Humanitext Reader

琉善 · 哲学学派的拍卖 §23-25

克律西波斯的悖论诡辩与高价落槌

第 6 段,共 7 段 · 希腊语

内容简介

克律西波斯展示了“蒙面父亲”和“石头”等诡辩悖论,并为放债与收取学费进行辩护,使买主深感困惑。最终,买主与众人以十二米纳的高价将他买下。

§23Χρύσιππος ἀλλὰ μὴν αὐτὸς οὗτος ἦν ὁ πατὴρ ὁ σός· ὥστε εἰ τοῦτον ἀγνοεῖς, δῆλος εἶ τὸν πατέρα τὸν σὸν ἀγνοῶν.
克律西波斯然而,这正是你的父亲;因此,如果你不知道他,你显然就不知道你自己的父亲。
Ἀγοράστης οὐ μὲν οὖν· ἀλλʼ ἀποκαλύψας αὐτὸν εἴσομαι τὴν ἀλήθειαν.
买主那可不行;但我只要揭开他的面纱,就会知道真相。
ὅμως δʼ οὖν τί σοι τῆς σοφίας τὸ τέλος, ἢ τί πράξεις πρὸς τὸ ἀκρότατον τῆς ἀρετῆς ἀφικόμενος;
但不管怎样,你智慧的终极目标是什么,或者当你达到美德的顶点时,你会做什么?
Χρύσιππος περὶ τὰ πρῶτα κατὰ φύσιν τότε γενήσομαι, λέγω δὲ πλοῦτον, ὑγίειαν καὶ τὰ τοιαῦτα.
克律西波斯那时我将致力于符合自然的首要事物,我指的是财富、健康以及诸如此类的东西。
πρότερον δὲ ἀνάγκη πολλὰ προπονῆσαι λεπτογράφοις βιβλίοις παραθήγοντα τὴν ὄψιν καὶ σχόλια συναγείροντα καὶ σολοικισμῶν ἐμπιπλάμενον καὶ ἀτόπων ῥημάτων·
但在此之前,必须先付出许多劳苦,在精细抄写的书册上磨炼眼力,收集注释,并让自己充斥着语法错误和古怪的词汇。
καὶ τὸ κεφάλαιον, οὐ θέμις γενέσθαι σοφόν, ἢν μὴ τρὶς ἐφεξῆς τοῦ ἐλλεβόρου πίῃς.
总而言之,除非你连续喝下三次嚏根草药,否则你是不被允许成为智者的。
Ἀγοράστης γενναῖά σου ταῦτα καὶ δεινῶς ἀνδρικά.
买主你这些话真是高尚,而且极其英武。
τὸ δὲ Γνίφωνα εἶναι καὶ τοκογλύφον — καὶ γὰρ τάδε ὁρῶ σοι προσόντα — τί φῶμεν, ἀνδρὸς ἤδη πεπωκότος τὸν ἐλλέβορον καὶ τελείου πρὸς ἀρετήν;
但至于既是守财奴又是高利贷者——因为我也看到你身上有这些特征——对于一个已经喝过嚏根草、并且在美德上达到完美的人,我们该对他的这些特点说什么呢?
Χρύσιππος ναί· μόνῳ γοῦν τὸ δανείζειν πρέποι ἂν τῷ σοφῷ·
克律西波斯是的;无论如何,放债只适合于智者。
ἐπεὶ γὰρ ἴδιον αὐτοῦ συλλογίζεσθαι, τὸ δανείζειν δὲ καὶ λογίζεσθαι τοὺς τόκους πλησίον εἶναι δοκεῖ τῷ συλλογίζεσθαι, μόνου ἂν εἴη τοῦ σπουδαίου καθάπερ ἐκεῖνο καὶ τοῦτο, καὶ οὐ μόνον γε ἁπλοῦς, ὥσπερ οἱ ἄλλοι, τοὺς τόκους, ἀλλὰ καὶ τούτων ἑτέρους τόκους λαμβάνειν·
