← ルキアノス

蘇ってきた哲学者

§17-21

真理の同行とパルレーシアデースの素性

哲学、真理、そして自由や率直、吟味などの擬人化された概念が同行し、一同は裁判のためにアクロポリスのアテナ・ポリアス神殿へと向かう。道中、パルレーシアデースはその出自と、偽善を憎み真理を愛する自身の「専門」について語る。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§17

Ἀλήθεια ἄπιτε ὑμεῖς· ἐγὼ γὰρ οὐδὲν δέομαι ἀκούειν ἃ πάλαι οἶδα ὁποῖά ἐστιν.1 Φιλοσοφία ἀλλʼ ἡμῖν, ὦ Ἀλήθεια, ἐν δέοντι συνδικάζοις ἂν καὶ καταμηνύοις ἕκαστα. Ἀλήθεια οὐκοῦν ἐπάγωμαι2 καὶ τὼ θεραπαινιδίω τούτω εὐνοϊκοτάτω μοι ὄντε; Φιλοσοφία καὶ μάλα ὁπόσας ἂν ἐθέλῃς. Ἀλήθεια ἕπεσθον, ὦ Ἐλευθερία καὶ Παρρησία, μεθʼ ἡμῶν, ὡς τὸν δείλαιον τουτονὶ ἀνθρωπίσκον ἐραστὴν ἡμέτερον ὄντα καὶ κινδυνεύοντα ἐπὶ μηδεμιᾷ προφάσει δικαίᾳ σῶσαι δυνηθῶμεν. σὺ δέ, ὦ Ἔλεγχε, αὐτοῦ περίμεινον. Παρρησιάδης μηδαμῶς, ὦ δέσποινα, ἡκέτω δὲ καὶ οὗτος, εἰ καί τις ἄλλος· οὐ γὰρ τοῖς τυχοῦσι θηρίοις προσπολεμῆσαι δεήσει με, ἀλλʼ ἀλαζόσιν ἀνθρώποις καὶ δυσελέγκτοις, ἀεί τινας ἀποφυγὰς εὑρισκομένοις, ὥστε ἀναγκαῖος ὁ Ἔλεγχος. Ἔλεγχος ἀναγκαιότατος μὲν οὖν· ἄμεινον δέ, εἰ καὶ τὴν Ἀπόδειξιν παραλάβοις. Ἀλήθεια ἕπεσθε πάντες, ἐπείπερ ἀναγκαῖοι δοκεῖτε πρὸς τὴν δίκην.

真理 あなたがたは行きなさい。それらがどのようなものであるか、私はとうの昔から知っているので、聞く必要は全くありませんから。 哲学 しかし、真理よ、必要な時にこそ、あなたが私たちとともに裁判に加わり、事細かに明らかにしてくれるとありがたいのです。 真理 それでは、私にとって極めて好意的な、これら二人の侍女も連れて行きましょうか。 哲学 ええ、あなたが望むだけ、何人でも連れていきなさい。 真理 自由よ、そして率直よ、私たちについて来なさい。私たちの愛好者であり、何の正当な口実もなしに危機に瀕している、この哀れな小男を救うことができるように。あなたは、吟味よ、ここで待っていなさい。 パルレーシアデース とんでもありません、女主人よ、彼も来させてください、他の誰をおいても。私が戦わなければならないのは、そこらの並の野獣ではなく、嘘偽りの多い、反論の難しい、常に逃げ道を言い出す人間たちなのですから。それゆえ「吟味」は不可欠です。 吟味 実に不可欠だ。だが、「証明」をも連れていくなら、なお良いだろう。 真理 あなたがた全員ついて来なさい、裁判に不可欠であると思われる以上は。

§18

Πλάτων ὁρᾷς; προσεταιρίζεται καθʼ ἡμῶν, ὦ Φιλοσοφία, τὴν Ἀλήθειαν. Φιλοσοφία εἶτα δέδιτε, ὦ Πλάτων καὶ Χρύσιππε καὶ Ἀριστότελες, μή τι ψεύσηται ὑπὲρ αὐτοῦ Ἀλήθεια οὖσα; Πλάτων οὐ τοῦτο, ἀλλὰ δεινῶς πανοῦργός ἐστιν καὶ κολακικός· ὥστε παραπείσει αὐτήν. Φιλοσοφία θαρρεῖτε· οὐδὲν μὴ γένηται3 ἄδικον, Δικαιοσύνης ταύτης συμπαρούσης.

