Humanitext Reader

琉善 · 死者复活或渔夫 §33-36

伪哲学家的虚伪与跳舞猴子的寓言

第 9 段,共 13 段 · 希腊语

内容简介

帕雷西亚德斯主张控诉伪哲学家并非不敬哲学,相反是他们的虚伪生活败坏了哲学的名声。他辛辣地讽刺他们口头上轻视财富却在现实中执着于金钱,并用埃及国王训练猴子跳武装舞、一见坚果便现出原形的寓言来进行生动的对比。

§33Παρρησιάδης ταῦτα οὐκ ἤνεγκα ὁρῶν ἔγωγε, ἀλλʼ ἤλεγχον αὐτοὺς καὶ διέκρινον ἀφʼ ὑμῶν·
帕雷西亚德斯我目睹这一切,实在无法容忍,于是揭露他们,把他们与你们区分开来。
ὑμεῖς δέ, τιμᾶν ἐπὶ τούτοις δέον, εἰς δικαστήριόν με ἄγετε.
然而你们在本应当为此奖赏我的时候,却把我拉上了法庭。
οὐκοῦν ἤν τινα καὶ τῶν μεμυημένων ἰδὼν ἐξαγορεύοντα ταῖν θεαῖν τὰ ἀπόρρητα καὶ ἐξορχούμενον ἀγανακτήσω καὶ διελέγξω, ἐμὲ τὸν ἀσεβοῦντα ἡγήσεσθε εἶναι;
那么,如果我看到某个受过秘仪启示的人泄露了两位女神的秘密,或者用舞蹈作乐来亵渎它,而我为此愤慨并予以揭穿,你们就会认为我才是那个不敬神的人吗?
ἀλλʼ οὐ δίκαιον.
但这并不公正。
ἐπεὶ καὶ οἱ ἀθλοθέται μαστιγοῦν εἰώθασιν, ἤν τις ὑποκριτὴς Ἀθηνᾶν ἢ Ποσειδῶνα ἢ τὸν Δία ὑποδεδυκὼς μὴ καλῶς ὑποκρίνηται μηδὲ κατʼ ἀξίαν τῶν θεῶν, καὶ οὐ δή που ὀργίζονται αὐτοῖς ἐκεῖνοι, διότι τὸν περικείμενον αὐτῶν τὰ προσωπεῖα καὶ τὸ σχῆμα ἐνδεδυκότα ἐπέτρεψαν παίειν τοῖς μαστιγοφόροις, ἀλλὰ καὶ ἥδοιντʼ ἄν, οἶμαι, μᾶλλον μαστιγουμένῳ·
因为即使是竞技的主持者们,如果哪个演员扮演了雅典娜、波塞冬或宙斯,却没有演好,不配神明的尊严,他们也通常会对其施以鞭刑;而神明们当然不会对主持者们发怒,因为他们允许执鞭者去殴打那个戴着他们的面具、穿着他们服饰的人,相反,我想神明们看到他被鞭打,反而会更高兴。
οἰκέτην μὲν γάρ τινα ἢ ἄγγελον μὴ δεξιῶς ὑποκρίνασθαι μικρὸν τὸ πταῖσμα, τὸν Δία δὲ ἢ τὸν Ἡρακλέα μὴ κατʼ ἀξίαν ἐπιδείξασθαι τοῖς θεαταῖς, ἀποτρόπαιον ὡς αἰσχρόν.
因为扮演一个仆人或信使不灵巧只是小小的失误,但把宙斯或赫拉克勒斯以不相称的猥琐形象展示给观众,则是令人作呕的耻辱。
§34Παρρησιάδης καὶ γὰρ αὖ καὶ τόδε πάντων ἀτοπώτατόν ἐστιν, ὅτι τοὺς μὲν λόγους ὑμῶν πάνυ ἀκριβοῦσιν οἱ πολλοὶ αὐτῶν, καθάπερ δὲ ἐπὶ τοῦτο μόνον ἀναγιγνώσκοντες αὐτοὺς καὶ μελετῶντες, ὡς τἀναντία ἐπιτηδεύοιεν, οὕτως βιοῦσιν.
帕雷西亚德斯而且,其中最荒唐不过的是,他们中的大多数人把你们的言论钻研得极其精确,但他们的生活却好像纯粹是为了做相反的事才去阅读和研习这些言论。
τὸ μὲν γὰρ βιβλίον χρημάτων φησὶ δεῖν καταφρονεῖν καὶ δόξης καὶ μόνον τὸ καλὸν ἀγαθὸν οἴεσθαι καὶ ἀόργητον εἶναι καὶ τῶν λαμπρῶν τούτων ὑπερορᾶν καὶ ἐξ ἰσοτιμίας αὐτοῖς διαλέγεσθαι, καλά, ὦ θεοί, καὶ σοφὰ καὶ θαυμάσια λέγον ὡς ἀληθῶς.
因为书上说应该鄙视金钱和名誉,认为唯有美德才是善,应当不发怒、蔑视那些显赫之物,并与他们平等对话——天哪,这确实说得非常优美、睿智而令人赞叹。
