Humanitext Reader

琉善 · 哲学学派的拍卖 §26-27

逍遥学派与怀疑派皮浪的拍卖成交

第 7 段,共 7 段 · 希腊语

内容简介

逍遥学派的哲学家和对一切都保留意见的怀疑学派哲学家(皮浪)依次被买主竞拍买下。

§26Ζεύς μὴ διάτριβε· ἄλλον κάλει τὸν Περιπατητικόν.
宙斯不要浪费时间;叫另一个来,那个逍遥学派的。
Ἑρμῆς σέ φημι, τὸν καλόν, τὸν πλούσιον.
赫尔墨斯说你呢,美丽而富有的那个。
ἄγε δή, ὠνήσασθε τὸν συνετώτατον, τὸν ἅπαντα ὅλως ἐπιστάμενον.
来吧,买下这位最聪明的、无所不知的人。
Ἀγοράστης ποῖος δέ τις ἐστί;
买主他是什么样的人?
Ἑρμῆς μέτριος, ἐπιεικής, ἁρμόδιος τῷ βίῳ, τὸ δὲ μέγιστον, διπλοῦς.
赫尔墨斯温和、宽厚、适应生活,而最重要的是,他是双重的。
Ἀγοράστης πῶς λέγεις;
买主你怎么说?
Ἑρμῆς ἄλλος μὲν ὁ ἔκτοσθεν φαινόμενος, ἄλλος δὲ ὁ ἔντοσθεν εἶναι δοκεῖ· ὥστε ἢν πρίῃ αὐτόν, μέμνησο τὸν μὲν ἐξωτερικόν, τὸν δὲ ἐσωτερικὸν καλεῖν.
赫尔墨斯在外表上显现的是一个人,在内心深处似乎又是另一个人;因此,如果你买下他,记得把一者称为“外在的”,把另一者称为“内在的”。
Ἀγοράστης τί δὲ γινώσκει μάλιστα;
买主那么他最懂得什么?
Ἑρμῆς τρία εἶναι τὰ ἀγαθά, ἐν ψυχῇ, ἐν σώματι, ἐν τοῖς ἐκτός.
赫尔墨斯善事有三种:在灵魂中的、在身体中的、以及在外部事物中的。
Ἀγοράστης ἀνθρώπινα φρονεῖ.
买主他的想法很符合人性。
πόσου δέ ἐστιν;
他值多少钱?
Ἑρμῆς εἴκοσι μνῶν.
赫尔墨斯二十米纳。
Ἀγοράστης πολλοῦ λέγεις.
买主你开价太高了。
Ἑρμῆς οὔκ, ὦ μακάριε· καὶ γὰρ αὐτὸς ἔχειν τι ἀργύριον δοκεῖ, ὥστε οὐκ ἂν φθάνοις ὠνούμενος.
赫尔墨斯并非如此,亲爱的朋友;因为他自己似乎也有点钱,所以你买下他真是越快越好。
ἔτι δὲ εἴσῃ αὐτίκα μάλα παρʼ αὐτοῦ πόσον μὲν ὁ κώνωψ βιοῖ τὸν χρόνον, ἐφʼ ὁπόσον δὲ βάθος ἡ θάλαττα ὑπὸ τοῦ ἡλίου καταλάμπεται, καὶ ὁποία τίς ἐστιν ἡ ψυχὴ τῶν ὀστρείων.
而且你很快就会从他那里得知:蚊子能活多久,海水被太阳照亮到多深,以及牡蛎的灵魂是什么样的。
Ἀγοράστης Ἡράκλεις τῆς ἀκριβολογίας.
买主赫拉克勒斯啊,真是太精确了!
Ἑρμῆς τί δὲ εἰ ἀκούσειας ἄλλα πολλῷ τούτων ὀξυδερκέστερα, γονῆς τε πέρι καὶ γενέσεως καὶ τῆς ἐν ταῖς μήτραις τῶν ἐμβρύων πλαστικῆς, καὶ ὡς ἄνθρωπος μὲν γελαστικόν, ὄνος δὲ οὐ γελαστικὸν οὐδὲ τεκταινόμενον οὐδὲ πλωϊζόμενον;
赫尔墨斯如果你听到比这些更敏锐得多的其他事情,那又会怎样? 比如关于生殖和发生,子宫中胚胎的塑造,以及人是会笑的,而驴既不会笑、不会做木工、也不会航海?
