- 底本
- Lucian, Vol. 3. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1921.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg025.humanitext-grc2:9-12
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
パルレーシアデースは「哲学」そのものを裁判官とし、哲学者たち自身が告発・裁判を行う形式の裁判を提案し、一同は哲学のもとへと向かう。道中、彼はかつて偽りの哲学者たちや、哲学を装った偽物の女性に騙された経験を語る。
Πλάτων τοῦτʼ ἐκεῖνο· εἰς πεδίον τὸν ἵππον,1 ὡς παρακρουσάμενος τοὺς δικαστὰς ἀπέλθῃς. φασὶ γοῦν ῥήτορά σε καὶ δικανικόν τινα εἶναι καὶ πανοῦργον ἐν τοῖς λόγοις. τίνα δὲ καὶ δικαστὴν ἐθέλεις γενέσθαι, ὅντινα μὴ σὺ δωροδοκήσας, οἷα πολλὰ ποιεῖτε, ἄδικα πείσεις ὑπὲρ σοῦ ψηφίσασθαι; Παρρησιάδης θαρρεῖτε τούτου γε ἕνεκα· οὐδένα τοιοῦτον διαιτητὴν ὕποπτον ἢ ἀμφίβολον ἀξιώσαιμʼ ἂν γενέσθαι καὶ ὅστις ἀποδώσεταί μοι τὴν ψῆφον. ὁρᾶτε γοῦν, τὴν Φιλοσοφίαν αὐτὴν μεθʼ ὑμῶν ποιοῦμαι δικάστριαν ἔγωγε. Πλάτων καὶ τίς ἂν κατηγορήσειεν, εἴ γε ἡμεῖς δικάσομεν; Παρρησιάδης οἱ αὐτοὶ κατηγορεῖτε καὶ δικάζετε· οὐδὲν οὐδὲ τοῦτο δέδια. τοσοῦτον ὑπερφέρω τοῖς δικαίοις καὶ ἐκ περιουσίας ἀπολογήσεσθαι ὑπολαμβάνω.
プラトン まさにそれだ。「馬を平原へ放つ」というわけか、裁判官たちを騙して逃げ去ろうというのだな。お前は弁論家で、法廷の論客であり、言葉において狡猾な者だと言われている。お前は一体誰を裁判官にしたいというのだ。お前が(お前たちがよくやるように)賄賂を掴ませて、自分に有利な不当な判決を下すよう説得できないような者がいるとでもいうのか。 パルレーシアデース その点についてはご安心ください。私は、買収の疑いがあったり信用ならなかったりするような仲裁人や、私に票を売り渡すような者を裁判官にしようとは望みません。よく見ておいてください、私は「哲学」そのものを、あなたがたとともに裁判官とするつもりですから。 プラトン それでは、我々が裁判をするというのに、一体誰が告発するのだ。 パルレーシアデース あなたがた自身が告発し、かつ裁判をすればよいのです。それすらも、私は全く恐れていません。私は道理においてそれほど勝っており、十二分に弁明できると考えております。
Πλάτων τί ποιοῦμεν, ὦ Πυθαγόρα καὶ Σώκρατες; ἔοικε γὰρ ἁνὴρ οὐκ ἄλογα προκαλεῖσθαι δικάζεσθαι ἀξιῶν. Σωκράτης τί δὲ ἄλλο ἢ βαδίζωμεν ἐπὶ τὸ δικαστήριον καὶ τὴν Φιλοσοφίαν παραλαβόντες ἀκούσωμεν ὅ τι καὶ ἀπολογήσεται· τὸ πρὸ δίκης γὰρ οὐχ ἡμέτερον, ἀλλὰ δεινῶς ἰδιωτικόν, ὀργίλων τινῶν ἀνθρώπων καὶ τὸ δίκαιον ἐν τῇ χειρὶ τιθεμένων. παρέξομεν οὖν ἀφορμὰς τοῖς κακηγορεῖν ἐθέλουσιν καταλεύσαντες ἄνδρα μηδὲ ἀπολογησάμενον ὑπὲρ ἑαυτοῦ, καὶ ταῦτα δικαιοσύνῃ χαίρειν αὐτοὶ λέγοντες. ἢ τί ἂν εἴποιμεν Ἀνύτον καὶ Μελήτου πέρι, τῶν ἐμοῦ κατηγορησάντων, ἢ τῶν τότε δικαστῶν, εἰ οὗτος τεθνήξεται μηδὲ τὸ παράπαν ὕδατος μεταλαβών;2 Πλάτων ἄριστα παραινεῖς, ὦ Σώκρατες· ὥστε ἀπίωμεν ἐπὶ τὴν Φιλοσοφίαν. ἡ δὲ δικασάτω, καὶ ἡμεῖς ἀγαπήσομεν οἷς ἂν ἐκείνη διαγνῷ.
