§8φέρε δὲ ἤδη τούτων ἀφέμενοι τῶν λόγων εἰς αὐτὸν ἀνέλθωμεν τὸν οὐρανὸν ποιητικῶς ἀναπτάμενοι κατὰ τὴν αὐτὴν Ὁμήρῳ καὶ Ἡσιόδῳ ὁδὸν καὶ θεασώμεθα ὅπως διακεκόσμηται τὰ ἄνω.
且让我们暂且放下这些话,循着与荷马和赫西俄德相同的路径,以诗意的方式展翅飞升,进入天界本身,去看看上界是如何安排的。
καὶ ὅτι μὲν χαλκοῦς ἐστιν τὰ ἔξω, καὶ πρὸ ἡμῶν τοῦ Ὁμήρου λέγοντος ἠκούσαμεν· ὑπερβάντι δὲ καὶ ἀνακύψαντι μικρὸν εἰς τὸ ἄνω καὶ ἀτεχνῶς ἐπὶ τοῦ νώτου γενομένῳ φῶς τε λαμπρότερον φαίνεται καὶ ἥλιος καθαρώτερος καὶ ἄστρα διαυγέστερα καὶ τὸ πᾶν ἡμέρα καὶ χρυσοῦν τὸ δάπεδον.
至于天界的外部是青铜制成的,在我们之前早已听荷马说过;但对于那些越过边界、向上面微微窥探,并确实到达其背面的人来说,会显现出更明亮的光芒、更纯净的太阳、更清澈的星辰,万物皆为白昼,地板亦是黄金铺就。
εἰσιόντων δὲ πρῶτα μὲν οἰκοῦσιν αἱ Ὧραι· πυλωροῦσι γάρ· ἔπειτα δʼ ἡ Ἶρις καὶ ὁ Ἑρμῆς ὄντες ὑπηρέται καὶ ἀγγελιαφόροι τοῦ Διός, ἑξῆς δὲ τοῦ Ἡφαίστου τὸ χαλκεῖον ἀνάμεστον ἁπάσης τέχνης, μετὰ δὲ αἱ τῶν θεῶν οἰκίαι καὶ τοῦ Διὸς τὰ βασίλεια, ταῦτα πάντα περικαλλῆ τοῦ Ἡφαίστου κατασκευάσαντος.
进入之时,首先居住着时序女神,因为她们担任守门人;接着是作为宙斯仆役和传令官的伊里斯和赫尔墨斯,紧接着是赫淮斯托斯那充满了各种精湛手艺的锻冶工坊,随后则是诸神的住所和宙斯的宫殿,这一切都是赫淮斯托斯建造得极尽华美的。
§9οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι —
πρέπει γάρ, οἶμαι, ἄνω ὄντα μεγαληγορεῖν — ἀποσκοποῦσιν εἰς τὴν γῆν καὶ πάντῃ περιβλέπουσιν ἐπικύπτοντες εἴ ποθεν ὄψονται πῦρ ἀναπτόμενον ἢ ἀναφερομένην κνῖσαν
ἑλισσομένην περὶ καπνῷ.
\n 诸神坐在宙斯身旁——我想,身处高处时口出宏言是合宜的——俯瞰大地,探身向四周环顾,看看能否在某处瞧见燃起的火光,或是看到在烟雾中盘旋升起的祭肉脂香。
κἂν μὲν θύῃ τις, εὐωχοῦνται πάντες ἐπικεχηνότες τῷ καπνῷ καὶ τὸ αἷμα πίνοντες τοῖς βωμοῖς προσχεόμενον ὥσπερ αἱ μυῖαι· ἢν δὲ οἰκοσιτῶσιν, νέκταρ καὶ ἀμβροσία τὸ δεῖπνον.
如果有人献祭,他们便都张大嘴巴贪婪地吸食烟气,享受宴席,并像苍蝇一般吮吸泼洒在祭坛上的鲜血;但若是他们在自家用餐,晚餐则是神酒与神食。
πάλαι μὲν οὖν καὶ ἄνθρωποι συνειστιῶντο καὶ συνέπινον αὐτοῖς, ὁ Ἰξίων καὶ ὁ Τάνταλος· ἐπεὶ δὲ ἦσαν ὑβρισταὶ καὶ λάλοι, ἐκεῖνοι μὲν ἔτι καὶ νῦν κολάζονται, ἄβατος δὲ τῷ θνητῷ γένει καὶ ἀπόρρητος ὁ οὐρανός.
古时候,人类也曾与他们一同宴饮,比如伊克西翁和坦塔罗斯;但由于他们傲慢且多嘴,直到今天仍在接受惩罚,而天界也已成为凡人不可涉足且严禁进入的禁地。
§10τοιοῦτος ὁ βίος τῶν θεῶν.
\n 诸神的日常起居便是如此。
τοιγαροῦν καὶ οἱ ἄνθρωποι συνῳδὰ τούτοις καὶ ἀκόλουθα περὶ τὰς θρησκείας ἐπιτηδεύουσιν.
因此,人类在宗教崇拜方面也实践着与此相谐和、相一致的仪式。
καὶ πρῶτον μὲν ὕλας ἀπετέμοντο καὶ ὄρη ἀνέθεσαν καὶ ὄρνεα καθιέρωσαν καὶ φυτὰ ἐπεφήμισαν ἑκάστῳ θεῷ.
首先,他们划出神圣的林地,献上山峦,将鸟类奉为神圣,并为每位神明指派特定的植物。
μετὰ δὲ νειμάμενοι κατὰ ἔθνη σέβουσι καὶ πολίτας αὐτῶν ἀποφαίνουσιν, ὁ μὲν Δελφὸς τὸν Ἀπόλλω καὶ ὁ Δήλιος, ὁ δὲ Ἀθηναῖος τὴν Ἀθηνᾶν — μαρτυρεῖται γοῦν τὴν οἰκειότητα τῷ ὀνόματι — καὶ τὴν Ἥραν ὁ Ἀργεῖος καὶ ὁ Μυγδόνιος τὴν Ῥέαν καὶ τὴν Ἀφροδίτην ὁ Πάφιος.
随后,他们按民族将神明划分,进行崇拜,并宣布他们为自己的公民:德尔斐人和德洛斯人奉阿波罗,雅典人奉雅典娜——至少其亲密关系已由其名字所证明——,阿尔戈斯人奉赫拉,米格多尼亚人奉瑞亚,帕福斯人奉阿佛洛狄忒。
οἱ δʼ αὖ Κρῆτες οὐ γενέσθαι παρʼ αὐτοῖς οὐδὲ τραφῆναι μόνον τὸν Δία λέγουσιν, ἀλλὰ καὶ τάφον αὐτοῦ δεικνύουσιν· καὶ ἡμεῖς ἄρα τοσοῦτον ἠπατήμεθα χρόνον οἰόμενοι τὸν Δία βροντᾶν τε καὶ ὕειν καὶ τὰ ἄλλα πάντα ἐπιτελεῖν, ὁ δὲ ἐλελήθει πάλαι τεθνεὼς παρὰ Κρησὶ τεθαμμένος.
然而,克里特人不仅说宙斯是在他们那里出生并抚养长大的,甚至还展示了他的坟墓;原来我们被欺骗了这么长时间,一直以为宙斯在打雷下雨、主管着其他一切,却不知他早已死去,并被埋葬在克里特人那里。
§11ἔπειτα δὲ ναοὺς ἐγείραντες ἵνα αὐτοῖς μὴ ἄοικοι μηδὲ ἀνέστιοι δῆθεν ὦσιν, εἰκόνας αὐτοῖς ἀπεικάζουσιν παρακαλέσαντες ἢ Πραξιτέλην ἢ Πολύκλειτον ἢ Φειδίαν, οἱ δὲ οὐκ οἶδʼ ὅπου ἰδόντες ἀναπλάττουσι γενειήτην μὲν τὸν Δία, παῖδα δὲ εἰς ἀεὶ τὸν Ἀπόλλωνα καὶ τὸν Ἑρμῆν ὑπηνήτην καὶ τὸν Ποσειδῶνα κυανοχαίτην καὶ γλαυκῶπιν τὴν Ἀθηνᾶν.
\n 接着,他们建造了神殿,好让神明们不至于居无定所、无家可归,并请来普拉克西特列斯、波留克列特斯或菲迪亚斯,为神明们塑造神像;而这些雕塑家们,也不知是在哪里见过神明,竟将宙斯塑造成留有胡须的模样,将阿波罗塑造成永远的少年,将赫尔墨斯塑造成刚长出胡须的青年,将波塞冬塑造成黑发的模样,将雅典娜塑造成明眸的形象。
ὅμως δʼ οὖν οἱ παριόντες εἰς τὸν νεὼν οὔτε τὸν ἐξ Ἰνδῶν ἐλέφαντα ἔτι οἴονται ὁρᾶν οὔτε τὸ ἐκ τῆς Θρᾴκης μεταλλευθὲν χρυσίον ἀλλʼ αὐτὸν τὸν Κρόνου καὶ Ῥέας, εἰς τὴν γῆν ὑπὸ Φειδίου μετῳκισμένον καὶ τὴν Πισαίων ἐρημίαν ἐπισκοπεῖν κεκελευσμένον, ἀγαπῶντα εἰ διὰ πέντε ὅλων ἐτῶν θύσει τις αὐτῷ πάρεργον Ὀλυμπίων.
然而,进入神殿的人们不再认为自己看到的是产自印度的象牙,或是从色雷斯开采出来的黄金,而是认为看到了克罗诺斯与瑞亚之子本人,他被菲迪亚斯迁移到了地上,并被命令看守着比萨人的荒野,只要每整整五年有人在奥林匹亚运动会的余兴中向他献祭,他便心满意足了。