Ἀγοράστης πάνσεμνα φὴς καὶ ὀνησιφόρα τὰ μαθήματα, ὥστε ὠνοῦμαι αὐτὸν τῶν εἴκοσιν.
买主你说这些学问极高尚且大有裨益,因此我按二十米纳买下他。
§27Ἑρμῆς εἶεν.
赫尔墨斯好。
Ζεύς τίς λοιπὸς ἡμῖν;
宙斯我们还剩下谁?
Ἑρμῆς καταλείπεται ὁ Σκεπτικὸς οὗτος.
赫尔墨斯剩下这位怀疑派了。
σὺ ὁ Πυρρίας πρόσιθι καὶ ἀποκηρύττου κατὰ τάχος.
你,皮里亚斯,走上前快点被拍卖。
ἤδη μὲν ὑπορρέουσιν οἱ πολλοὶ καὶ ἐν ὀλίγοις ἡ πρᾶσις ἔσται.
人群已经开始散去,交易将在少数人中进行。
ὅμως δὲ τίς καὶ τοῦτον ὠνήσεται;
不过,谁还会买下这个人呢?
Ἀγοράστης ἔγωγε.
买主我来。
ἀλλὰ πρῶτον εἰπέ μοι, σὺ τί ἐπίστασαι;
但首先告诉我,你懂得什么?
Πύρρων οὐδέν.
皮浪什么也不懂。
Ἀγοράστης πῶς τοῦτο ἔφησθα;
买主你怎么这样说?
Πύρρων ὅτι οὐδὲν ὅλως εἶναί μοι δοκεῖ.
皮浪因为在我看来根本没有任何东西存在。
Ἀγοράστης οὐδὲ ἡμεῖς ἄρα ἐσμέν τινες;
买主那么我们也不是任何人吗?
Πύρρων οὐδὲ τοῦτο οἶδα.
皮浪我连这个也不知道。
Ἀγοράστης οὐδὲ ὅτι σύ τις ὢν τυγχάνεις;
买主甚至连你恰好是某个人也不知道?
Πύρρων πολὺ μᾶλλον ἔτι τοῦτο ἀγνοῶ.
皮浪关于这个我更加一无所知。
Ἀγοράστης ὢ τῆς ἀπορίας.
买主哦,多么困惑啊!
τί δέ σοι τὰ σταθμία ταυτὶ βούλεται;
但是你的这杆天平是什么意思?
Πύρρων ζυγοστατῶ ἐν αὐτοῖς τοὺς λόγους καὶ πρὸς τὸ ἴσον ἀπευθύνω, καὶ ἐπειδὰν ἀκριβῶς ὁμοίους τε καὶ ἰσοβαρεῖς ἴδω, τότε δὴ τότε ἀγνοῶ τὸν ἀληθέστερον.
皮浪我用它们来权衡各种论证,使它们达到平等。 而当我看到它们精确地相似且重量相等时,就在那个时候,我就不知道哪一个更真实了。
Ἀγοράστης τῶν ἄλλων δὲ τί ἂν πράττοις ἐμμελῶς;
买主至于其他事情,你能妥当地做什么?
Πύρρων τὰ πάντα πλὴν δραπέτην μεταδιώκειν.
皮浪除了追捕逃跑的奴隶之外的任何事。
Ἀγοράστης τί δὲ τοῦτό σοι ἀδύνατον;
买主为什么这对你来说是不可能的呢?
Πύρρων ὅτι, ὦγαθέ, οὐ καταλαμβάνω.
皮浪因为,我的好朋友,我无法把握。
Ἀγοράστης εἰκότως· βραδὺς γὰρ καὶ νωθής τις εἶναι δοκεῖς.
买主难怪;因为你看起来有些迟钝和懒散。
ἀλλὰ τί σοι τὸ τέλος τῆς ἐπιστάσεως;
不过,你知识(探究)的终极目标是什么?
Πύρρων ἡ ἀμαθία καὶ τὸ μήτε ἀκούειν μήτε ὁρᾶν.
皮浪无知,以及既不听也不看。
Ἀγοράστης οὐκοῦν καὶ τὸ τυφλὸς ἅμα καὶ κωφὸς εἶναι λέγεις;
买主那么你的意思是同时又瞎又聋吗?
