§8θέλω γοῦν σοι διηγήσασθαί τι Πυθοῖ γενόμενον.
无论如何,我想给你讲一件发生在皮托的事情。
Ταραντῖνος Εὐάγγελος τοὔνομα τῶν οὐκ ἀφανῶν ἐν τῷ Τάραντι ἐπεθύμησεν νικῆσαι Πύθια.
塔兰托一个名叫尤安格鲁斯的名流,渴望在皮托竞技会中获胜。
τὰ μὲν οὖν τῆς γυμνῆς ἀγωνίας αὐτίκα ἐδόκει αὐτῷ ἀδύνατον εἶναι μήτε πρὸς ἰσχὺν μήτε πρὸς ὠκύτητα εὖ πεφυκότι, κιθάρᾳ δὲ καὶ ᾠδῇ ῥᾳδίως κρατήσειν ἐπείσθη ὑπὸ καταράτων ἀνθρώπων οὓς εἶχε περὶ αὑτὸν ἐπαινούντων καὶ βοώντων ὁπότε καὶ τὸ σμικρότατον ἐκεῖνος ἀνακρούσαιτο.
因此,至于裸体竞技,由于他天生在力量和速度上都无优势,他立刻觉得那是不可能的;但在弹琴和唱歌上,他却被身边那一帮该死的随从说服,以为自己能轻易取胜——每当他哪怕弹奏起最微小的音符,这些人就会赞美并大声欢呼。
ἧκεν οὖν εἰς τοὺς Δελφοὺς τοῖς τε ἄλλοις λαμπρὸς καὶ δὴ καὶ ἐσθῆτα χρυσόπαστον ποιησάμενος καὶ στέφανον δάφνης χρυσῆς κάλλιστον, ὡς ἀντὶ καρποῦ τῆς δάφνης σμαράγδους εἶναι ἰσομεγέθεις τῷ καρπῷ· τὴν μέν γε κιθάραν αὐτήν, ὑπερφυές τι χρῆμα εἰς κάλλος καὶ πολυτέλειαν, χρυσοῦ μὲν τοῦ ἀκηράτου πᾶσαν, σφραγῖσι δὲ καὶ λίθοις ποικίλοις κατακεκοσμημένην, Μουσῶν μεταξὺ καὶ Ἀπόλλωνος καὶ Ὀρφέως ἐντετορνευμένων, θαῦμα μέγα τοῖς ὁρῶσιν.
于是,他来到了德尔斐,在其他方面都极其奢华,特别是制作了一件嵌金的衣服,以及一顶极其精美的金桂冠——其上的桂叶果实位置镶嵌着与真实果实大小相当的祖母绿;而那把琴本身,在美观和昂贵上简直是件非凡之物,全由纯金制成,并装饰有各种印章和彩色的宝石,其间还雕刻着缪斯们、阿波罗以及奥尔甫斯,令目击者大为惊异。
§9ἐπεὶ δʼ οὖν ποτε καὶ ἧκεν ἡ τοῦ ἀγῶνος ἡμέρα, τρεῖς μὲν ἦσαν, ἔλαχεν δὲ μέσος αὐτῶν ὁ Εὐάγγελος ᾄδειν· καὶ μετὰ Θέσπιν τὸν Θηβαῖον οὐ φαύλως ἀγωνισάμενον εἰσέρχεται ὅλος περιλαμπόμενος τῷ χρυσῷ καὶ τοῖς σμαράγδοις καὶ βηρύλλοις καὶ ὑακίνθοις· καὶ ἡ πορφύρα δὲ ἐνέπρεπε τῆς ἐσθῆτος, ἣ μεταξὺ τοῦ χρυσοῦ διεφαίνετο.
后来,竞技的日子终于到了,参赛者共有三人,尤安格鲁斯抽签排在他们中间歌唱;继竞争得相当不错的底比斯人塞斯庇斯之后,他登场了,浑身闪烁着金光以及祖母绿、绿柱石和风信子石的光芒;他的衣服上,在金色空隙间显露出来的紫色也格外夺目。
τούτοις ἅπασι προεκπλήξας τὸ θέατρον καὶ θαυμαστῆς ἐλπίδος ἐμπλήσας τοὺς θεατάς, ἐπειδή ποτε καὶ ᾆσαι καὶ κιθαρίσαι πάντως ἔδει, ἀνακρούεται μὲν ἀνάρμοστόν τι καὶ ἀσύντακτον, ἀπορρήγνυσι δὲ τρεῖς ἅμα χορδὰς σφοδρότερον τοῦ δέοντος ἐμπεσὼν τῇ κιθάρᾳ, ᾄδειν δὲ ἄρχεται ἀπόμουσόν τι καὶ λεπτόν, ὥστε γέλωτα μὲν παρὰ πάντων γενέσθαι τῶν θεατῶν, τοὺς ἀθλοθέτας δὲ ἀγανακτήσαντας ἐπὶ τῇ τόλμῃ μαστιγώσαντας αὐτὸν ἐκβαλεῖν τοῦ θεάτρου·
他用这一切事先震撼了剧场,使观众满怀奇妙的期待,但当他终于必须唱歌和弹琴时,他弹奏出不和谐且混乱的曲调,用力过猛地拍击琴身,结果一下子弄断了三根弦;接着他开始唱起一种毫无旋律且纤细难听的声音,以致所有的观众都哄堂大笑,而裁判们对他的无耻感到愤怒,鞭打他并把他赶出了剧场。
ὅτεπερ καὶ γελοιότατος ὤφθη δακρύων ὁ χρυσοῦς Εὐάγγελος καὶ ὑπὸ τῶν μαστιγοφόρων συρόμενος διὰ μέσης τῆς σκηνῆς καὶ τὰ σκέλη καθῃματωμένος ἐκ τῶν μαστίγων καὶ συλλέγων χαμάθεν τῆς κιθάρας τὰς σφραγῖδας· ἐξεπεπτώκεσαν γὰρ κἀκείνης συμμαστιγουμένης αὐτῷ.
