Humanitext Reader

琉善 · 论祭祀 §1-4

对荒谬祭祀礼仪与神话中神明形象的批判

第 1 段,共 4 段 · 希腊语

内容简介

作者以辛辣的讽刺批评了人们对神明的荒谬仪式和信仰,指出他们将神明视为像人类一样贪婪和反复无常的存在,并引用了阿耳忒弥斯和阿波罗等神话实例。

§1ἃ μὲν γὰρ ἐν ταῖς θυσίαις οἱ μάταιοι πράττουσι καὶ ταῖς ἑορταῖς καὶ προσόδοις τῶν θεῶν καὶ ἃ αἰτοῦσι καὶ ἃ εὔχονται καὶ ἃ γιγνώσκουσι περὶ αὐτῶν, οὐκ οἶδα εἴ τις οὕτως κατηφής ἐστι καὶ λελυπημένος ὅστις οὐ γελάσεται τὴν ἀβελτερίαν ἐπιβλέψας τῶν δρωμένων.
因为愚蠢的人们在祭祀、节日以及神明的游行中所做的事,以及他们的所求、所祷,和他们对神明的看法,我不知道是否有人如此面色阴沉和忧伤,以至于在看到这些所作所为的愚蠢时竟不发笑。
καὶ πολύ γε, οἶμαι, πρότερον τοῦ γελᾶν πρὸς ἑαυτὸν ἐξετάσει πότερον εὐσεβεῖς αὐτοὺς χρὴ καλεῖν ἢ τοὐναντίον θεοῖς ἐχθροὺς καὶ κακοδαίμονας, οἵ γε οὕτω ταπεινὸν καὶ ἀγεννὲς τὸ θεῖον ὑπειλήφασιν ὥστε εἶναι ἀνθρώπων ἐνδεὲς καὶ κολακευόμενον ἥδεσθαι καὶ ἀγανακτεῖν ἀμελούμενον.
我想,在发笑之前,他很久就会在内心中审视,究竟应该称他们为虔诚,还是相反,称他们为神明之敌和不幸之人,因为他们竟然把神圣者想象得如此卑微和下贱,以至于需要人类,在受到谄媚时感到高兴,在被忽视时感到愤懑。
τὰ γοὺν Αἰτωλικὰ πάθη καὶ τὰς τῶν Καλυδωνίων συμφορὰς καὶ τοὺς τοσούτους φόνους καὶ τὴν Μελεάγρου διάλυσιν, πάντα ταῦτα ἔργα φασὶν εἶναι τῆς Ἀρτέμιδος μεμψιμοιρούσης ὅτι μὴ παρελήφθη πρὸς τὴν θυσίαν ὑπὸ τοῦ Οἰνέως· οὕτως ἄρα βαθέως καθίκετο αὐτῆς ἡ τῶν ἱερείων διαφορά.
总之,埃托利亚人的苦难、卡吕冬人的灾难、如此多的杀戮,以及梅列阿格罗斯的毁灭,他们说这一切都是阿耳忒弥斯的所作所为,她因未被奥纽斯邀请参加祭祀而心怀怨恨;由此看来,祭品的缺失对她的伤害竟然如此之深。
καί μοι δοκῶ ὁρᾶν αὐτὴν ἐν τῷ οὐρανῷ τότε μόνην τῶν ἄλλων θεῶν εἰς Οἰνέως πεπορευμένων, δεινὰ ποιοῦσαν καὶ σχετλιάζουσαν οἵας ἑορτῆς ἀπολειφθήσεται.
我觉得我仿佛能看到她当时独自留在天上,而其他神明都已前往奥纽斯的家中,她因自己将被排除在如此盛宴之外而感到愤慨和哀叹。
§2τοὺς δʼ αὖ Αἰθίοπας καὶ μακαρίους καὶ τρισευδαίμονας εἴποι τις ἄν, εἴ γε ἀπομνημονεύει τὴν χάριν αὐτοῖς ὁ Ζεὺς ἣν πρὸς αὐτὸν ἐπεδείξαντο δώδεκα ἑξῆς ἡμέρας ἑστιάσαντες, καὶ ταῦτα ἐπαγόμενον καὶ τοὺς ἄλλους θεούς.
