Humanitext Reader

琉善 · 死者复活或渔夫 §9-12

前往哲学身边与揭露伪哲学家

第 3 段,共 13 段 · 希腊语

内容简介

帕雷西亚德斯提议由“哲学”本人担任法官,由哲学家们自己进行控告和审判,众人随即出发寻找哲学。途中,他讲述了自己过去如何被伪哲学家和伪装成哲学的高级妓女般的女仙所欺骗的经历。

§9Πλάτων τοῦτʼ ἐκεῖνο·
柏拉图这正是你想做的!
εἰς πεδίον τὸν ἵππον, ὡς παρακρουσάμενος τοὺς δικαστὰς ἀπέλθῃς.
“放马到平原”,好让你在蒙蔽法官之后脱身。
φασὶ γοῦν ῥήτορά σε καὶ δικανικόν τινα εἶναι καὶ πανοῦργον ἐν τοῖς λόγοις.
总之,人们都说你是个修辞学家,是法庭上的讼棍,在言语中诡计多端。
τίνα δὲ καὶ δικαστὴν ἐθέλεις γενέσθαι, ὅντινα μὴ σὺ δωροδοκήσας, οἷα πολλὰ ποιεῖτε, ἄδικα πείσεις ὑπὲρ σοῦ ψηφίσασθαι;
你究竟想要让谁当法官,难道他不会被你通过行贿(像你们经常做的那样)而说服,做出有利于你的不公判决吗?
Παρρησιάδης θαρρεῖτε τούτου γε ἕνεκα·
帕雷西亚德斯在这一点上你们大可放心。
οὐδένα τοιοῦτον διαιτητὴν ὕποπτον ἢ ἀμφίβολον ἀξιώσαιμʼ ἂν γενέσθαι καὶ ὅστις ἀποδώσεταί μοι τὴν ψῆφον.
我绝不会请求任何有嫌疑或靠不住的调解人来当法官,也不会找会把选票卖给我的人。
ὁρᾶτε γοῦν, τὴν Φιλοσοφίαν αὐτὴν μεθʼ ὑμῶν ποιοῦμαι δικάστριαν ἔγωγε.
看吧,我让“哲学”本人和你们一起担任法官。
Πλάτων καὶ τίς ἂν κατηγορήσειεν, εἴ γε ἡμεῖς δικάσομεν;
柏拉图如果由我们来审判,那由谁来控告你呢?
Παρρησιάδης οἱ αὐτοὶ κατηγορεῖτε καὶ δικάζετε·
帕雷西亚德斯你们自己既当原告又当法官;对此我连一点都不害怕。
οὐδὲν οὐδὲ τοῦτο δέδια. τοσοῦτον ὑπερφέρω τοῖς δικαίοις καὶ ἐκ περιουσίας ἀπολογήσεσθαι ὑπολαμβάνω.
我在公正上是如此优越,以至于我认为我可以绰绰有余地为自己辩护。
§10Πλάτων τί ποιοῦμεν, ὦ Πυθαγόρα καὶ Σώκρατες;
柏拉图我们该怎么办,毕达哥拉斯和苏格拉底?
ἔοικε γὰρ ἁνὴρ οὐκ ἄλογα προκαλεῖσθαι δικάζεσθαι ἀξιῶν.
这人要求接受审判,看来他的提议并非不合理。
Σωκράτης τί δὲ ἄλλο ἢ βαδίζωμεν ἐπὶ τὸ δικαστήριον καὶ τὴν Φιλοσοφίαν παραλαβόντες ἀκούσωμεν ὅ τι καὶ ἀπολογήσεται·
苏格拉底还能怎么办,当然是到法庭去,带上哲学,听听他到底要如何辩护。
τὸ πρὸ δίκης γὰρ οὐχ ἡμέτερον, ἀλλὰ δεινῶς ἰδιωτικόν, ὀργίλων τινῶν ἀνθρώπων καὶ τὸ δίκαιον ἐν τῇ χειρὶ τιθεμένων.
因为在审判前处死人并不是我们的作风,而是极其野蛮的,只有那些易怒、把正义掌握在自己手里的人才会这样做。
παρέξομεν οὖν ἀφορμὰς τοῖς κακηγορεῖν ἐθέλουσιν καταλεύσαντες ἄνδρα μηδὲ ἀπολογησάμενον ὑπὲρ ἑαυτοῦ, καὶ ταῦτα δικαιοσύνῃ χαίρειν αὐτοὶ λέγοντες.
