Humanitext Reader

ルキアノス · 供犠について §5-7

詩人たちが描く神々の醜聞と受難

2 / 4 箇所 · ギリシア語

要旨

詩人たちが語るクロノスの実子食いやゼウスの不都合な出生・情事などの醜聞を紹介し、さらにヘパイストスやプロメテウス、レアやアプロディテ、セレネといった神々の見苦しい神話や受難を風刺的に列挙する。

§5ἢ γὰρ οὐ ταῦτα σεμνολογοῦσιν οἱ ποιηταὶ περὶ τῶν θεῶν καὶ πολὺ τούτων ἱερώτερα περί τε Ἡφαίστου καὶ Προμηθέως καὶ Κρόνου καὶ Ῥέας καὶ σχεδὸν ὅλης τῆς τοῦ Διὸς οἰκίας;
詩人たちは神々についてこれらのこと、そしてこれらよりもはるかに神聖視されることを、ヘパイストスやプロメテウス、クロノスやレア、あるいはゼウスの家のほぼ全員について厳かに語っているのではないだろうか。
καὶ ταῦτα παρακαλέσαντες τὰς Μούσας συνῳδοὺς ἐν ἀρχῇ τῶν ἐπῶν, ὑφʼ ὧν δὴ ἔνθεοι γενόμενοι, ὡς τὸ εἰκός, ᾄδουσιν ὡς ὁ μὲν Κρόνος ἐπειδὴ τάχιστα ἐξέτεμε τὸν πατέρα τὸν Οὐρανόν, ἐβασίλευσέν τε ἐν αὐτῷ καὶ τὰ τέκνα κατήσθιεν ὥσπερ ὁ Ἀργεῖος Θυέστης ὕστερον·
しかも、叙事詩の冒頭でミューズたちを協調して歌う者として呼び求め、彼女らによってまさしく神がかりとなって、当然のごとく、次のように歌う。 すなわち、クロノスは父ウラノスを去勢するやいなや、自ら王位に就き、後にアルゴスのテュエステスがしたように、自分の子供たちを食い尽くした、と。
ὁ δὲ Ζεὺς κλαπεὶς ὑπὸ τῆς Ῥέας ὑποβαλομένης τὸν λίθον εἰς τὴν Κρήτην ἐκτεθεὶς ὑπʼ αἰγὸς ἀνετράφη καθάπερ ὁ Τήλεφος ὑπὸ ἐλάφου καὶ ὁ Πέρσης Κῦρος ὁ πρότερος ὑπὸ τῆς κυνός, εἶτʼ ἐξελάσας τὸν πατέρα καὶ εἰς τὸ δεσμωτήριον καταβαλὼν αὐτὸς ἔσχε τὴν ἀρχήν·
また、ゼウスは、レアが石を代わりに置いて彼を盗み出したことによってクレタ島に捨てられ、あたかもテレポスが牝鹿に、また先代のペルシアのキュロスが牝犬によって育てられたように、牝山羊によって育てられ、その後父を追い出して牢獄に投げ込み、自ら権力を握った、と。
ἔγημε δὲ πολλὰς μὲν καὶ ἄλλας, ὑστάτην δὲ τὴν ἀδελφὴν κατὰ τοὺς Περσῶν καὶ Ἀσσυρίων νόμους·
そして彼は他の多くの女性とも結婚したが、最後にはペルシア人やアッシリア人の慣習に従って自分の姉妹を妻とした。
ἐρωτικὸς δὲ ὢν καὶ εἰς τὰ ἀφροδίσια ἐκκεχυμένος ῥᾳδίως ἐνέπλησε παίδων τὸν οὐρανόν, τοὺς μὲν ἐξ ὁμοτίμων ποιησάμενος, ἐνίους δὲ νόθους ἐκ τοῦ θνητοῦ καὶ ἐπιγείου γένους, ἄρτι μὲν ὁ γεννάδας γενόμενος χρυσός, ἄρτι δὲ ταῦρος ἢ κύκνος ἢ ἀετός, καὶ ὅλως ποικιλώτερος αὐτοῦ Πρωτέως·
また、恋に目好く性愛に溺れていたため、彼は容易に天を子供たちで満たし、ある者は同等の地位の者から生まれさせ、ある者は死すべき地上の種族から生まれた私生児とし、時にはかの高貴な者が黄金になり、時には牡牛や白鳥や鷲になり、総じてプロテウス自身よりも変化に富んでいた。
μόνην δὲ τὴν Ἀθηνᾶν ἔφυσεν ἐκ τῆς ἑαυτοῦ κεφαλῆς ὑπʼ αὐτὸν ἀτεχνῶς τὸν ἐγκέφαλον συλλαβών·
しかし、アテナだけは、まさに脳髄そのものを自ら身ごもることで、自分の頭から産み落とした。
τὸν μὲν γὰρ Διόνυσον ἡμιτελῆ, φασίν, ἐκ τῆς μητρὸς ἔτι καιομένης ἁρπάσας ἐν τῷ μηρῷ φέρων κατώρυξε κᾆτα ἐξέτεμεν τῆς ὠδῖνος ἐνστάσης.
