§5ἢ γὰρ οὐ ταῦτα σεμνολογοῦσιν οἱ ποιηταὶ περὶ τῶν θεῶν καὶ πολὺ τούτων ἱερώτερα περί τε Ἡφαίστου καὶ Προμηθέως καὶ Κρόνου καὶ Ῥέας καὶ σχεδὸν ὅλης τῆς τοῦ Διὸς οἰκίας;
难道诗人非但对神明们作此庄严的宣称,甚至还讲述了关于赫淮斯托斯、普罗米修斯、克罗诺斯、瑞亚以及几乎整个宙斯家族远比这些更为神圣的事迹吗?
καὶ ταῦτα παρακαλέσαντες τὰς Μούσας συνῳδοὺς ἐν ἀρχῇ τῶν ἐπῶν, ὑφʼ ὧν δὴ ἔνθεοι γενόμενοι, ὡς τὸ εἰκός, ᾄδουσιν ὡς ὁ μὲν Κρόνος ἐπειδὴ τάχιστα ἐξέτεμε τὸν πατέρα τὸν Οὐρανόν, ἐβασίλευσέν τε ἐν αὐτῷ καὶ τὰ τέκνα κατήσθιεν ὥσπερ ὁ Ἀργεῖος Θυέστης ὕστερον· ὁ δὲ Ζεὺς κλαπεὶς ὑπὸ τῆς Ῥέας ὑποβαλομένης τὸν λίθον εἰς τὴν Κρήτην ἐκτεθεὶς ὑπʼ αἰγὸς ἀνετράφη καθάπερ ὁ Τήλεφος ὑπὸ ἐλάφου καὶ ὁ Πέρσης Κῦρος ὁ πρότερος ὑπὸ τῆς κυνός, εἶτʼ ἐξελάσας τὸν πατέρα καὶ εἰς τὸ δεσμωτήριον καταβαλὼν αὐτὸς ἔσχε τὴν ἀρχήν· ἔγημε δὲ πολλὰς μὲν καὶ ἄλλας, ὑστάτην δὲ τὴν ἀδελφὴν κατὰ τοὺς Περσῶν καὶ Ἀσσυρίων νόμους· ἐρωτικὸς δὲ ὢν καὶ εἰς τὰ ἀφροδίσια ἐκκεχυμένος ῥᾳδίως ἐνέπλησε παίδων τὸν οὐρανόν, τοὺς μὲν ἐξ ὁμοτίμων ποιησάμενος, ἐνίους δὲ νόθους ἐκ τοῦ θνητοῦ καὶ ἐπιγείου γένους, ἄρτι μὲν ὁ γεννάδας γενόμενος χρυσός, ἄρτι δὲ ταῦρος ἢ κύκνος ἢ ἀετός, καὶ ὅλως ποικιλώτερος αὐτοῦ Πρωτέως· μόνην δὲ τὴν Ἀθηνᾶν ἔφυσεν ἐκ τῆς ἑαυτοῦ κεφαλῆς ὑπʼ αὐτὸν ἀτεχνῶς τὸν ἐγκέφαλον συλλαβών· τὸν μὲν γὰρ Διόνυσον ἡμιτελῆ, φασίν, ἐκ τῆς μητρὸς ἔτι καιομένης ἁρπάσας ἐν τῷ μηρῷ φέρων κατώρυξε κᾆτα ἐξέτεμεν τῆς ὠδῖνος ἐνστάσης.