如果我们用石头打死一个甚至没有为自己辩护的人,而且我们自己还口口声声说热爱正义,这就会给那些想说我们坏话的人提供口实。
ἢ τί ἂν εἴποιμεν Ἀνύτον καὶ Μελήτου πέρι, τῶν ἐμοῦ κατηγορησάντων, ἢ τῶν τότε δικαστῶν, εἰ οὗτος τεθνήξεται μηδὲ τὸ παράπαν ὕδατος μεταλαβών;
如果我们让这人连一点(法庭的)水都没分到就死去,那我们对当年控告我的阿尼图斯和美勒托,或者对当时的法官们,还能说些什么呢?
Πλάτων ἄριστα παραινεῖς, ὦ Σώκρατες·
柏拉图你的建议极好,苏格拉底。
ὥστε ἀπίωμεν ἐπὶ τὴν Φιλοσοφίαν.
那我们就去哲学那里。
ἡ δὲ δικασάτω, καὶ ἡμεῖς ἀγαπήσομεν οἷς ἂν ἐκείνη διαγνῷ.
让她来审判,无论她做出什么判决,我们都会欣然接受。
§11Παρρησιάδης εὖ γε, ὦ σοφώτατοι, ἀμείνω ταῦτα καὶ νομιμώτερα.
帕雷西亚德斯好极了,最聪明的人啊,这样更好也更合乎法律。
τοὺς μέντοι λίθους φυλάττετε, ὡς ἔφην· δεήσει γὰρ αὐτῶν μικρὸν ὕστερον ἐν τῷ δικαστηρίῳ.
不过,正如我所说,请留着那些石头,因为稍后在法庭上你们会用得着它们。
ποῦ δὲ τὴν Φιλοσοφίαν εὕροι τις ἄν;
可是,到哪里才能找到哲学呢?
οὐ γὰρ οἶδα ἔνθα οἰκεῖ·
因为我不知道她住在哪里。
καίτοι πάνυ πολὺν ἐπλανήθην χρόνον ἀναζητῶν τὴν οἰκίαν, ὡς συγγενοίμην αὐτῇ.
虽然为了见她,我花了极长的时间四处寻找她的住所。
εἶτα ἐντυγχάνων ἄν τισι τριβώνια περιβεβλημένοις καὶ πώγωνας βαθεῖς καθειμένοις παρʼ αὐτῆς ἐκείνης ἥκειν φάσκουσιν, οἰόμενος εἰδέναι αὐτοὺς ἀνηρώτων·
然后,每当我遇到一些身披粗布斗篷、留着长胡须、声称自己来自她那里的人时,我以为他们知道,便上前询问。
οἱ δὲ πολὺ μᾶλλον ἐμοῦ ἀγνοοῦντες ἢ οὐδὲν ὅλως ἀπεκρίναντό μοι, ὡς μὴ ἐλέγχοιντο οὐκ εἰδότες, ἢ ἄλλην θύραν ἀντʼ ἄλλης ἐπεδείκνυον.
但他们比我还要无知,要么根本不回答我,以免暴露自己的无知,要么指给我一扇错误的门。
οὐδέπω γοῦν καὶ τήμερον ἐξευρεῖν δεδύνημαι τὴν οἰκίαν.
总之,直到今天,我还没能找到她的家。
§12Παρρησιάδης πολλάκις δὲ ἢ αὐτὸς εἰκάσας ἢ ξεναγήσαντός τινος ἧκον ἂν ἐπί τινας θύρας βεβαίως ἐλπίσας τότε γοῦν εὑρηκέναι, τεκμαιρόμενος τῷ πλήθει τῶν εἰσιόντων τε καὶ ἐξιόντων, ἁπάντων σκυθρωπῶν καὶ τὰ σχήματα εὐσταλῶν καὶ φροντιστικῶν τὴν πρόσοψιν·
帕雷西亚德斯很多时候,要么是我自己推测,要么是在别人的指引下,我来到一些门口,坚信这次一定找到了。 因为看到进出的人络绎不绝,个个面容严峻,衣着整洁,神情沉思。
μετὰ τούτων οὖν συμπαραβυσθεὶς καὶ αὐτὸς εἰσῆλθον ἄν.