プラトン 見えるか。哲学よ、あの男は「真理」を私たちに対抗して自分の味方に引き入れようとしている。 哲学 それで、プラトン、クリュシッポス、アリストテレスよ、あなたがたは「真理」が真理でありながら、あの男のために何か嘘を言うのではないかと恐れているのですか。 プラトン そうではありません。あの男は恐ろしく悪知恵が働き、お世辞が上手いのです。ですから、彼女を説き伏せてしまうでしょう。 哲学 心配いりません。この「正義」がともにいるのですから、不正なことは何一つ起こるはずがありません。

§19

Φιλοσοφία ἀνίωμεν οὖν. ἀλλὰ εἰπέ μοι σύ, τί σοι τοὔνομα; Παρρησιάδης ἐμοί; Παρρησιάδης Ἀληθίωνος τοῦ Ἐλεγξικλέους. Φιλοσοφία πατρὶς δέ; Παρρησιάδης Σύρος, ὦ Φιλοσοφία, τῶν Ἐπευφρατιδίων. ἀλλὰ τί τοῦτο; καὶ γὰρ τούτων τινὰς οἶδα τῶν ἀντιδίκων μου οὐχ ἧττον ἐμοῦ βαρβάρους τὸ γένος· ὁ τρόπος δὲ καὶ ἡ παιδεία οὐ κατὰ Σολέας ἢ Κυπρίους ἢ Βαβυλωνίους ἢ Σταγειρίτας. καίτοι πρός γε σὲ οὐδὲν ἂν ἔλαττον γένοιτο οὐδʼ εἰ τὴν φωνὴν βάρβαρος εἴη τις, εἴπερ ἡ γνώμη ὀρθὴ καὶ δικαία φαίνοιτο οὖσα.

哲学 では、上りましょう。ところで、あなた、あなたの名前は何というのですか。 パルレーシアデース 私ですか。エレンクシクレースの息子アレティオーンの子、パルレーシアデースです。 哲学 祖国は。 パルレーシアデース ユーフラテス河畔のシリアです、哲学よ。しかし、それが何だというのですか。私の対訴人たちの中にも、私に劣らず生まれはバルバロイである者たちがいるのを、私は知っています。しかし、その品性や教養は、ソロイやキュプロス、バビロンやスタゲイラの住人たちに劣るものではありません。それに、あなたに対しては、たとえ言葉がバルバロスであろうとも、その考えが正しく公正であると見えるなら、何の不都合もないはずです。

§20

Φιλοσοφία εὖ λέγεις· ἄλλως γοῦν ἠρόμην. ἡ τέχνη δέ σοι τίς; ἄξιον γὰρ ἐπίστασθαι τοῦτό γε. Παρρησιάδης μισαλαζών εἰμι καὶ μισογόης καὶ μισοψευδὴς καὶ μισότυφος καὶ μισῶ πᾶν τὸ τοιουτῶδες εἶδος τῶν μιαρῶν ἀνθρώπων· πάνυ δὲ πολλοί εἰσιν, ὡς οἶσθα. Φιλοσοφία Ἡράκλεις, πολυμισῆ τινα μέτει τὴν τέχνην. Παρρησιάδης εὖ λέγεις· ὁρᾷς γοῦν ὁπόσοις ἀπεχθάνομαι καὶ ὡς κινδυνεύω διʼ αὐτήν. οὐ μὴν ἀλλὰ καὶ τὴν ἐναντίαν αὐτῇ πάνυ ἀκριβῶς οἶδα, λέγω δὲ τὴν ἀπὸ τοῦ φιλο τὴν ἀρχὴν ἔχουσαν· φιλαλήθης τε γὰρ καὶ φιλόκαλος καὶ φιλαπλοϊκὸς καὶ ὅσα τῷ φιλεῖσθαι συγγενῆ. πλὴν ἀλλʼ ὀλίγοι πάνυ ταύτης ἄξιοι τῆς τέχνης, οἱ δὲ ὑπὸ τῇ ἐναντίᾳ ταττόμενοι καὶ τῷ μίσει οἰκειότεροι πεντακισμύριοι. κινδυνεύω τοιγαροῦν τὴν μὲν ὑπʼ ἀργίας ἀπομαθεῖν ἤδη, τὴν δὲ πάνυ ἠκριβωκέναι. Φιλοσοφία καὶ μὴν οὐκ ἐχρῆν· τοῦ γὰρ αὐτοῦ καὶ τάδε,4 φασί, καὶ τάδε· ὥστε μὴ διαίρει τὼ τέχνα· μία γὰρ ἐστὸν δύʼ εἶναι δοκούσα. Παρρησιάδης ἄμεινον σὺ ταῦτα οἶσθα, ὦ Φιλοσοφία. τὸ μέντοι ἐμὸν τοιοῦτόν ἐστιν, οἷον τοὺς μὲν πονηροὺς μισεῖν, ἐπαινεῖν δὲ τοὺς χρηστοὺς καὶ φιλεῖν.

