§19Ἑρμῆς
τί σοι τοὔνομα;
赫尔墨斯你叫什么名字?
Ἀγοράστης
Δίων Συρακούσιος.
买主叙拉古的迪翁。
Ἑρμῆς
ἄγε λαβὼν ἀγαθῇ τύχῃ.
赫尔墨斯去带他走吧,祝你好运。
τὸν Ἐπικούρειον σὲ ἤδη καλῶ.
现在我召唤你,伊壁鸠鲁主义者。
τίς ὠνήσεται τοῦτον;
谁要买这个人?
ἔστι μὲν τοῦ γελῶντος ἐκείνου μαθητὴς καὶ τοῦ μεθύοντος, οὓς μικρῷ πρόσθεν ἀπεκηρύττομεν.
他是刚才我们拍卖的那个发笑的家伙和那个醉汉的弟子。
ἓν δὲ πλέον οἶδεν αὐτῶν, παρʼ ὅσον δυσσεβέστερος τυγχάνει· τὰ δὲ ἄλλα ἡδὺς καὶ λιχνείᾳ φίλος.
但他比他们多懂一样东西,因为他更加不敬虔;此外,他很讨人喜欢,并且是美食之友。
Ἀγοράστης
τίς ἡ τιμή;
买主价格是多少?
Ἑρμῆς
δύο μναῖ.
赫尔墨斯两米纳。
Ἀγοράστης
λάμβανε·
买主拿去吧。
τὸ δεῖνα δέ, ὅπως εἰδῶ, τίσι χαίρει τῶν ἐδεσμάτων;
不过,顺便问一下,为了让我心里有数,他喜欢吃什么食物?
Ἑρμῆς
τὰ γλυκέα σιτεῖται καὶ τὰ μελιτώδη καὶ μάλιστά γε τὰς ἰσχάδας.
赫尔墨斯他吃甜食和含蜜的食物,尤其喜欢吃干无花果。
Ἀγοράστης
χαλεπὸν οὐδέν· ὠνησόμεθα γὰρ αὐτῷ παλάθας τῶν Καρικῶν.
买主这不难办;我们会给他买卡里亚产的无花果饼。
§20Ζεύς
ἄλλον κάλει, τὸν ἐν χρῷ κουρίαν ἐκεῖνον, τὸν σκυθρωπόν, τὸν ἀπὸ τῆς στοᾶς.
宙斯呼唤另一个,那个头发剃得贴着头皮的、面容忧郁的、来自画廊的家伙。
Ἑρμῆς
εὖ λέγεις· ἐοίκασι γὰρ πολύ τι πλῆθος αὐτὸν περιμένειν τῶν ἐπὶ τὴν ἀγορὰν ἀπηντηκότων.
赫尔墨斯你说得对;因为聚集在市场上的许多人似乎都在等候他。
αὐτὴν τὴν ἀρετὴν πωλῶ, τῶν βίων τὸν τελειότατον.
我出售美德本身,最完美的生命。
τίς ἅπαντα μόνος εἰδέναι θέλει;
谁想成为唯一知道一切的人?
Ἀγοράστης
πῶς τοῦτο φής;
买主你这话怎么说?
Ἑρμῆς
ὅτι μόνος οὗτος σοφός, μόνος καλός, μόνος δίκαιος ἀνδρεῖος βασιλεὺς ῥήτωρ πλούσιος νομοθέτης καὶ τὰ ἄλλα ὁπόσα ἐστίν.
赫尔墨斯因为只有他是聪慧的,只有他是美丽的,只有他是公正的、勇敢的、国王、演说家、富豪、立法者以及其他所有的一切。
Ἀγοράστης
οὐκοῦν καὶ μάγειρος μόνος, καὶ νὴ Δία γε σκυτοδέψης ἢ τέκτων καὶ τὰ τοιαῦτα;
买主那么,难道他也独自是厨师,凭宙斯起誓,还是鞋匠或木匠之类吗?
Ἑρμῆς
ἔοικεν.