就在那时,那个浑身是金的尤安格鲁斯显得最滑稽可笑:他哭泣着,被执鞭人穿过舞台中央拖走,双腿因鞭挞而血迹斑斑,并在地上收拾琴上掉落的那些印章;因为琴本身随着他一同遭受鞭打,印章也都脱落了。
§10μικρὸν δὲ ἐπισχὼν μετʼ αὐτὸν Εὔμηλός τις Ἠλεῖος εἰσέρχεται, κιθάραν μὲν παλαιὰν ἔχων, ξυλίνους δὲ κόλλοπας ἐπικειμένην, ἐσθῆτα δὲ μόγις σὺν τῷ στεφάνῳ δέκα δραχμῶν ἀξίαν· ἀλλʼ οὗτός γε ᾄσας δεξιῶς καὶ κιθαρίσας κατὰ τὸν νόμον τῆς τέχνης ἐκράτει καὶ ἀνεκηρύττετο καὶ τοῦ Εὐαγγέλου κατεγέλα μάτην ἐμπομπεύσαντος τῇ κιθάρᾳ καὶ ταῖς σφραγῖσιν ἐκείναις.
稍作停留,在他之后登场的是一个名叫欧墨鲁斯的伊利斯人,他拿着一把旧琴,上面装有木制的弦轴,他的衣服连同花冠加起来几乎不值十个德拉克马;但这位歌手唱得精妙,且按照音乐艺术的规范弹奏,因而获胜并被宣布为优胜者,他嘲笑了那个徒然用精美的琴和那些印章炫耀的尤安格鲁斯。
καὶ εἰπεῖν γε λέγεται πρὸς αὐτόν· ὦ Εὐάγγελε, σὺ μὲν χρυσῆν δάφνην περίκεισαι, πλουτεῖς γάρ, ἐγὼ δὲ ὁ πένης τὴν Δελφικήν.
据说他还对他说:“尤安格鲁斯啊,你戴着金桂冠,因为你富有;而我这个穷人,则戴着德尔斐的桂冠。
πλὴν τοῦτό γε μόνον ὤνησο τῆς σκευῆς, ὅτι μηδὲ ἐλεούμενος ἐπὶ τῇ ἥττῃ ἀπέρχῃ, ἀλλὰ μισούμενος προσέτι διὰ τὴν ἄτεχνόν σου ταύτην τρυφήν.
不过,你从这套行头中得到的唯一好处就是:在失败时,你甚至都得不到同情地离去,反而因为你这粗俗无艺的奢华而招致了憎恨。
περὶ πόδα δή σοι καὶ Εὐάγγελος οὗτος, παρʼ ὅσον σοί γε οὐδʼ ὀλίγον μέλει τοῦ γέλωτος τῶν θεατῶν.
”这个尤安格鲁斯简直就是你的写照,唯一的不同在于,你连观众的嘲笑也毫不在意。
§11οὐκ ἄκαιρον δʼ ἂν γένοιτο καὶ Λέσβιον μῦθόν τινα διηγήσασθαί σοι πάλαι γενόμενον.
再给你讲一个很久以前发生在莱斯博斯的传说,也并非不合时宜。
ὅτε τὸν Ὀρφέα διεσπάσαντο αἱ Θρᾷτται, φασὶ τὴν κεφαλὴν αὐτοῦ σὺν τῇ λύρᾳ εἰς τὸν Ἕβρον ἐμπεσοῦσαν ἐκβληθῆναι εἰς τὸν μέλανα κόλπον, καὶ ἐπιπλεῖν γε τὴν κεφαλὴν τῇ λύρᾳ, τὴν μὲν ᾄδουσαν θρῆνόν τινα ἐπὶ τῷ Ὀρφεῖ, ὡς λόγος, τὴν λύραν δὲ αὐτὴν ὑπηχεῖν τῶν ἀνέμων ἐμπιπτόντων ταῖς χορδαῖς, καὶ οὕτω μετʼ ᾠδῆς προσενεχθῆναι τῇ Λέσβῳ, κἀκείνους ἀνελομένους τὴν μὲν κεφαλὴν καταθάψαι ἵναπερ νῦν τὸ Βακχεῖον αὐτοῖς ἐστι, τὴν λύραν δὲ ἀναθεῖναι εἰς τοῦ Ἀπόλλωνος τὸ ἱερόν, καὶ ἐπὶ πολύ γε σώζεσθαι αὐτήν.
当色雷斯妇女把奥尔甫斯撕成碎片时,据说他的头颅连同里拉琴一同落入赫布罗斯河,并被冲刷到了黑海湾,头颅飘浮在琴上,据传说,头颅唱着一首为奥尔甫斯谱写的挽歌,而里拉琴本身则因风吹动琴弦而发出和声,如此伴随着歌声,它们被带到了莱斯博斯,当地人拾起它们,将头颅埋葬在如今他们建有巴克科斯神殿的地方,而把琴奉献在阿波罗的神庙里,并且保存了很长一段时间。