另一方面,人们大可以说埃塞俄比亚人是幸福且无比幸运的,如果宙斯确实还记得他们曾对他展示的恩情——连续十二天款待了他,而且这还是在他还带着其他神明一同前往的情况下。
οὕτως οὐδέν, ὡς ἔοικεν, ἀμισθὶ ποιοῦσιν ὧν ποιοῦσιν, ἀλλὰ πωλοῦσιν τοῖς ἀνθρώποις τἀγαθά, καὶ ἔνεστι πρίασθαι παρʼ αὐτῶν τὸ μὲν ὑγιαίνειν, εἰ τύχοι, βοϊδίου, τὸ δὲ πλουτεῖν βοῶν τεττάρων, τὸ δὲ βασιλεύειν ἑκατόμβης, τὸ δὲ σῶον ἐπανελθεῖν ἐξ Ἰλίου εἰς Πύλον ταύρων ἐννέα, καὶ τὸ ἐκ τῆς Αὐλίδος εἰς Ἴλιον διαπλεῦσαι παρθένου βασιλικῆς.
这样看来,神明们显然不会无偿做任何事情,而是将好东西卖给人类。 从他们那里,人们可以买到健康(如果需要的话,需一头小牛),买到财富(需四头牛),买到王权(需百牲祭),买到从伊利翁安全返回皮洛斯(需九头公牛),以及从奥利斯航行到伊利翁(需一位王室处女的性命)。
ἡ μὲν γὰρ Ἑκάβη τὸ μὴ ἁλῶναι τὴν πόλιν τότε ἐπρίατο παρὰ τῆς Ἀθηνᾶς βοῶν δώδεκα καὶ πέπλου.
因为赫卡柏当时曾试图用十二头牛和一件袍子从雅典娜那里买下城市不被攻陷的命运。
εἰκάζειν δὲ χρὴ πολλὰ εἶναι ἀλεκτρυόνος καὶ στεφάνου καὶ λιβανωτοῦ μόνου παρʼ αὐτοῖς ὤνια.
而且可以推测,在他们那里,许多东西只需一只公鸡、一个花环或仅仅一些乳香便可买到。
§3ταῦτά γε, οἶμαι, καὶ ὁ Χρύσης ἐπιστάμενος ἅτε ἱερεὺς ὢν καὶ γέρων καὶ τὰ θεῖα σοφός, ἐπειδὴ ἄπρακτος ἀπῄει παρὰ τοῦ Ἀγαμέμνονος, ὡς ἂν καὶ προδανείσας τῷ Ἀπόλλωνι τὴν χάριν δικαιολογεῖται καὶ ἀπαιτεῖ τὴν ἀμοιβὴν καὶ μόνον οὐκ ὀνειδίζει λέγων, ὦ βέλτιστε Ἄπολλον, ἐγὼ μέν σου τὸν νεὼν τέως ἀστεφάνωτον ὄντα πολλάκις ἐστεφάνωσα, καὶ τοσαῦτά σοι μηρία ταύρων τε καὶ αἰγῶν ἔκαυσα ἐπὶ τῶν βωμῶν, σὺ δὲ ἀμελεῖς μου τοιαῦτα πεπονθότος καὶ παρʼ οὐδὲν τίθεσαι τὸν εὐεργέτην.
我想,克律塞斯作为祭司,年事已高且精通神圣之事,自然也知道这些。 当他未能从阿伽门农那里达成目的而离去时,他辩称自己仿佛已预先借给阿波罗恩情一样,要求回报,几乎是在指责神明,说道: “最善良的阿波罗啊,在你的神殿之前未戴花冠之时,我曾多次为你戴上花冠,并在祭坛上为你烧了这么多公牛和山羊的股肉;可你却在我遭受如此待遇时忽视我,把你的恩人视若无物。