プラトン どうしようか、ピュタゴラス、ソクラテスよ。この男は、裁判を要求して、不合理ではない提案をしているように思われる。 ソクラテス 裁判所へ行き、哲学を連れてきて、彼がどのような弁明をするか聞いてみるほかないではないか。判決の前に殺すというのは我々のやり方ではなく、むしろ怒りっぽく、正義を己の腕力に委ねる、ひどく無教養な者たちのすることだ。もし我々が、自らの弁明すらしていない男を、しかも自分たちは正義を重んじていると言いながら石打ちにするならば、我々を悪く言おうとする者たちに格好の口実を与えることになる。あるいは、もしこの男が(法廷の)水を少しも与えられずに死ぬことになるならば、私を告発したアニュトスやメレトス、あるいは当時の裁判官たちについて、我々は一体何と言えるだろうか。 プラトン 極めて優れた勧めだ、ソクラテスよ。では、哲学のもとへ行こう。彼女に裁いてもらい、我々はその裁定に甘んじよう。
Παρρησιάδης εὖ γε, ὦ σοφώτατοι, ἀμείνω ταῦτα καὶ νομιμώτερα. τοὺς μέντοι λίθους φυλάττετε, ὡς ἔφην· δεήσει γὰρ αὐτῶν μικρὸν ὕστερον ἐν τῷ δικαστηρίῳ. ποῦ δὲ τὴν Φιλοσοφίαν εὕροι τις ἄν; οὐ γὰρ οἶδα ἔνθα οἰκεῖ· καίτοι πάνυ πολὺν ἐπλανήθην χρόνον ἀναζητῶν τὴν οἰκίαν, ὡς συγγενοίμην αὐτῇ. εἶτα ἐντυγχάνων ἄν τισι τριβώνια περιβεβλημένοις καὶ πώγωνας βαθεῖς καθειμένοις παρʼ αὐτῆς ἐκείνης ἥκειν φάσκουσιν, οἰόμενος εἰδέναι αὐτοὺς ἀνηρώτων· οἱ δὲ πολὺ μᾶλλον ἐμοῦ ἀγνοοῦντες ἢ οὐδὲν ὅλως ἀπεκρίναντό μοι, ὡς μὴ ἐλέγχοιντο οὐκ εἰδότες, ἢ ἄλλην θύραν ἀντʼ ἄλλης ἐπεδείκνυον. οὐδέπω γοῦν καὶ τήμερον ἐξευρεῖν δεδύνημαι τὴν οἰκίαν.
パルレーシアデース 素晴らしい、最も賢き方々よ。その方がより良く、より法にかなっています。しかし、私が言ったように、石は取っておいてください。少し後で裁判所において必要になりますから。 どこに「哲学」を見つけ出せばよいのでしょうか。私は彼女がどこに住んでいるのか知らないのです。私は彼女にまみえようと、その家を探し求めて、実に長い間さまよいました。そして、粗末な外套をまとい、長い髭を蓄え、彼女のもとから来たと称する者たちに出会うたびに、彼らが知っていると思い込んで尋ねたものです。しかし、彼らは私以上に無知であり、知らないことが露呈するのを恐れて何も答えないか、あるいは別の扉を教えたりしました。そのため、今日に至るまで、私はその家を見つけ出すことができずにいます。
Παρρησιάδης πολλάκις δὲ ἢ αὐτὸς εἰκάσας ἢ ξεναγήσαντός τινος ἧκον ἂν3 ἐπί τινας θύρας βεβαίως ἐλπίσας τότε γοῦν εὑρηκέναι, τεκμαιρόμενος τῷ πλήθει τῶν εἰσιόντων τε καὶ ἐξιόντων, ἁπάντων σκυθρωπῶν καὶ τὰ σχήματα εὐσταλῶν καὶ φροντιστικῶν τὴν πρόσοψιν· μετὰ τούτων οὖν συμπαραβυσθεὶς καὶ αὐτὸς εἰσῆλθον ἄν. εἶτα ἑώρων γύναιόν τι οὐχ ἁπλοϊκόν, εἰ καὶ ὅτι μάλιστα εἰς τὸ ἀφελὲς καὶ ἀκόσμητον ἑαυτὴν ἐπερρύθμιζεν, ἀλλὰ κατεφάνη μοι αὐτίκα οὐδὲ τὸ ἄνετον δοκοῦν τῆς κόμης ἀκαλλώπιστον ἐῶσα οὐδὲ τοῦ ἱματίου τὴν ἀναβολὴν ἀνεπιτηδεύτως περιστέλλουσα· πρόδηλος δὲ ἦν κοσμουμένη αὐτοῖς καὶ πρὸς εὐπρέπειαν τῷ ἀθεραπεύτῳ δοκοῦντι προσχρωμένη. ὑπεφαίνετο δέ τι καὶ ψιμύθιον καὶ φῦκος, καὶ τὰ ῥήματα πάνυ ἑταιρικά, καὶ ἐπαινουμένη ὑπὸ τῶν ἐραστῶν εἰς κάλλος ἔχαιρε, καὶ εἰ δοίη τις προχείρως ἐδέχετο, καὶ τοὺς πλουσιωτέρους ἂν παρακαθισαμένη πλησίον τοὺς πένητας τῶν ἐραστῶν οὐδὲ προσέβλεπεν. πολλάκις δὲ καὶ γυμνωθείσης αὐτῆς κατὰ τὸ ἀκούσιον ἑώρων περιδέραια χρυσᾶ τῶν κλοιῶν παχύτερα. ταῦτα ἰδὼν ἐπὶ πόδα ἂν εὐθὺς ἀνέστρεφον, οἰκτείρας δηλαδὴ τοὺς κακοδαίμονας ἐκείνους ἑλκομένους πρὸς αὐτῆς οὐ τῆς ῥινὸς ἀλλὰ τοῦ πώγωνος καὶ κατὰ τὸν Ἰξίονα εἰδώλῳ ἀντὶ τῆς Ἥρας συνόντας.
パルレーシアデース しばしば私は、自分で推測したり、あるいは誰かの案内で、今度こそ見つけたに違いないと固く信じて、ある扉の前にやって来たものでした。出入りする人々の多さから、また誰もが気難しそうな顔をし、身なりを整え、思索にふける表情をしていることから、そう判断したのです。そこで彼らに混じって押し入り、私も中へ入ったものでした。するとそこには、一人の女がいましたが、極めて素朴で飾り気のない姿に自らを整えてはいるものの、決して単純な女ではありませんでした。彼女がその乱れたように見える髪をあえて手入れせずにおくのも、外套の羽織り方を無造作に見せるのも、決して計算なしに行っているのではないことが、私にはすぐに見て取れました。彼女がそれらによって身を飾り、手入れをしていないように見せることでかえって上品さを装っていることは明らかでした。また、おしろいや紅がうっすらと見え、言葉遣いは全く高級娼婦のようであり、愛人たちから美しさを称賛されては喜んでいました。また、誰かが贈り物を差し出せば手際よく受け取り、裕福な者たちを傍らに座らせる一方で、貧しい愛人たちには目を向けようともしませんでした。さらに、彼女の衣服が不意にめくれたとき、首輪よりも太い金の首飾りを何度も目にしました。これらを見て、私はすぐに引き返したものでした。彼女によって鼻ではなく髭を引っ張られて引きずり回され、イクシオンのようにヘラではなくその幻影と交わっている、哀れな犠牲者たちに同情しながら。
- 9εἰς πεδίον τὸν ἵππον
「馬を平原へ」という動詞のない慣用句(省略構文)。馬にとって走りやすい平原に連れて行く、すなわち相手に有利な状況や得意分野(ここでは法廷弁論)を提供してしまうことを意味する。
- 10ὕδατος μεταλαβών
属格 ὕδατος(水)は、部分属格として機能している。古代アテナイの法廷で弁論時間を計るために用いられた水時計(クレプシドラ)の「水」を指し、「弁明の時間を全く与えられないまま」という意味を表す。
- 12ἧκον ἂν ... εἰσῆλθον ἄν ... ἀνέστρεφον ἂν
直説法過去時制(未完了過去 ἧκον, ἀνέστρεφον および アオリスト εἰσῆλθον)に小辞 ἄν が伴うことで、過去における反復的・習慣的動作(「〜したものだった」)を表している。
