Humanitext Reader

琉善 · 哲学学派的拍卖 §1-5

拍卖开始与毕达哥拉斯派的出售

第 1 段,共 7 段 · 希腊语

内容简介

宙斯和赫尔墨斯开始拍卖各种哲学的“生活”,第一个竞拍者毕达哥拉斯与买主对话,讨论了灵魂的净化、数的和谐以及灵魂转世。

§1Ζεύς σὺ μὲν διατίθει τὰ βάθρα καὶ παρασκεύαζε τὸν τόπον τοῖς ἀφικνουμένοις, σὺ δὲ στῆσον ἑξῆς παραγαγὼν τοὺς βίους, ἀλλὰ κοσμήσας πρότερον, ὡς εὐπρόσωποι φανοῦνται καὶ ὅτι πλείστους ἐπάξονται·
宙斯:你,布置好长椅并为到场的人准备好地方。 你,把那些生活依次带上来排好,但要先给他们打扮一下,好让他们显得体面、吸引尽可能多的人。
σὺ δέ, ὦ Ἑρμῆ, κήρυττε καὶ συγκάλει.
你,赫尔墨斯,去宣告并召集大家。
Ἑρμῆς ἀγαθῇ τύχῃ τοὺς ὠνητὰς ἤδη παρεῖναι πρὸς τὸ πωλητήριον.
赫尔墨斯:祝好运,买主们请立刻到拍卖场来。
ἀποκηρύξομεν δὲ βίους φιλοσόφους παντὸς εἴδους καὶ προαιρέσεων ποικίλων.
我们将拍卖各种类型和不同派别的哲学生活。
εἰ δέ τις τὸ παραυτίκα μὴ ἔχει τἀργύριον καταβαλέσθαι, εἰς νέωτα ἐκτίσει καταστήσας ἐγγυητήν.
如果有人一时拿不出来金钱支付,他可以找一个担保人,等到明年再付清。
Ζεύς πολλοὶ συνίασιν· ὥστε χρὴ μὴ διατρίβειν μηδὲ κατέχειν αὐτούς.
宙斯:来的人很多,所以我们不该耽搁,也不该让他们久等。
πωλῶμεν οὖν.
那我们就开始卖吧。
§2Ἑρμῆς τίνα πρῶτον ἐθέλεις παραγάγωμεν;
赫尔墨斯:您想让我们先把谁带上来?
Ζεύς τουτονὶ τὸν κομήτην, τὸν Ἰωνικόν, ἐπεὶ καὶ σεμνός τις εἶναι φαίνεται.
宙斯:这个留着长发的爱奥尼亚人,因为他看起来也很庄重。
Ἑρμῆς οὗτος ὁ Πυθαγορικὸς κατάβηθι καὶ πάρεχε σεαυτὸν ἀναθεωρεῖσθαι τοῖς συνειλεγμένοις.
赫尔墨斯:你,那个毕达哥拉斯派的,下来,让聚集起来的人们好好端详你。
Ζεύς κήρυττε δή.
宙斯:开始宣告吧。
Ἑρμῆς τὸν ἄριστον βίον πωλῶ, τὸν σεμνότατον.
赫尔墨斯:我拍卖最优秀的、最庄重的生活。
τίς ὠνήσεται;
谁要买?
τίς ὑπὲρ ἄνθρωπον εἶναι βούλεται;
谁想超越凡人?
τίς εἰδέναι τὴν τοῦ παντὸς ἁρμονίαν καὶ ἀναβιῶναι πάλιν;
谁想了解宇宙的和谐并再次复活?
Ἀγοράστης τὸ μὲν εἶδος οὐκ ἀγεννής.
买主:外表看起来倒是不俗。
τί δὲ μάλιστα οἶδεν;
他最懂得什么?
Ἑρμῆς ἀριθμητικήν, ἀστρονομίαν, τερατείαν, γεωμετρίαν, μουσικήν, γοητείαν.
赫尔墨斯:算术、天文学、奇迹、几何学、音乐、法术。
μάντιν ἄκρον βλέπεις.
你眼前的是一位极高明的预言者。
