§12χρόνῳ δὲ ὕστερον Νέανθον τὸν τοῦ Πιττακοῦ τοῦ τυράννου ταῦτα ὑπὲρ τῆς λύρας πυνθανόμενον, ὡς ἐκήλει μὲν θηρία καὶ φυτὰ καὶ λίθους, ἐμελῴδει δὲ καὶ μετὰ τὴν τοῦ Ὀρφέως συμφορὰν μηδενὸς ἁπτομένου, εἰς ἔρωτα τοῦ κτήματος ἐμπεσεῖν καὶ διαφθείραντα τὸν ἱερέα μεγάλοις χρήμασι πεῖσαι ὑποθέντα ἑτέραν ὁμοίαν λύραν δοῦναι αὐτῷ τὴν τοῦ Ὀρφέως.
据说后来,僭主庇塔科斯的儿子涅安托斯听到了关于这把琴的传说,说它如何迷住野兽、植物和石头,又如何在奥尔甫斯遇难后无人弹奏时依然鸣响,便陷入了占有它的极度渴望之中。 他用巨资收买了神官,说服他将奥尔甫斯的琴交给自己,而代之以另一把相似的琴。
λαβόντα δὲ μεθʼ ἡμέραν μὲν ἐν τῇ πόλει χρῆσθαι οὐκ ἀσφαλὲς οἴεσθαι εἶναι, νύκτωρ δὲ ὑπὸ κόλπου ἔχοντα μόνον προελθεῖν εἰς τὸ προάστειον καὶ προχειρισάμενον κρούειν καὶ συνταράττειν τὰς χορδὰς ἄτεχνον καὶ ἄμουσον νεανίσκον, ἐλπίζοντα μέλη τινὰ θεσπέσια ὑπηχήσειν τὴν λύραν ὑφʼ ὧν πάντας καταθέλξειν καὶ κηλήσειν, καὶ ὅλως μακάριον ἔσεσθαι κληρονομήσαντα τῆς Ὀρφέως μουσικῆς·
得到琴后,他认为白昼在城里弹奏并不安全,于是夜晚将琴藏在怀中,独自走到郊外,取出琴来,以一个毫无技艺和乐感的青年之手,开始乱拨乱弹,期待着琴能发出某种神妙的旋律,以此迷倒并吸引所有人,并以为自己继承了奥尔甫斯的音乐而将获得无上的幸福。
ἄχρι δὴ συνελθόντας τοὺς κύνας πρὸς τὸν ἦχον — πολλοὶ δὲ ἦσαν αὐτόθι — διασπάσασθαι αὐτόν, ὡς τοῦτο γοῦν ὅμοιον τῷ Ὀρφεῖ παθεῖν καὶ μόνους ἐφʼ ἑαυτὸν συγκαλέσαι τοὺς κύνας.
直到那些听到声音聚集而来的狗——那里有许多狗——将他撕成了碎片,使他至少在这一点上落得和奥尔甫斯相似的下场,只是他招来的仅仅是狗。
ὅτεπερ καὶ σαφέστατα ὤφθη ὡς οὐχ ἡ λύρα ἡ θέλγουσα ἦν, ἀλλὰ ἡ τέχνη καὶ ἡ ᾠδή, ἃ μόνα ἐξαίρετα τῷ Ὀρφεῖ παρὰ τῆς μητρὸς ὑπῆρχεν· ἡ λύρα δὲ ἄλλως κτῆμα ἦν, οὐδὲν ἄμεινον τῶν ἄλλων βαρβίτων.