というのも、ディオニュソスは、まだ燃え盛っている母親から未熟な状態でひったくられ、彼が自分の腿の中に運んで埋め込み、陣痛が始まったときにそこを切り開いて取り出したと言われているからである。
§6ὅμοια δὲ τούτοις καὶ περὶ τῆς Ἥρας ᾄδουσιν, ἄνευ τῆς πρὸς τὸν ἄνδρα ὁμιλίας ὑπηνέμιον αὐτὴν παῖδα γεννῆσαι τὸν Ἥφαιστον, οὐ μάλα εὐτυχῆ τοῦτον, ἀλλὰ βάναυσον καὶ χαλκέα καὶ πυρίτην, ἐν καπνῷ τὸ πᾶν βιοῦντα καὶ σπινθήρων ἀνάπλεων οἷα δὴ καμινευτήν, καὶ οὐδὲ ἄρτιον τὼ πόδε·
またこれらと同様のことを彼らはヘラについても歌っている。 すなわち、夫との交わりなしに、風によってはらんだ子としてヘパイストスを産んだが、この子はあまり幸運ではなく、職人、鍛冶屋、火を扱う者であり、炉の番人のように終始煙の中で暮らし、火花にまみれ、両足さえ健全ではなかった、と。
χωλευθῆναι γὰρ αὐτὸν ἀπὸ τοῦ πτώματος, ὁπότε ἐρρίφη ὑπὸ τοῦ Διὸς ἐξ οὐρανοῦ, καὶ εἴ γε μὴ οἱ Λήμνιοι καλῶς ποιοῦντες ἔτι φερόμενον αὐτὸν ὑπεδέξαντο, κἂν ἐτεθνήκει ἡμῖν ὁ Ἥφαιστος ὥσπερ ὁ Ἀστυάναξ ἀπὸ τοῦ πύργου καταπεσών.
なぜなら、彼はゼウスによって天から投げ落とされた時の落下によって不具となり、もしレムノス島の人々が親切にも、彼がまだ空中を落ちていく途中で受け止めてくれなかったならば、我々のヘパイストスは、アストュアナクスが塔から落とされて死んだように、死んでいただろうからである。
Καίτοι τὰ μὲν Ἡφαίστου μέτρια·
とはいえ、ヘパイストスのことはまだましである。
τὸν δὲ Προμηθέα τίς οὐκ οἶδεν οἷα ἔπαθεν, διότι καθʼ ὑπερβολὴν φιλάνθρωπος ἦν;
プロメテウスが、過度に人間を愛したためにどのような目に遭ったか、誰が知らないだろうか。
καὶ γὰρ αὖ καὶ τοῦτον εἰς τὴν Σκυθίαν ἀγαγὼν ὁ Ζεὺς ἀνεσταύρωσεν ἐπὶ τοῦ Καυκάσου, τὸν ἀετὸν αὐτῷ παρακαταστήσας τὸ ἧπαρ ὁσημέραι κολάψοντα.
なぜなら、ゼウスはこの彼をもまたスキティアに連行し、カウカソス山の上に縛り付け、毎日その肝臓を啄ばませるために、鷲を彼のそばに配したからである。
§7οὗτος μὲν οὖν ἐξετέλεσε τὴν καταδίκην.
こうして彼は刑を終えた。
ἡ Ῥέα δέ — χρὴ γὰρ ἴσως καὶ ταῦτα εἰπεῖν — πῶς οὐκ ἀσχημονεῖ καὶ δεινὰ ποιεῖ, γραῦς μὲν ἤδη καὶ ἔξωρος οὖσα καὶ τοσούτων μήτηρ θεῶν, παιδεραστοῦσα δὲ ἔτι καὶ ζηλοτυποῦσα καὶ τὸν Ἄττιν ἐπὶ τῶν λεόντων περιφέρουσα, καὶ ταῦτα μηκέτι χρήσιμον εἶναι δυνάμενον;
ところでレアは――おそらくこれらのことも語るべきであろうが――すでに老女であり盛りを過ぎ、これほど多くの神々の母でありながら、未だに少年を愛し、嫉妬し、もはや何の役にも立たなくなってしまったアッティスを獅子たちに乗せて連れ回しているとは、なんと見苦しく、恐るべきことを行っているのではないだろうか。
ὥστε πῶς ἂν ἔτι μέμφοιτό τις ἢ τῇ Ἀφροδίτῃ ὅτι μοιχεύεται, ἢ τῇ Σελήνῃ πρὸς τὸν Ἐνδυμίωνα κατιούσῃ πολλάκις ἐκ μέσης τῆς ὁδοῦ;
したがって、アプロディテが姦通していることや、セレネがエンデュミオンのもとへと、しばしば旅の途中で降りてくることを、どうしてこれ以上非難できるだろうか。