οἱ δὲ καὶ αὐτὰ ταῦτα ἐπὶ μισθῷ διδάσκουσιν καὶ τοὺς πλουσίους τεθήπασιν καὶ πρὸς τὸ ἀργύριον κεχήνασιν, ὀργιλώτεροι μὲν τῶν κυνιδίων ὄντες, δειλότεροι δὲ τῶν λαγωῶν, κολακικώτεροι δὲ τῶν πιθήκων, ἀσελγέστεροι δὲ τῶν ὄνων, ἁρπακτικώτεροι δὲ τῶν γαλῶν, φιλονεικότεροι δὲ τῶν ἀλεκτρυόνων.
可他们却把这些道理当作换取报酬的工具,对富人谄媚瞩目,对银钱张口垂涎,比小狗更易怒,比野兔更胆怯,比猴子更谄媚,比驴子更放荡,比黄鼠狼更贪婪,比公鸡更斗狠。
τοιγαροῦν γέλωτα ὀφλισκάνουσιν ὠθιζόμενοι ἐπʼ αὐτὰ καὶ περὶ τὰς τῶν πλουσίων πυλῶνας ἀλλήλους παραγκωνιζόμενοι καὶ δεῖπνα πολυάνθρωπα δειπνοῦντες καὶ ἐν αὐτοῖς τούτοις ἐπαινοῦντες φορτικῶς καὶ πέρα τοῦ καλῶς ἔχοντος ἐμφορούμενοι καὶ μεμψίμοιροι φαινόμενοι καὶ ἐπὶ τῆς κύλικος ἀτερπῆ καὶ ἀπῳδὰ φιλοσοφοῦντες καὶ τὸν ἄκρατον οὐ φέροντες· οἱ ἰδιῶται δὲ ὁπόσοι πάρεισιν, γελῶσι δηλαδὴ καὶ καταπτύουσιν φιλοσοφίας, εἰ τοιαῦτα καθάρματα ἐκτρέφει.
因此,他们为了争夺这些而推推搡搡,在富人的门前互相用肘部排挤,参加高朋满座的宴会并胡吃海塞,在席间粗鄙地大肆奉承,吃得超出限度,还显得满腹牢骚,捧着酒杯谈论些令人扫兴且不合时宜的哲学,又喝不了烈酒;结果,在座的普通人自然都哈哈大笑,并对哲学吐唾沫,心想哲学怎么会抚育出这种败类。
§35Παρρησιάδης τὸ δὲ πάντων αἴσχιστον, ὅτι μηδενὸς δεῖσθαι λέγων ἕκαστος αὐτῶν, ἀλλὰ μόνον πλούσιον εἶναι τὸν σοφὸν κεκραγὼς μικρὸν ὕστερον προσελθὼν αἰτεῖ καὶ ἀγανακτεῖ μὴ λαβών, ὅμοιον ὡς εἴ τις ἐν βασιλικῷ σχήματι ὀρθὴν τιάραν ἔχων καὶ διάδημα καὶ τὰ ἄλλα ὅσα βασιλείας γνωρίσματα προσαιτοίη τῶν ὑποδεεστέρων δεόμενος.
帕雷西亚德斯而最可耻的是,他们每个人都口口声声说自己无求于人,大声疾呼只有智者才是富有的,可一转眼就走上前来乞讨,若是拿不到便愤愤不平。 这就像是一个身着国王盛装、戴着直立的提亚拉冠和王冠以及其他所有王权标志的人,却向地位比他低下的人伸手乞讨。
ὅταν μὲν οὖν λαβεῖν αὐτοὺς δέῃ, πολὺς ὁ περὶ τοῦ κοινωνικὸν εἶναι δεῖν λόγος καὶ ὡς ἀδιάφορον ὁ πλοῦτος καί, τί γὰρ τὸ χρυσίον ἢ τἀργύριον, οὐδὲν τῶν ἐν τοῖς αἰγιαλοῖς ψήφων διαφέρον;
因此,当他们需要索取时,便大谈特谈人应该具有社会性、财富是身外之物,并且说: “金子和银子算得了什么,跟海滩上的石子有什么两样?
ὅταν δέ τις ἐπικουρίας δεόμενος ἑταῖρος ἐκ παλαιοῦ καὶ φίλος ἀπὸ πολλῶν ὀλίγα αἰτῇ προσελθών, σιωπὴ καὶ ἀπορία καὶ ἀμαθία καὶ παλινῳδία τῶν δογμάτων πρὸς τὸ ἐναντίον·
” 然而,一旦有相识已久、急需援助的同伴和朋友走上前,从他们的万贯家财中请求一点点施舍时,他们便陷入沉默、困惑、装作不知,并把自己的教条彻底推翻。
οἱ δὲ πολλοὶ περὶ φιλίας ἐκεῖνοι λόγοι καὶ ἡ ἀρετὴ καὶ τὸ καλὸν οὐκ οἶδα ὅποι ποτὲ οἴχεται ταῦτα ἀποπτάμενα πάντα, πτερόεντα ὡς ἀληθῶς ἔπη, μάτην ὁσημέραι πρὸς αὐτῶν ἐν ταῖς διατριβαῖς σκιαμαχούμενα.