因为既然推理(三段论)是他特有的,而放债和计算利息似乎又与推理极其接近,那么就像推理一样,放债也应该只属于优秀的人。 而且,不仅像其他人那样只收取单利,还要收取这些利息的利息(复利)。
ἢ γὰρ ἀγνοεῖς ὅτι τῶν τόκων οἱ μέν εἰσι πρῶτοί τινες, οἱ δὲ δεύτεροι, καθάπερ αὐτῶν ἐκείνων ἀπόγονοι;
难道你不知道利息也有一些是初始的,另一些是次生的,就像它们本身繁衍的后代一样吗?
ὁρᾷς δὲ δὴ καὶ τὸν συλλογισμὸν ὁποῖά φησιν· εἰ τὸν πρῶτον τόκον λήψεται, λήψεται καὶ τὸν δεύτερον· ἀλλὰ μὴν τὸν πρῶτον λήψεται, λήψεται ἄρα καὶ τὸν δεύτερον· .
你确实也看到了三段论是怎么说的:“如果他将收取初始利息,他也将收取次生利息;但确实他将收取初始利息,因此他也将收取次生利息。
§24Ἀγοράστης οὐκοῦν καὶ μισθῶν πέρι τὰ αὐτὰ φῶμεν, οὓς σὺ λαμβάνεις ἐπὶ τῇ σοφίᾳ παρὰ τῶν νέων, καὶ δῆλον ὅτι μόνος ὁ σπουδαῖος μισθὸν ἐπὶ τῇ ἀρετῇ λήψεται;
” 买主那么,对于你因智慧而从年轻人那里收取的酬金,我们也该说同样的话吧? 显然只有优秀的人才会因美德而获得酬金?
Χρύσιππος μανθάνεις·
克律西波斯你明白了。
οὐ γὰρ ἐμαυτοῦ ἕνεκα λαμβάνω, τοῦ δὲ διδόντος αὐτοῦ χάριν·
因为我不是为了我自己而收,而是为了给予者本身的缘故。
ἐπεὶ γάρ ἐστιν ὁ μέν τις ἐκχύτης, ὁ δὲ περιεκτικός, ἐμαυτὸν μὲν ἀσκῶ εἶναι περιεκτικόν, τὸν δὲ μαθητὴν ἐκχύτην.
因为既然一个人是“倾倒者”,另一个人是“容器”,我就锻炼自己成为容器,而让学生成为倾倒者。
Ἀγοράστης καὶ μὴν τοὐναντίον ἐχρῆν τὸν νέον μὲν εἶναι περιεκτικόν, σὲ δὲ τὸν μόνον πλούσιον ἐκχύτην.
买主然而,相反地,本该是年轻人作为容器,而你这个唯一的富人作为倾倒者。
Χρύσιππος σκώπτεις, ὦ οὗτος.
克律西波斯你在开玩笑,老兄。
ἀλλʼ ὅρα μή σε ἀποτοξεύσω τῷ ἀναποδείκτῳ συλλογισμῷ.
但当心我用“不可论证的三段论”把你射倒。
Ἀγοράστης καὶ τί δεινὸν ἀπὸ τοῦ βέλους;
买主那箭能带来什么可怕的后果?
Χρύσιππος ἀπορία καὶ σιωπὴ καὶ διαστραφῆναι τὴν διάνοιαν.
克律西波斯困惑、沉默以及心智的扭曲。
§25Χρύσιππος ὃ δὲ μέγιστον, ἢν ἐθέλω, τάχιστά σε ἀποδείξω λίθον.
克律西波斯而最重大的事情是,如果我想,我很快就能证明你是一块石头。
Ἀγοράστης πῶς λίθον;
买主怎么是石头?
οὐ γὰρ Περσεὺς σύ, ὦ βέλτιστε, εἶναί μοι δοκεῖς.
因为在我看来,我的好先生,你并不是玻耳修斯。
Χρύσιππος ὧδέ πως· ὁ λίθος σῶμά ἐστι;
克律西波斯就像这样:石头是物体吗?
Ἀγοράστης ναί.