Πύρρων καὶ ἄκριτός γε προσέτι καὶ ἀναίσθητος καὶ ὅλως τοῦ σκώληκος οὐδὲν διαφέρων.
皮浪而且更进一步,没有判断力、没有感觉,总之跟蠕虫没有任何区别。
Ἀγοράστης ὠνητέος εἶ διὰ ταῦτα.
买主因这些理由,你必须被买下来。
πόσου τοῦτον ἄξιον χρὴ φάναι;
我们该说这个人值多少钱?
Ἑρμῆς μνᾶς Ἀττικῆς·
赫尔墨斯一阿提卡米纳。
Ἀγοράστης λάμβανε.
买主拿去。
τί φής, ὦ οὗτος;
你怎么说,老兄?
ἐώνημαι σε;
我买下你了吗?
Πύρρων ἄδηλον.
皮浪不确定。
Ἀγοράστης μηδαμῶς· ἐώνημαι γὰρ καὶ τἀργύριον κατέβαλον.
买主绝非如此;因为我买下了你并且付了钱。
Πύρρων ἐπέχω περὶ τούτου καὶ διασκέπτομαι.
皮浪对此我保留意见并正在考察。
Ἀγοράστης καὶ μὴν ἀκολούθει μοι, καθάπερ χρὴ ἐμὸν οἰκέτην.
买主无论如何,跟着我,像我的仆人应该做的那样。
Πύρρων τίς οἶδεν εἰ ἀληθῆ ταῦτα φής;
皮浪谁知道你说的这些是不是真的?
Ἀγοράστης ὁ κῆρυξ καὶ ἡ μνᾶ καὶ οἱ παρόντες.
买主传令官、那一米纳和在场的人。
Πύρρων πάρεισι γὰρ ἡμῖν τινες;
皮浪因为我们身边真的有什么人在场吗?
Ἀγοράστης ἀλλʼ ἔγωγέ σε ἤδη ἐμβαλὼν ἐς τὸν μυλῶνα πείσω εἶναι δεσπότης κατὰ τὸν χείρω λόγον.
买主但我只要立刻把你关进磨房,就会根据那较弱的论证说服你我是你的主人。
Πύρρων ἔπεχε περὶ τούτου.
皮浪对此保留意见。
Ἀγοράστης μὰ Δίʼ, ἀλλʼ ἤδη γε ἀπεφηνάμην.
买主凭宙斯起誓,不,我已经做出判断了。
Ἑρμῆς σὺ μὲν παῦσαι ἀντιτείνων καὶ ἀκολούθει τῷ πριαμένῳ, ὑμᾶς δὲ εἰς αὔριον παρακαλοῦμεν· ἀποκηρύξειν γὰρ τοὺς ἰδιώτας καὶ βαναύσους καὶ ἀγοραίους βίους μέλλομεν.
赫尔墨斯你,停止抗拒,跟着买主去吧;至于诸位,我们邀请大家明天再来,因为我们准备拍卖那些普通、卑微以及市侩的生活方式。

词汇与语法注释

  1. §26οὐκ ἂν φθάνοις ὠνούμενος — 一个由 οὐκ ἂν φθάνοις 和分词 ὠνούμενος(源于 φθάνω)组成的惯用表达,字面意思是“你买他再快也不为过”,用于强烈且即刻地建议对方毫不延迟地采取行动。
  2. §27καταλαμβάνω — 一个双关语,结合了日常意义上的“追上、物理上捕捉”和怀疑派的认识论学术术语“把握、领会”(与 κατάληψις 相关联)。
  3. §27κατὰ τὸν χείρω λόγον — 意为“根据较弱的论证”。这戏谑了智者派宣称的“使较弱的论点变得更强”,以及喜剧中“较好”与“较坏”论证的对比,在此幽默地指代通过体力或威胁等手段进行的荒谬说服。

引用这一段

琉善, 哲学学派的拍卖 §26-27. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg024.humanitext-grc2:26-27

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。