§17Ἀλήθεια
ἄπιτε ὑμεῖς· ἐγὼ γὰρ οὐδὲν δέομαι ἀκούειν ἃ πάλαι οἶδα ὁποῖά ἐστιν.
真理你们走吧;因为我根本不需要听他们是什么样的人,我早就知道了。
Φιλοσοφία
ἀλλʼ ἡμῖν, ὦ Ἀλήθεια, ἐν δέοντι συνδικάζοις ἂν καὶ καταμηνύοις ἕκαστα.
哲学但是,真理啊,在需要的时候,你若能与我们一同审判并把一切查个明白,那就太好了。
Ἀλήθεια
οὐκοῦν ἐπάγωμαι καὶ τὼ θεραπαινιδίω τούτω εὐνοϊκοτάτω μοι ὄντε;
真理那么,我可以把这两个对我极为忠诚的侍女也带上吗?
Φιλοσοφία
καὶ μάλα ὁπόσας ἂν ἐθέλῃς.
哲学当然可以,你想带多少就带多少。
Ἀλήθεια
ἕπεσθον, ὦ Ἐλευθερία καὶ Παρρησία, μεθʼ ἡμῶν, ὡς τὸν δείλαιον τουτονὶ ἀνθρωπίσκον ἐραστὴν ἡμέτερον ὄντα καὶ κινδυνεύοντα ἐπὶ μηδεμιᾷ προφάσει δικαίᾳ σῶσαι δυνηθῶμεν.
真理自由、率直,你们跟着我们来吧,好让我们能够拯救这个可怜的小人——他是我们的爱慕者,并且在没有任何正当理由的情况下身陷险境。
σὺ δέ, ὦ Ἔλεγχε, αὐτοῦ περίμεινον.
至于你,吟味,就在这里等着。
Παρρησιάδης
μηδαμῶς, ὦ δέσποινα, ἡκέτω δὲ καὶ οὗτος, εἰ καί τις ἄλλος·
帕雷西亚德斯千万别这样,女主人,让他也来吧,比谁都该来。
οὐ γὰρ τοῖς τυχοῦσι θηρίοις προσπολεμῆσαι δεήσει με, ἀλλʼ ἀλαζόσιν ἀνθρώποις καὶ δυσελέγκτοις, ἀεί τινας ἀποφυγὰς εὑρισκομένοις, ὥστε ἀναγκαῖος ὁ Ἔλεγχος.
因为我需要对抗的不是普通的野兽,而是那些爱吹嘘且难以驳倒的人,他们总能找到逃避的借口,所以“吟味”是必不可少的。
Ἔλεγχος
ἀναγκαιότατος μὲν οὖν·
吟味确实是必不可少的。
ἄμεινον δέ, εἰ καὶ τὴν Ἀπόδειξιν παραλάβοις.
不过,如果你把“证明”也带上,那就更好了。
Ἀλήθεια
ἕπεσθε πάντες, ἐπείπερ ἀναγκαῖοι δοκεῖτε πρὸς τὴν δίκην.
真理你们大家都跟着来吧,既然你们看起来对审判都是必不可少的。
§18Πλάτων
ὁρᾷς;
柏拉图你看见了吗?
προσεταιρίζεται καθʼ ἡμῶν, ὦ Φιλοσοφία, τὴν Ἀλήθειαν.
哲学啊,他正把“真理”拉拢过去,与我们对抗。
Φιλοσοφία
εἶτα δέδιτε, ὦ Πλάτων καὶ Χρύσιππε καὶ Ἀριστότελες, μή τι ψεύσηται ὑπὲρ αὐτοῦ Ἀλήθεια οὖσα;
哲学那么,柏拉图、克律西波斯、亚里士多德,你们是害怕“真理”作为真理,会为他撒谎吗?
Πλάτων
οὐ τοῦτο, ἀλλὰ δεινῶς πανοῦργός ἐστιν καὶ κολακικός· ὥστε παραπείσει αὐτήν.