語釈・文法注

  1. §5ὑπʼ αὐτὸν ἀτεχνῶς τὸν ἐγκέφαλον συλλαβών — 「まさに脳髄そのものを懐胎して」の意。`συλλαμβάνω`(身ごもる、受胎する)の分詞形 `συλλαβών` が、ゼウスが頭の中でアテナを直接「懐胎した」という滑稽な神話的描写を強調している。`ὑπό` + 対格は「〜の真下に」「〜の内部に」を表し、脳髄の奥深くで宿したことを示す。
  2. §6ὑπηνέμιον αὐτὴν παῖδα γεννῆσαι — 「(ヘラが)彼女自身で、風によってはらんだ子(無精卵のような子)を産んだ」の意。`ὑπηνέμιος` は受精せず風によってできた卵(風卵)を指し、ここではヘラが男性(夫ゼウス)の介在なしに独力でヘパイストスを産んだことを指す対格不定詞構文(A.C.I.)内の叙述的形容詞。
  3. §6κἂν ἐτεθνήκει ἡμῖν ὁ Ἥφαιστος — 過去の事実に反する仮定を表す条件文(反実仮想過去)の帰結節。接続詞 `καί` + `ἄν`(`κἄν`)と、直説法過去完了形 `ἐτεθνήκει`(動詞 `θνῄσκω` の完了 `τέθνηκα` の過去完了)の組み合わせにより、「(もし〜でなかったら)ヘパイストスは死んでいただろうに」という含意を表す。`ἡμῖν` は関心の与格(倫理与格)。
  4. §7καὶ ταῦτα μηκέτι χρήσιμον εἶναι δυνάμενον — `καὶ ταῦτα`(しかも、その上)に分詞句が続く慣用表現。中性分詞 `δυνάμενον` は、先行する `τὸν Ἄττιν`(アッティス)の去勢による性的不能を遠回しに指す客観的事態、あるいはアッティスという存在そのものに係る「対格絶対(accusative absolute)」として機能し、「彼がもはや何の役にも立ち得ない状態であるにもかかわらず」という譲歩・状況補足を形成する。

この箇所を引用する

ルキアノス, 供犠について §5-7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg027.humanitext-grc2:5-7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。