那时,事情变得最清楚不过:迷人的并非琴本身,而是技艺与歌声,这只有奥尔甫斯独自从母亲那里继承而来;而那把琴不过是一件普通的器物,不比其他的巴比托琴好到哪里去。
§13καὶ τί σοι τὸν Ὀρφέα ἢ τὸν Νέανθον λέγω, ὅπου καὶ καθʼ ἡμᾶς αὐτοὺς ἐγένετό τις καὶ ἔτι ἐστίν, οἶμαι, ὃς τὸν Ἐπικτήτου λύχνον τοῦ Στωϊκοῦ κεραμεοῦν ὄντα τρισχιλίων δραχμῶν ἐπρίατο;
我又何必对你提起奥尔甫斯或涅安托斯呢? 因为在我们这个时代,也有人——而且我想他现在还活着——花了三千德拉克马买下了斯多葛派学者爱比克泰德的陶土灯。
ἤλπιζεν γὰρ οἶμαι κἀκεῖνος, εἰ τῶν νυκτῶν ὑπʼ ἐκείνῳ τῷ λύχνῳ ἀναγιγνώσκοι, αὐτίκα μάλα καὶ τὴν Ἐπικτήτου σοφίαν ὄναρ ἐπικτήσεσθαι καὶ ὅμοιος ἔσεσθαι τῷ θαυμαστῷ ἐκείνῳ γέροντι.
我想他也是指望,如果夜晚在那盏灯下看书,就能立刻在梦中获得爱比克泰德的智慧,并变得和那位令人赞叹的老人一样。
§14χθὲς δὲ καὶ πρῴην ἄλλος τις τὴν Πρωτέως τοῦ Κυνικοῦ βακτηρίαν, ἣν καταθέμενος ἥλατο εἰς τὸ πῦρ, ταλάντου κἀκεῖνος ἐπρίατο, καὶ ἔχει μὲν τὸ κειμήλιον τοῦτο καὶ δείκνυσιν ὡς Τεγεᾶται τοῦ Καλυδωνίου ὑὸς τὸ δέρμα καὶ Θηβαῖοι τὰ ὀστᾶ τοῦ Γηρυόνου καὶ Μεμφῖται τῆς Ἴσιδος τοὺς πλοκάμους·
就在前几天,另一个人花了一塔兰同买下了犬儒派哲学家普罗透斯在跳入火中前放下的那根手杖。 他占有了这件传家宝,并像特格亚人展示卡吕冬野猪的皮、底比斯人展示革律翁的骨头、孟菲斯人展示伊西斯的发丝一样展示着它。
αὐτὸς δὲ ὁ τοῦ θαυμαστοῦ κτήματος δεσπότης καὶ αὐτὸν σὲ τῇ ἀπαιδευσίᾳ καὶ βδελυρίᾳ ὑπερηκόντισεν.
然而,这件奇珍异宝的主人自己,在无知和可恶上甚至超过了你。
ὁρᾷς ὅπως κακοδαιμόνως διάκειται, βακτηρίας εἰς τὴν κεφαλὴν ὡς ἀληθῶς δεόμενος.
你看他处于何等可悲的境地,简直是头上需要挨一棒子。
§15λέγεται δὲ καὶ Διονύσιον τραγῳδίαν ποιεῖν φαύλως πάνυ καὶ γελοίως, ὥστε τὸν Φιλόξενον πολλάκις διʼ αὐτὴν εἰς τὰς λατομίας ἐμπεσεῖν οὐ δυνάμενον κατέχειν τὸν γέλωτα.
据说狄奥尼修斯写悲剧写得极差且极其滑稽,以致菲洛克塞诺斯因忍不住发笑而多次因此被投入石矿场。
οὗτος τοίνυν πυθόμενος ὡς ἐγγελᾶται, τὸ Αἰσχύλου πυξίον εἰς ὃ ἐκεῖνος ἔγραφε σὺν πολλῇ σπουδῇ κτησάμενος καὶ αὐτὸς ᾤετο ἔνθεος ἔσεσθαι καὶ κάτοχος ἐκ τοῦ πυξίου·
于是,狄奥尼修斯听说自己被嘲笑后,极尽热忱地买下了埃斯库罗斯用来写作的那块写字板,以为自己也能凭这块板而获得神启、灵魂附体。
ἀλλʼ ὅμως ἐν αὐτῷ ἐκείνῳ μακρῷ γελοιότερα ἔγραφεν, οἷον κἀκεῖνο τό· "Δωρὶς τέθνηκεν ἡ Διονυσίου γυνή.