于是,我也和他们一起挤了进去。
εἶτα ἑώρων γύναιόν τι οὐχ ἁπλοϊκόν, εἰ καὶ ὅτι μάλιστα εἰς τὸ ἀφελὲς καὶ ἀκόσμητον ἑαυτὴν ἐπερρύθμιζεν, ἀλλὰ κατεφάνη μοι αὐτίκα οὐδὲ τὸ ἄνετον δοκοῦν τῆς κόμης ἀκαλλώπιστον ἐῶσα οὐδὲ τοῦ ἱματίου τὴν ἀναβολὴν ἀνεπιτηδεύτως περιστέλλουσα·
然而我看到的是一个绝非单纯的女人,尽管她极力把自己打扮得朴素而无修饰,但我立刻看穿,她甚至连那看似蓬乱的头发都不是无意为之,连斗篷的披法也不是不加雕饰的。
πρόδηλος δὲ ἦν κοσμουμένη αὐτοῖς καὶ πρὸς εὐπρέπειαν τῷ ἀθεραπεύτῳ δοκοῦντι προσχρωμένη.
显然,她是在利用这些进行装扮,用看似不加修饰的外表来追求优雅。
ὑπεφαίνετο δέ τι καὶ ψιμύθιον καὶ φῦκος, καὶ τὰ ῥήματα πάνυ ἑταιρικά, καὶ ἐπαινουμένη ὑπὸ τῶν ἐραστῶν εἰς κάλλος ἔχαιρε, καὶ εἰ δοίη τις προχείρως ἐδέχετο, καὶ τοὺς πλουσιωτέρους ἂν παρακαθισαμένη πλησίον τοὺς πένητας τῶν ἐραστῶν οὐδὲ προσέβλεπεν.
她的脸上还隐约可见铅粉和胭脂,言谈举止完全像个高级妓女。 当被情人们赞美美貌时,她便满心欢喜。 如果有人送礼,她就顺手接受;她把富有的情人拉到身边坐下,对贫穷的情人则连看都不看一眼。
πολλάκις δὲ καὶ γυμνωθείσης αὐτῆς κατὰ τὸ ἀκούσιον ἑώρων περιδέραια χρυσᾶ τῶν κλοιῶν παχύτερα.
很多时候,当她的衣服不小心滑落时,我看到她脖子上戴着比项圈还粗的金项链。
ταῦτα ἰδὼν ἐπὶ πόδα ἂν εὐθὺς ἀνέστρεφον, οἰκτείρας δηλαδὴ τοὺς κακοδαίμονας ἐκείνους ἑλκομένους πρὸς αὐτῆς οὐ τῆς ῥινὸς ἀλλὰ τοῦ πώγωνος καὶ κατὰ τὸν Ἰξίονα εἰδώλῳ ἀντὶ τῆς Ἥρας συνόντας.
看到这些,我就会立刻转身折返,同情那些被她牵着胡子(而不是鼻子)拽着走、像伊克西翁一样与幻影(而非赫拉)结合的倒霉蛋。

词汇与语法注释

  1. §9εἰς πεδίον τὸν ἵππον — “放马到平原”是一个省略了动词的谚语。字面意思是将马带到易于奔驰的平原,这里比喻让对手进入其擅长的领域(法庭辩论),从而使其占得便利。
  2. §10ὕδατος μεταλαβών — 属格 ὕδατος(水)在此起部分属格的作用。它指的是雅典法庭中用来测量辩护发言时间的“水钟(漏壶)之水”,因此意指“在完全没有获得任何法庭辩护时间的情况下”。
  3. §12ἧκον ἂν ... εἰσῆλθον ἄν ... ἀνέστρεφον ἂν — 语气词 ἄν 与直陈式过去时态(未完成过去时 ἧκον、ἀνέστρεφον 以及不定过去时 εἰσῆλθον)连用,表示过去反复发生或习惯性的动作(“经常……”、“每每……”)。

引用这一段

琉善, 死者复活或渔夫 §9-12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg025.humanitext-grc2:9-12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。