Ἀγοράστης ἔξεστιν αὐτὸν ἀνακρίνειν;
买主:可以审问他吗?
Ἑρμῆς ἀνάκρινε ἀγαθῇ τύχῃ.
赫尔墨斯:祝好运,审问吧。
§3Ἀγοράστης ποδαπὸς εἶ σύ;
买主:你是哪里人?
Πυθαγόρας Σάμιος.
毕达哥拉斯:萨摩斯人。
Ἀγοράστης ποῦ δὲ ἐπαιδεύθης;
买主:你在哪里受的教育?
Πυθαγόρας ἐν Αἰγύπτῳ παρὰ τοῖς ἐκεῖ σοφοῖσι.
毕达哥拉斯:在埃及,跟着那里的智者。
Ἀγοράστης φέρε δέ, ἢν πρίωμαί σε, τί με διδάξει;
买主:那么,如果我买下你,你会教我什么?
Πυθαγόρας διδάξομαι μὲν οὐδέν, ἀναμνήσω δέ.
毕达哥拉斯:我什么都不教你,但我会让你回忆起来。
Ἀγοράστης πῶς ἀναμνήσεις;
买主:你怎么让我回忆?
Πυθαγόρας καθαρὴν πρότερον τὴν ψυχὴν ἐργασάμενος καὶ τὸν ἐπʼ αὐτῇ ῥύπον ἐκκλύσας.
毕达哥拉斯:先让你的灵魂保持清洁,洗去上面的污垢。
Ἀγοράστης καὶ δὴ νόμισον ἤδη ἐκκεκαθάρθαι με, τις ὁ τρόπος τῆς ἀναμνήσεως;
买主:那就当我已经清洁过了,回忆的方法是什么?
Πυθαγόρας τὸ μὲν πρῶτον ἡσυχίη μακρὴ καὶ ἀφωνίη καὶ πέντε ὅλων ἐτέων λαλέειν μηδέν.
毕达哥拉斯:首先是长期的静默和不语,整整五年一句话也不说。
Ἀγοράστης ὥρα σοι, ὦ βέλτιστε, τὸν Κροίσου παῖδα παιδεύειν·
买主:我的好人啊,你还是去教克罗伊斯的儿子吧。
ἐγὼ γὰρ λάλος, οὐκ ἀνδριὰς εἶναι βούλομαι.
因为我爱说话,不想当一尊雕像。
τί δὲ μετὰ τὴν σιωπὴν ὅμως καὶ τὴν πενταετίαν;
不过,在静默和五年过去之后,又该如何呢?
Πυθαγόρας Μουσουργίῃ καὶ γεωμετρίῃ ἐνασκήσεαι.
毕达哥拉斯:你将练习音乐和几何学。
Ἀγοράστης χάριεν λέγεις, εἰ πρῶτόν με κιθαρῳδὸν γενόμενον κᾆτα εἶναι σοφὸν χρή.
买主:真是有趣,如果我要先成为一个弹琴歌手,然后才能变得有智慧。
§4Πυθαγόρας εἶτʼ ἐπὶ τουτέοισιν ἀριθμέειν.
毕达哥拉斯:然后,在这些之后,就是计数。
Ἀγοράστης οἶδα καὶ νῦν ἀριθμεῖν.
买主:我现在就知道怎么计数。
Πυθαγόρας πῶς ἀριθμέεις;
毕达哥拉斯:你怎么数?
Ἀγοράστης ἕν, δύο, τρία, τέτταρα.
买主:一、二、三、四。
Πυθαγόρας ὁρᾷς;
毕达哥拉斯:你看。
ἃ σὺ δοκέεις τέσσαρα, ταῦτα δέκα ἐστὶ καὶ τρίγωνον ἐντελὲς καὶ ἡμέτερον ὅρκιον.
你以为的“四”,其实是“十”,是一个完美的三角形,也是我们的誓言。
Ἀγοράστης οὐ μὰ τὸν μέγιστον τοίνυν ὅρκον τὰ τέτταρα, οὔποτε θειοτέρους λόγους ἤκουσα οὐδὲ μᾶλλον ἱερούς.
买主:那么凭着最伟大的誓言“四”,我从未听过比这更神圣、更神妙的话了。