柏拉图不是这个,而是他极其狡猾、善于逢迎,所以他会说服她的。
Φιλοσοφία
θαρρεῖτε·
哲学放心吧。
οὐδὲν μὴ γένηται ἄδικον, Δικαιοσύνης ταύτης συμπαρούσης.
有这位“正义”在场,绝不会发生任何不公的事。
§19Φιλοσοφία
ἀνίωμεν οὖν.
哲学那么我们上去吧。
ἀλλὰ εἰπέ μοι σύ, τί σοι τοὔνομα;
不过你告诉我,你叫什么名字?
Παρρησιάδης
ἐμοί;
帕雷西亚德斯我吗?
Παρρησιάδης Ἀληθίωνος τοῦ Ἐλεγξικλέους.
我是帕雷西亚德斯,是埃伦克西克勒斯的孙子、阿莱提翁的儿子。
Φιλοσοφία
πατρὶς δέ;
哲学那祖国是哪里?
Παρρησιάδης
Σύρος, ὦ Φιλοσοφία, τῶν Ἐπευφρατιδίων.
帕雷西亚德斯是叙利亚,哲学啊,幼发拉底河畔的那一带。
ἀλλὰ τί τοῦτο;
但这又有什么关系呢?
καὶ γὰρ τούτων τινὰς οἶδα τῶν ἀντιδίκων μου οὐχ ἧττον ἐμοῦ βαρβάρους τὸ γένος·
因为我知道我的对手中也有一些人在出身血统上不比我少一些蛮族色彩。
ὁ τρόπος δὲ καὶ ἡ παιδεία οὐ κατὰ Σολέας ἢ Κυπρίους ἢ Βαβυλωνίους ἢ Σταγειρίτας.
但是,人的品格和教养,并不取决于他是索里人、塞浦路斯人、巴比伦人还是斯塔基拉人。
καίτοι πρός γε σὲ οὐδὲν ἂν ἔλαττον γένοιτο οὐδʼ εἰ τὴν φωνὴν βάρβαρος εἴη τις, εἴπερ ἡ γνώμη ὀρθὴ καὶ δικαία φαίνοιτο οὖσα.
况且对您来说,即使某人的口音像蛮族,只要他的思想显得正确和公正,也绝不应该有任何贬损。
§20Φιλοσοφία
εὖ λέγεις· ἄλλως γοῦν ἠρόμην.
哲学你说得对;我只是随便问问。
ἡ τέχνη δέ σοι τίς;
那么你的职业是什么?
ἄξιον γὰρ ἐπίστασθαι τοῦτό γε.
这至少是值得了解的。
Παρρησιάδης
μισαλαζών εἰμι καὶ μισογόης καὶ μισοψευδὴς καὶ μισότυφος καὶ μισῶ πᾶν τὸ τοιουτῶδες εἶδος τῶν μιαρῶν ἀνθρώπων·
帕雷西亚德斯我是伪善者嫌恶者、骗子嫌恶者、谎言嫌恶者、傲慢嫌恶者,我憎恨所有这类卑鄙小人。
πάνυ δὲ πολλοί εἰσιν, ὡς οἶσθα.
正如您所知,这样的人非常多。
Φιλοσοφία
Ἡράκλεις, πολυμισῆ τινα μέτει τὴν τέχνην.
哲学凭赫拉克勒斯发誓,你从事的是一门招致极多憎恨的职业啊。
Παρρησιάδης
εὖ λέγεις· ὁρᾷς γοῦν ὁπόσοις ἀπεχθάνομαι καὶ ὡς κινδυνεύω διʼ αὐτήν.
帕雷西亚德斯你说得对;总之您看到了我招致了多少人的怨恨,并且因为这门职业而面临着怎样的危险。
οὐ μὴν ἀλλὰ καὶ τὴν ἐναντίαν αὐτῇ πάνυ ἀκριβῶς οἶδα, λέγω δὲ τὴν ἀπὸ τοῦ φιλο τὴν ἀρχὴν ἔχουσαν· φιλαλήθης τε γὰρ καὶ φιλόκαλος καὶ φιλαπλοϊκὸς καὶ ὅσα τῷ φιλεῖσθαι συγγενῆ.