而以前那些关于友谊、美德和美好的长篇大论,不知飞到了哪里去,全都成了名副其实的“有翼之言”,成了他们每天在学塾里白白进行的对空搏击。
§36Παρρησιάδης μέχρι γὰρ τούτου φίλος ἕκαστος αὐτῶν, εἰς ὅσον ἂν μὴ ἀργύριον ἢ χρυσίον ᾖ προκείμενον ἐν τῷ μέσῳ·
帕雷西亚德斯因为他们每一个人,只要中间没有摆出银子或金子,就还是朋友。
ἢν δέ τις ὀβολὸν ἐπιδείξῃ μόνον, λέλυται μὲν ἡ εἰρήνη, ἄσπονδα δὲ κἀκήρυκτα πάντα, καὶ τὰ βιβλία ἐξαλήλιπται καὶ ἡ ἀρετὴ πέφευγεν.
但只要有人露出一枚奥博尔,和平便宣告瓦解,一切都变成了不言休战、不遣使者的彻底战争,书本被抹去,美德也逃之夭夭。
οἷόν τι καὶ οἱ κύνες πάσχουσιν ἐπειδάν τις ὀστοῦν εἰς μέσους αὐτοὺς ἐμβάλῃ·
这就像是当有人把一根骨头扔到狗群中间时它们的样子:它们跳起来互相撕咬,并对着抢先夺走骨头的那只狗吠叫。
ἀναπηδήσαντες δάκνουσιν ἀλλήλους καὶ τὸν προαρπάσαντα τὸ ὀστοῦν ὑλακτοῦσιν. λέγεται δὲ καὶ βασιλεύς τις Αἰγύπτιος πιθήκους ποτὲ πυρριχίζειν διδάξαι καὶ τὰ θηρία — μιμηλότατα δέ ἐστι τῶν ἀνθρωπίνων — ἐκμαθεῖν τάχιστα καὶ ὀρχεῖσθαι ἁλουργίδας ἀμπεχόμενα καὶ προσωπεῖα περικείμενα, καὶ μέχρι γε πολλοῦ εὐδοκιμεῖν τὴν θέαν, ἄχρι δὴ θεατής τις ἀστεῖος κάρυα ὑπὸ κόλπου ἔχων ἀφῆκεν εἰς τὸ μέσον·
据说,曾有一位埃及国王教猴子跳武装舞,而这些野兽——最擅长模仿人类的举止——很快就学会了,它们身披紫袍,戴着面具起舞,这出戏在很长一段时间里大受欢迎,直到一个机灵的观众把藏在怀里的坚果扔到了它们中间。
οἱ δὲ πίθηκοι ἰδόντες καὶ ἐκλαθόμενοι τῆς ὀρχήσεως, τοῦθʼ ὅπερ ἦσαν, πίθηκοι ἐγένοντο ἀντὶ πυρριχιστῶν καὶ συνέτριβον τὰ προσωπεῖα καὶ τὴν ἐσθῆτα κατερρήγνυον καὶ ἐμάχοντο περὶ τῆς ὀπώρας πρὸς ἀλλήλους, τὸ δὲ σύνταγμα τῆς πυρρίχης διελέλυτο καὶ κατεγελᾶτο ὑπὸ τοῦ θεάτρου.
猴子们一看见坚果,便忘记了舞蹈,现出了原形,由武装舞者变成了猴子,砸碎面具,扯碎衣服,为了争夺果实而互相撕打,武装舞的整套队形瞬间瓦解,引来了全场观众的哄堂大笑。

词汇与语法注释

  1. 33δέον — 非人称动词 δεῖ 的中性单数宾格分词,用作宾格绝对结构。表示让步或对比,意为“本应当”、“既然理所当然应当”。
  2. 33ἐκεῖνοι — 指示代词 ἐκεῖνοι 在语境中指代演员所扮演的“众神”(雅典娜、波塞冬、宙斯),而与格的 αὐτοῖς 则指代“竞技主持者们”(ἀθλοθέται)。此处对比强调神明不会对主持者动怒,反而会感到高兴。
  3. 34ὡς τἀναντία ἐπιτηδεύοιεν — 连词 ὡς 后面接希求语气(optative)的 ἐπιτηδεύοιεν。尽管主句动词 βιοῦσιν 是现在时,但此处使用希求语气带有讽刺意地表达了他们主观上荒谬的目的(“仿佛是为了做出相反的事”)。
  4. 36ἄσπονδα κἀκήρυκτα — 源自军事与外交术语的习语,意为“不宣而战且不设休战协定”。用来形容一种不容许任何妥协、谈判或休战的、极其残酷且彻底的斗争状态。

引用这一段

琉善, 死者复活或渔夫 §33-36. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg025.humanitext-grc2:33-36

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。