶ ὅλως ἅπαντα ἐκεῖνα ὅσα ὁ Σύλλας Ἀθήνηθεν εἰς Ἰταλίαν ἐξέπεμψε·
既然如此,你就把德摩斯梯尼亲手写下的所有手稿,以及德摩斯梯尼本人手抄过八次的修昔底德著作的所有副本,乃至苏拉从雅典送往意大利的所有书籍,全都搜罗并保存在身边吧;对此,你能在教养上多获得什么呢?
τί ἂν πλέον ἐκ τούτου εἰς παιδείαν κτήσαιο, κἂν ὑποβαλόμενος αὐτὰ ἐπικαθεύδῃς ἢ συγκολλήσας καὶ περιβαλόμενος περινοστῇς;
即使你把它们垫在身下睡觉,或者把它们粘在一起、裹在身上到处走动,又有什么用?
πίθηκος γὰρ ὁ πίθηκος, ἡ παροιμία φησί, κἂν χρύσεα ἔχῃ σύμβολα.
因为正如俗话所说,“猴子就是猴子,即使戴着金配饰。
καὶ σὺ τοίνυν βιβλίον μὲν ἔχεις ἐν τῇ χειρὶ καὶ ἀναγιγνώσκεις ἀεί, τῶν δὲ ἀναγιγνωσκομένων οἶσθα οὐδέν, ἀλλʼ ὄνος λύρας ἀκούεις κινῶν τὰ ὦτα.
”因此,你手里拿着书,总是在读,但对于读的内容却一无所知,不过是像一头听琴的驴子一样摇晃着耳朵。
ὡς εἴ γε τὸ κεκτῆσθαι τὰ βιβλία καὶ πεπαιδευμένον ἀπέφαινε τὸν ἔχοντα, πολλοῦ ἂν ὡς ἀληθῶς τὸ κτῆμα ἦν ἄξιον καὶ μόνων ὑμῶν τῶν πλουσίων, εἰ ὥσπερ ἐξ ἀγορᾶς ἦν πριάσθαι τοὺς πένητας ἡμᾶς ὑπερβάλλοντας.
因为如果拥有书籍能使拥有者变得有教养,那么这份财产确实会非常值钱,而且只属于你们这些富人,要是你们能够像在市场里一样,把我们穷人甩在后面而将其买下的话。
τίς δὲ τοῖς ἐμπόροις καὶ τοῖς βιβλιοκαπήλοις ἤρισεν ἂν περὶ παιδείας τοσαῦτα βιβλία ἔχουσι καὶ πωλοῦσιν, ἀλλʼ εἴ γε διελέγχειν ἐθέλεις, ὄψει μηδʼ ἐκείνους πολύ σου τὰ εἰς παιδείαν ἀμείνους, ἀλλὰ βαρβάρους μὲν τὴν φωνὴν ὥσπερ σύ, ἀξυνέτους δὲ τῇ γνώσει, οἵους εἰκὸς εἶναι τοὺς μηδὲν τῶν καλῶν καὶ αἰσχρῶν καθεωρακότας.
当书商和贩书人拥有并出售这么多书时,又有谁能与他们争论教养呢? 但如果你想检验他们,你会发现他们在教养上并不比你强多少,而是和你一样言语粗鲁,在见识上愚昧无知,正如那些从未见过美与丑的人所应当的那样。
καίτοι σὺ μὲν δύο ἢ τρία παρʼ αὐτῶν ἐκείνων πριάμενος ἔχεις, οἱ δὲ νύκτωρ καὶ μεθʼ ἡμέραν διὰ χειρὸς ἔχουσιν αὐτά.
然而,你不过是从他们那里买了两三本书,而他们则是日夜将其拿在手中。