τοιγαροῦν οὕτω κατεδυσώπησεν αὐτὸν ἐκ τῶν λόγων, ὥστε ἁρπασάμενος τὰ τόξα καὶ ἐπὶ τοῦ ναυστάθμου καθίσας ἑαυτὸν κατετόξευσε τῷ λοιμῷ τοὺς Ἀχαιοὺς αὐταῖς ἡμιόνοις καὶ κυσίν.
” 于是,这些话让他感到非常羞愧,以至于阿波罗抓起弓箭坐在船坞旁,用瘟疫射杀了阿开亚人,连同他们的骡子和狗。
§4ἐπεὶ δὲ ἅπαξ τοῦ Ἀπόλλωνος ἐμνήσθην, βούλομαι καὶ τὰ ἄλλα εἰπεῖν, ἃ περὶ αὐτοῦ οἱ σοφοὶ τῶν ἀνθρώπων λέγουσιν, οὐχ ὅσα περὶ τοὺς ἔρωτας ἐδυστύχησεν οὐδὲ τοῦ Ὑακίνθου τὸν φόνον οὐδὲ τῆς Δάφνης τὴν ὑπεροψίαν, ἀλλʼ ὅτι καὶ καταγνωσθεὶς ἐπὶ τῷ τῶν Κυκλώπων θανάτῳ καὶ ἐξοστρακισθεὶς διὰ τοῦτο ἐκ τοῦ οὐρανοῦ, ἐπέμφθη εἰς τὴν γῆν ἀνθρωπίνῃ χρησόμενος τῇ τύχῃ· ὅτε δὴ καὶ ἐθήτευσεν ἐν Θετταλίᾳ παρὰ Ἀδμήτῳ καὶ ἐν Φρυγίᾳ παρὰ Λαομέδοντι, παρὰ τούτῳ μέν γε οὐ μόνος ἀλλὰ μετὰ τοῦ Ποσειδῶνος, ἀμφότεροι πλινθεύοντες ὑπʼ ἀπορίας καὶ ἐργαζόμενοι τὸ τεῖχος· καὶ οὐδὲ ἐντελῆ τὸν μισθὸν ἐκομίσαντο παρὰ τοῦ Φρυγός, ἀλλὰ προσώφειλεν αὐτοῖς πλέον ἢ τριάκοντα, φασί, δραχμὰς Τρωϊκάς.
既然我已经提到了阿波罗,我还想说说人类中的智者关于他所说的其他事情,不是说他在爱情上有多么不幸,也不是海辛瑟斯之死,或是达芙妮的轻蔑,而是指他因杀害独眼巨人而被判有罪,并因此被逐出天堂,被派往人间去经历人类的命运;那时他确实在色萨利的阿德梅托斯手下、以及在弗里吉亚的拉奥墨冬手下做雇工,在后者那里他并非独自一人,而是与波塞冬一起,两人因贫困而制砖并建造城墙;他们甚至未能从弗里吉亚人那里拿到全部工钱,据说那人还欠他们三十多特洛伊德拉克马。

词汇与语法注释

  1. 1οἵ γε — 关系代名词 ὅς 与语气语气词 γε 结合,引导一个关系从句,用以解释前句的原因(“因为他们……”)。
  2. 2καὶ ταῦτα — 使用中性复数宾格的惯用副词短语,意为“而且”、“况且”(and that too),用以强调附加的情况。
  3. 2βοϊδίου — 表示价格(或价值)的属格。依附于动词 πρίασθαι(购买),指出交易的代价(“以一头小牛”)。后文的 βοῶν τεττάρων 和 ἑκατόμβης 等属格也属于相同用法。
  4. 3αὐταῖς ἡμιόνοις — 代名词 αὐτός 的阴性复数与格与名词 ἡμίονος(骡子)的与格一致,表示伴随或包含(“连同骡子一起”)。

引用这一段

琉善, 论祭祀 §1-4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg027.humanitext-grc2:1-4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。