Πυθαγόρας μετὰ δέ, ὦ ξεῖνε, εἴσεαι γῆς τε πέρι καὶ ἠέρος καὶ ὕδατος καὶ πυρὸς ἥτις αὐτέοισιν ἡ φορὴ καὶ ὁκοῖα ἐόντα μορφὴν ὅκως κινέονται.
毕达哥拉斯:此后,外乡人,你将了解关于地、气、水、火的事情,它们的运行是什么,它们呈现出什么样的形状,以及如何运动。
Ἀγοράστης μορφὴν γὰρ ἔχει τὸ πῦρ ἢ ἀὴρ ἢ ὕδωρ;
买主:什么,火、空气或水难道有形状吗?
Πυθαγόρας καὶ μάλα ἐμφανέα·
毕达哥拉斯:当然有,而且非常明显。
οὐ γὰρ οἷά τε ἀμορφίῃ καὶ ἀσχημοσύνῃ κινέεσθαι.
因为它们不可能以无形和不规整的状态运动。
καὶ ἐπὶ τουτέοισι δὲ γνώσεαι τὸν θεὸν ἀριθμὸν ἐόντα καὶ νόον καὶ ἁρμονίην.
除了这些,你还将知道神就是数、理智和和谐。
Ἀγοράστης θαυμάσια λέγεις.
买主:你说的真是令人惊奇。
§5Πυθαγόρας πρὸς δὲ τοῖσδεσι τοῖσιν εἰρημένοισι καὶ σεωυτὸν ἕνα δοκέοντα ἄλλον ὁρεόμενον καὶ ἄλλον ἐόντα εἴσεαι.
毕达哥拉斯:除了以上所说的事情,你还将知道,你这看起来只有一个人的人,却被看作另一个人,并且实际上是另一个人。
Ἀγοράστης τί φής;
买主:你说什么?
ἄλλος εἰμὶ καὶ οὐχ οὗτος ὅσπερ νῦν πρὸς σὲ διαλέγομαι;
我是另一个人,而不是现在正在和你说话的这个人?
Πυθαγόρας νῦν μὲν οὗτος, πάλαι δὲ ἐν ἄλλῳ σώματι καὶ ἐν ἄλλῳ οὐνόματι ἐφαντάζεο· χρόνῳ δὲ αὖτις ἐς ἄλλον μεταβήσεαι.
毕达哥拉斯:现在是这个人,但以前你曾显现在另一个身体里,用另一个名字;随着时间的流逝,你又会转入另一个。
Ἀγοράστης τοῦτο φής, ἀθάνατον ἔσεσθαί με ἀλλαττόμενον ἐς μορφὰς πλείονας;
买主:你是说,我将是不朽的,会变换成许多种形状?

词汇与语法注释

  1. §1παρεῖναι — 不定式独立使用,表示命令或祝愿,常与 `ἀγαθῇ τύχῃ` 连用,用于召集买主。
  2. §2παραγάγωμεν — 在动词 `ἐθέλεις` 之后使用的从属熟议虚拟语气,省略了连接词(如 `ἵνα`),意为“你想要我们把谁带上来?”。
  3. §4ἃ σὺ δοκέεις τέσσαρα — 关系从句的内部构造。`τέσσαρα` 作为主格补足语,受到关系代词主格 `ἃ` 的格吸引,或者在省略了 `εἶναι` 的情况下作为补语与关系代词保持一致。
  4. §5σεωυτὸν ἕνα δοκέοντα — 动词 `εἴσεαι`(动词 `οἶδα` 的将来时第二人称单数爱奥尼亚方言形式)带分词充当间接引语。这里三个分词(`δοκέοντα`, `ὁρεόμενον`, `ἐόντα`)与反身代词主语 `σεωυτόν` 保持宾格一致。

引用这一段

琉善, 哲学学派的拍卖 §1-5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg024.humanitext-grc2:1-5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。