然而,在那块写字板上,他写下了更为滑稽得多的东西,比如那句: “多里斯死了,狄奥尼修斯的妻子。
"
καὶ πάλιν· "οἴμοι, γυναῖκα χρησίμην ἀπώλεσα.
” 还有这句: “哀哉,我失去了一个有用的妻子。
"
καὶ τοῦτο γὰρ ἐκ τοῦ πυξίου, καὶ τό· ·
” 因为这也是写字板上的杰作,还有这一句: “凡人中的愚者是在自欺欺人。
"αὑτοῖς γὰρ ἐμπαίζουσιν οἱ μωροὶ βροτῶν. "
Τοῦτο μέν γε πρὸς σὲ μάλιστα εὐστόχως ἂν εἰρημένον εἴη τῷ Διονυσίῳ, καὶ διʼ αὐτὸ χρυσῶσαι αὐτοῦ ἔδει ἐκεῖνο τὸ πυξίον.
” 这一句倒是狄奥尼修斯对你说的最中肯的话,单凭这一句,他就该把那块写字板镀上金。
§16τίνα γὰρ ἐλπίδα καὶ αὐτὸς ἔχων εἰς τὰ βιβλία καὶ ἀνατυλίττεις ἀεὶ καὶ διακολλᾷς καὶ περικόπτεις καὶ ἀλείφεις τῷ κρόκῳ καὶ τῇ κέδρῳ καὶ διφθέρας περιβάλλεις καὶ ὀμφαλοὺς ἐντίθης, ὡς δή τι ἀπολαύσων αὐτῶν;
那你自己对这些书又有什么指望,以致你总是展开它们、粘贴它们、修剪它们、涂抹藏红花和雪松油、包上皮套、装上卷轴轴心,好像你真能从中得到什么好处似的?
πάνυ γοῦν ἤδη βελτίων γεγένησαι διὰ τὴν ὠνήν, ὃς τοιαῦτα μὲν φθέγγῃ — μᾶλλον δὲ τῶν ἰχθύων ἀφωνότερος εἶ — βιοῖς δὲ ὡς οὐδʼ εἰπεῖν καλόν, μῖσος δὲ ἄγριον, φασί, παρὰ πάντων ἔχεις ἐπὶ τῇ βδελυρίᾳ·
无论如何,通过购买这些书,你现在已经变得优秀多了——你居然能说出这样的话,或者说你比鱼还要沉默——而你的生活方式简直难以启齿,并且因为你的可恶而招致了所有人,正如人们所说,野蛮的憎恨。
ὡς εἰ τοιούτους ἀπειργάζετο τὰ βιβλία, φυγῇ φευκτέον ἂν ἦν ὅτι πορρωτάτω ἀπʼ αὐτῶν.
如果书籍能把人变成这样,那真该尽全力逃得离它们越远越好。
§17δυοῖν δὲ ὄντοιν ἅττʼ ἂν παρὰ τῶν παλαιῶν τις κτήσαιτο, λέγειν τε δύνασθαι καὶ πράττειν τὰ δέοντα ζήλῳ τῶν ἀρίστων καὶ φυγῇ τῶν χειρόνων, ὅταν μήτε ἐκεῖνα μήτε ταῦτα φαίνηταί τις παρʼ αὐτῶν ὠφελούμενος, τί ἄλλο ἢ τοῖς μυσὶ διατριβὰς ὠνεῖται καὶ ταῖς τίλφαις οἰκήσεις καὶ πληγὰς ὡς ἀμελοῦσι τοῖς οἰκέταις;
既然人们能从古人那里获得的无非两样东西:通过效法最优者和避开最劣者,从而能够说该说的话,做该做的事;当一个人看起来在两方面都没有从古人那里受益时,他买下这些书,除了给老鼠买消遣、给衣鱼买住所,以及给疏于看管的奴隶买鞭打之外,还能是什么呢?