而且,他们在史诗开头便祈求缪斯诸神合唱,并在她们的感召下,理所当然地歌唱道:克罗诺斯一阉割了父亲乌拉诺斯,便篡夺了王位,并像后来的阿尔戈斯人塞斯忒斯那样吞食自己的孩子;而宙斯则被用石头替代他的瑞亚偷偷带走,被遗弃在克里特岛,由一只母山羊抚养长大,正如特勒福斯由母鹿抚养、先前的波斯人居鲁士由母狗抚养一样,随后他驱逐了父亲,将其投入监狱,自己夺取了政权;他娶了许多其他女人,最后按照波斯人和亚述人的法律娶了自己的姐姐;由于他生性风流、沉溺女色,他轻而易举地让天空充满了孩子,其中一些是与地位相等的女神所生,另一些则是与凡间尘世的种族所生的私生子,他时而化作高贵的黄金,时而化作公牛、白鸟或雄鹰,总之比普罗透斯本人还要多变;而他仅从自己的头颅中生出了雅典娜,简直是直接在脑中怀上了她;至于狄奥尼索斯,据说他还是半成品时,就被从仍在燃烧的母亲腹中抢救出来,由宙斯放入大腿中缝合,并在阵痛临近时将其剖出。
§6ὅμοια δὲ τούτοις καὶ περὶ τῆς Ἥρας ᾄδουσιν, ἄνευ τῆς πρὸς τὸν ἄνδρα ὁμιλίας ὑπηνέμιον αὐτὴν παῖδα γεννῆσαι τὸν Ἥφαιστον, οὐ μάλα εὐτυχῆ τοῦτον, ἀλλὰ βάναυσον καὶ χαλκέα καὶ πυρίτην, ἐν καπνῷ τὸ πᾶν βιοῦντα καὶ σπινθήρων ἀνάπλεων οἷα δὴ καμινευτήν, καὶ οὐδὲ ἄρτιον τὼ πόδε· χωλευθῆναι γὰρ αὐτὸν ἀπὸ τοῦ πτώματος, ὁπότε ἐρρίφη ὑπὸ τοῦ Διὸς ἐξ οὐρανοῦ, καὶ εἴ γε μὴ οἱ Λήμνιοι καλῶς ποιοῦντες ἔτι φερόμενον αὐτὸν ὑπεδέξαντο, κἂν ἐτεθνήκει ἡμῖν ὁ Ἥφαιστος ὥσπερ ὁ Ἀστυάναξ ἀπὸ τοῦ πύργου καταπεσών.
关于赫拉,他们也歌唱了类似的事,说她未经与丈夫结合,便凭风受孕生下了赫淮斯托斯,而这个孩子并不怎么幸运,只是个粗鄙的工匠、铁匠和司火之人,像个炉灶工一样终生生活在烟雾中,浑身落满火星,而且双脚也不健全;因为当他被宙斯从天界扔下去时,因摔落而成了瘸子,要是莱姆诺斯人没有好心地接住还在下坠的他,我们的赫淮斯托斯就会像从塔上摔下来的阿斯提阿纳克斯一样丧命了。
Καίτοι τὰ μὲν Ἡφαίστου μέτρια· τὸν δὲ Προμηθέα τίς οὐκ οἶδεν οἷα ἔπαθεν, διότι καθʼ ὑπερβολὴν φιλάνθρωπος ἦν;
然而,赫淮斯托斯的事还算温和;但谁不知道普罗米修斯因过度热爱人类而遭受了怎样的苦难呢?
καὶ γὰρ αὖ καὶ τοῦτον εἰς τὴν Σκυθίαν ἀγαγὼν ὁ Ζεὺς ἀνεσταύρωσεν ἐπὶ τοῦ Καυκάσου, τὸν ἀετὸν αὐτῷ παρακαταστήσας τὸ ἧπαρ ὁσημέραι κολάψοντα.
因为宙斯同样将他带到斯基泰,钉在考卡苏斯山上,并在他身边派了一只鹰,天天啄食他的肝脏。
§7οὗτος μὲν οὖν ἐξετέλεσε τὴν καταδίκην.
于是,此人完成了他的刑罚。
ἡ Ῥέα δέ — χρὴ γὰρ ἴσως καὶ ταῦτα εἰπεῖν — πῶς οὐκ ἀσχημονεῖ καὶ δεινὰ ποιεῖ, γραῦς μὲν ἤδη καὶ ἔξωρος οὖσα καὶ τοσούτων μήτηρ θεῶν, παιδεραστοῦσα δὲ ἔτι καὶ ζηλοτυποῦσα καὶ τὸν Ἄττιν ἐπὶ τῶν λεόντων περιφέρουσα, καὶ ταῦτα μηκέτι χρήσιμον εἶναι δυνάμενον;
而瑞亚——因为或许也该说说这些事——她怎么能不显得举止失面、行事骇人呢? 她如今已是个年老色衰、身为如此多神明之母的妇人,却还在恋慕男童、心怀嫉妒,并把已毫无用处的阿提斯放在狮子上四处带走。
ὥστε πῶς ἂν ἔτι μέμφοιτό τις ἢ τῇ Ἀφροδίτῃ ὅτι μοιχεύεται, ἢ τῇ Σελήνῃ πρὸς τὸν Ἐνδυμίωνα κατιούσῃ πολλάκις ἐκ μέσης τῆς ὁδοῦ;
既然如此,人们又怎能再去指责阿佛洛狄忒通奸,或是指责塞勒涅经常在行进到一半时便降临去陪伴恩底弥翁呢?