买主是。
Χρύσιππος τί δέ; τὸ ζῷον οὐ σῶμα;
克律西波斯那么,生物不是物体吗?
Ἀγοράστης ναί.
买主是。
Χρύσιππος σὺ δὲ ζῷον;
克律西波斯而你是生物吗?
Ἀγοράστης ἔοικα γοῦν.
买主看来是的。
Χρύσιππος λίθος ἄρα εἶ σῶμα ὤν.
克律西波斯因此,因为你是物体,你就是一块石头。
Ἀγοράστης μηδαμῶς.
买主绝不!
ἀλλʼ ἀνάλυσόν με πρὸς τοῦ Διὸς καὶ ἐξ ὑπαρχῆς ποίησον ἄνθρωπον.
凭宙斯起誓,请把我解构开,让我重新变回人。
Χρύσιππος οὐ χαλεπόν· ἀλλʼ ἔμπαλιν ἴσθι ἄνθρωπος.
克律西波斯这并不难;相反地,重新做回人吧。
εἰπὲ γάρ μοι, πᾶν σῶμα ζῷον;
告诉我,每个物体都是生物吗?
Ἀγοράστης οὔ.
买主不是。
Χρύσιππος τί δέ; λίθος ζῷον;
克律西波斯那么,石头是生物吗?
Ἀγοράστης οὔ.
买主不是。
Χρύσιππος σὺ δὲ σῶμα εἶ;
克律西波斯而你是物体吗?
Ἀγοράστης ναί.
买主是。
Χρύσιππος σῶμα δὲ ὢν ζῷον εἶ;
克律西波斯作为物体,你是生物吗?
Ἀγοράστης ναί.
买主是。
Χρύσιππος οὐκ ἄρα λίθος εἶ ζῷόν γε ὤν.
克律西波斯因此,既然你是生物,你就不是石头。
Ἀγοράστης εὖ γε ἐποίησας, ὡς ἤδη μου τὰ σκέλη καθάπερ τῆς Νιόβης ἀπεψύχετο καὶ πάγια ἦν.
买主你做得太好了,我的腿刚才已经像尼俄伯一样发冷僵硬了。
ἀλλὰ ὠνήσομαί γε σέ.
不过,我还是买下你。
πόσον ὑπὲρ αὐτοῦ καταβαλῶ;
我该为他支付多少钱?
Ἑρμῆς μνᾶς δώδεκα.
赫尔墨斯十二米纳。
Ἀγοράστης λάμβανε.
买主拿去吧。
Ἑρμῆς μόνος δὲ αὐτὸν ἐώνησαι;
赫尔墨斯只有你一个人买他吗?
Ἀγοράστης μὰ Δίʼ, ἀλλʼ οὗτοι πάντες οὓς ὁρᾷς.
买主凭宙斯起誓,不,还有你看到的这所有的人。
Ἑρμῆς πολλοί γε καὶ τοὺς ὤμους καρτεροὶ καὶ τοῦ θερίζοντος ἄξιοι.
赫尔墨斯人确实很多,肩膀也强壮,配得上“收割者”!

词汇与语法注释

  1. §23δῆλος εἶ τὸν πατέρα τὸν σὸν ἀγνοῶν — “δῆλός εἰμι +分词”的人称句式,意为“显而易见某人正在做某事”。此处意为“你显然不知道你自己的父亲”。
  2. §23τὸ δὲ Γνίφωνα εἶναι καὶ τοκογλύφον — 句首带冠词的不定式短语“τὸ εἶναι”作为先行宾语,引出后续主句提问“τί φῶμεν”的主题。
  3. §25λίθος ἄρα εἶ σῶμα ὤν — 在由小词“ἄρα”引导的谬误结论中,分词“ὤν”作为伴随分词,表达了“既然你是物体”(σῶμα ὤν)这一前提条件。

引用这一段

琉善, 哲学学派的拍卖 §23-25. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg024.humanitext-grc2:23-25

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。