然而,我也非常精确地了解与此相反的职业,也就是以“爱”开头的职业:因为我是真理的爱慕者、美德的爱慕者、朴实的爱慕者,以及所有与“爱”相通之物的爱慕者。
πλὴν ἀλλʼ ὀλίγοι πάνυ ταύτης ἄξιοι τῆς τέχνης, οἱ δὲ ὑπὸ τῇ ἐναντίᾳ ταττόμενοι καὶ τῷ μίσει οἰκειότεροι πεντακισμύριοι.
然而,极少有人配得上这门职业,而归属于相反阵营、更倾向于憎恨的人却有五万之多。
κινδυνεύω τοιγαροῦν τὴν μὲν ὑπʼ ἀργίας ἀπομαθεῖν ἤδη, τὴν δὲ πάνυ ἠκριβωκέναι.
因此,我面临着这样的危险:由于长期不用,我已经快要忘却了前者,而对后者却已驾轻就熟。
Φιλοσοφία
καὶ μὴν οὐκ ἐχρῆν·
哲学然而不应该这样。
τοῦ γὰρ αὐτοῦ καὶ τάδε, φασί, καὶ τάδε· ὥστε μὴ διαίρει τὼ τέχνα· μία γὰρ ἐστὸν δύʼ εἶναι δοκούσα.
因为人们说,“这也属于同一个人,那也属于同一个人”;因此不要把这两门职业分开,它们看似是两门,实则是一门。
Παρρησιάδης
ἄμεινον σὺ ταῦτα οἶσθα, ὦ Φιλοσοφία.
帕雷西亚德斯哲学啊,您更懂得这些。
τὸ μέντοι ἐμὸν τοιοῦτόν ἐστιν, οἷον τοὺς μὲν πονηροὺς μισεῖν, ἐπαινεῖν δὲ τοὺς χρηστοὺς καὶ φιλεῖν.
不过我的原则就是这样:憎恨恶人,赞美并爱护善人。
§21Φιλοσοφία
ἄγε δή, πάρεσμεν γὰρ ἔνθα ἐχρῆν, ἐνταῦθά που ἐν τῷ προνάῳ τῆς Πολιάδος δικάσωμεν.
哲学来吧,我们已经到了该去的地方,就在雅典娜·波利亚斯前殿的某个地方进行审判吧。
ἡ Ἱέρεια διάθες ἡμῖν τὰ βάθρα, ἡμεῖς δὲ ἐν τοσούτῳ προσκυνήσωμεν τὴν θεόν.
女祭司,请为我们摆好长椅,在此期间我们先敬拜女神。
Παρρησιάδης
ὦ Πολιάς, ἐλθέ μοι κατὰ τῶν ἀλαζόνων σύμμαχος ἀναμνησθεῖσα ὁπόσα ἐπιορκούντων ὁσημέραι ἀκούεις αὐτῶν·
帕雷西亚德斯雅典娜·波利亚斯啊,请来做我的盟友,对抗那些爱吹嘘的人吧,请记住你每天听到他们发了多少假誓。
καὶ ἃ πράττουσι δὲ μόνη ὁρᾷς ἅτε δὴ ἐπὶ σκοπῆς οἰκοῦσα.
而他们所做的事,也只有你这位居住在瞭望处的女神才能看见。
νῦν καιρὸς ἀμύνασθαι αὐτούς.
现在是惩罚他们的时候了。
ἐμὲ δὲ ἤν που κρατούμενον ἴδῃς καὶ πλείους ὦσιν αἱ μέλαιναι, σὺ προσθεῖσα τὴν σεαυτῆς σῶζέ με.
如果看到我败下阵来,黑色的票数占了多数,请你加上你自己的那一票来拯救我。