哲学 その通りです。大した理由もなく尋ねただけです。ところで、あなたの専門は何ですか。これだけは知っておく価値がありますから。 パルレーシアデース 私は、偽善者嫌い、ペテン師嫌い、嘘つき嫌い、傲慢嫌いであり、こうした忌まわしい人間たちの類をすべて憎む者です。あなたがご存じの通り、彼らは極めて大勢います。 哲学 ヘラクレスよ、あなたは実に多くのものを憎む専門を追求しているのですね。 パルレーシアデース その通りです。お分かりでしょう、私がどれほど多くの人々に嫌われ、それゆえにどれほど危機に直面しているかが。 しかし、私はそれとは正反対の専門についても極めて正確に知っています。つまり、「愛」から始まる専門のことです。私は、真理を愛する者であり、美を愛する者であり、純朴を愛する者であり、愛されることと親和性のあるあらゆるものの愛好者です。しかし、この専門に値する人々は極めて少なく、これとは正反対の、憎むことの方により親しい陣営に属する人々は五万人もいます。それゆえ、私は一方の専門については実践不足からすでに忘れてしまいそうになっており、他方の専門については極めて習熟してしまっているという危険にあります。 哲学 いや、そうであってはなりません。「これもあれも、同一の人の性質だ」と言われますから。ですから、二つの専門を切り離してはなりません。二つに見えても、それらは一つなのですから。 パルレーシアデース あなたの方がそのことをよくご存じです、哲学よ。しかし、私のやり方は、悪人を憎み、善人を称賛して愛するというようなものなのです。

§21

Φιλοσοφία ἄγε δή, πάρεσμεν γὰρ ἔνθα ἐχρῆν, ἐνταῦθά που ἐν τῷ προνάῳ τῆς Πολιάδος δικάσωμεν. ἡ Ἱέρεια διάθες ἡμῖν τὰ βάθρα, ἡμεῖς δὲ ἐν τοσούτῳ προσκυνήσωμεν τὴν θεόν. Παρρησιάδης ὦ Πολιάς, ἐλθέ μοι κατὰ τῶν ἀλαζόνων σύμμαχος ἀναμνησθεῖσα ὁπόσα ἐπιορκούντων ὁσημέραι ἀκούεις αὐτῶν· καὶ ἃ πράττουσι δὲ μόνη ὁρᾷς ἅτε δὴ ἐπὶ σκοπῆς οἰκοῦσα. νῦν καιρὸς ἀμύνασθαι αὐτούς. ἐμὲ δὲ ἤν που κρατούμενον ἴδῃς καὶ πλείους ὦσιν αἱ μέλαιναι,5 σὺ προσθεῖσα τὴν σεαυτῆς σῶζέ με.

哲学 さあ、行くべき場所に到着しました。アテナ・ポリアスの前庭のどこかで裁判を行いましょう。女祭司よ、私たちのために腰掛けを並べてください。その間に私たちは女神に礼拝しましょう。 パルレーシアデース アテナ・ポリアスよ、偽善者たちに対抗するために、私の味方として来てください。彼らが日々どれほど偽誓しているか、あなたが聞いておられるのを思い出し、また彼らの悪行を、見晴らしの良い場所に住まうあなただけが見ておられるのですから。今こそ彼らに報復する時です。もし私が負けそうになり、黒い石の方が多くなったなら、あなた自身の票を付け加えて、私を救ってください。

構文注5 件
  1. 17ἃ πάλαι οἶδα ὁποῖά ἐστιν

    先取り(prolepsis)の構文。間接疑問節 ὁποῖά ἐστιν の主語となるべき語が、主節の動詞 οἶδα の直接目的語 ἃ として前置されている。

  2. 17οὐκοῦν ἐπάγωμαι

    接続法現在第1人称単数形 ἐπάγωμαι は熟議の接続法(deliberative subjunctive)であり、「〜連れて行きましょうか」という自問や提案を表す。

  3. 18οὐδὲν μὴ γένηται

    強い否定の確信・予言を表す οὐ μή + 接続法(aorist subjunctive γένηται)の構文。「決して〜は起こらない」を意味する。

  4. 20τοῦ γὰρ αὐτοῦ... καὶ τάδε... καὶ τάδε

    所有の属格 τοῦ αὐτοῦ が非人称的に用いられており、「(性質や能力が)同一の人のものである」を意味する。καὶ τάδε... καὶ τάδε(これらも、あれらも)がその主語。

  5. 21πλείους ὦσιν αἱ μέλαιναι

    古代アテナイの法廷における投票制度を指す。有罪を意味する「黒い投票石(黒い貝殻)」の数が、無罪を意味する白い石よりも多くなった場合を想定している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(4 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 注 1 件
  • 2026-11-15 AI校閲 — 訳文 2 件
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0062.tlg025.humanitext-grc2:17-21