赫尔墨斯看来是这样。
§21Ἀγοράστης
ἐλθέ, ὦγαθέ, καὶ λέγε πρὸς τὸν ὠνητὴν ἐμὲ ποῖός τις εἶ, καὶ πρῶτον εἰ οὐκ ἄχθῃ πιπρασκόμενος καὶ δοῦλος ὤν.
买主过来,我的好人,对我这个买主说说你是什么样的人,首先,你对于被卖掉并成为奴隶难道不感到难受吗?
Χρύσιππος
οὐδαμῶς·
克律西波斯绝不;因为这些事并不在我们的掌握之中。
οὐ γὰρ ἐφʼ ἡμῖν ταῦτά ἐστιν. ἃ δὲ οὐκ ἐφʼ ἡμῖν, ἀδιάφορα εἶναι συμβέβηκεν.
而凡是不在我们的掌握之中的事,碰巧都是无足轻重的。
Ἀγοράστης
οὐ μανθάνω ᾗ καὶ λέγεις.
买主我不明白你在说什么。
Χρύσιππος
τί φής;
克律西波斯你说什么?
οὐ μανθάνεις ὅτι τῶν τοιούτων τὰ μέν ἐστι προηγμένα, τὰ δʼ ἀνάπαλιν ἀποπροηγμένα;
你不明白在这些事物中,有些是“首选的”,相反,有些是“不推荐的”吗?
Ἀγοράστης
οὐδὲ νῦν μανθάνω.
买主现在我还是不明白。
Χρύσιππος
εἰκότως·
克律西波斯理所当然;因为你不熟悉我们的术语,也没有把握性表象。
οὐ γὰρ εἶ συνήθης τοῖς ἡμετέροις ὀνόμασιν οὐδὲ τὴν καταληπτικὴν φαντασίαν ἔχεις, ὁ δὲ σπουδαῖος ὁ τὴν λογικὴν θεωρίαν ἐκμαθὼν οὐ μόνον ταῦτα οἶδεν, ἀλλὰ καὶ σύμβαμα καὶ παρασύμβαμα ὁποῖα καὶ ὁπόσον ἀλλήλων διαφέρει.
但是,彻底掌握了逻辑学说的高尚之人不仅知道这些,还知道什么是“付带事象”和“随伴事象”,以及它们之间有多大区别。
Ἀγοράστης
πρὸς τῆς σοφίας, μὴ φθονήσῃς κἂν τοῦτο εἰπεῖν, τί τὸ σύμβαμα καὶ τὸ παρασύμβαμα·
买主凭着智慧,请不要吝惜告诉我这点:什么是付带事象和随伴事象?
καὶ γὰρ οὐκ οἶδʼ ὅπως ἐπλήγην ὑπὸ τοῦ ῥυθμοῦ τῶν ὀνομάτων.
因为我不知怎地竟被这些词汇的韵律所打动了。
Χρύσιππος
ἀλλʼ οὐδεὶς φθόνος·
克律西波斯这没什么好保留的。
ἢν γάρ τις χωλὸς ὢν αὐτῷ ἐκείνῳ τῷ χωλῷ ποδὶ προσπταίσας λίθῳ τραῦμα ἐξ ἀφανοῦς λάβῃ, ὁ τοιοῦτος εἶχε μὲν δήπου σύμβαμα τὴν χωλείαν, τὸ τραῦμα δὲ παρασύμβαμα προσέλαβεν.
如果一个瘸子,正好用那只瘸脚绊倒在石头上,意外地受了伤,这样的人,他的瘸腿无疑是“付带事象”,而受到的伤则是作为“随伴事象”额外增加的。
§22Ἀγοράστης
ὢ τῆς ἀγχινοίας·
买主多么敏捷的机智!
τί δὲ ἄλλο μάλιστα φὴς εἰδέναι;
那你还自称最懂得什么?
Χρύσιππος
τὰς τῶν λόγων πλεκτάνας αἷς συμποδίζω τοὺς προσομιλοῦντας καὶ ἀποφράττω καὶ σιωπᾶν ποιῶ, φιμὸν ἀτεχνῶς αὐτοῖς περιτιθείς· ὄνομα δὲ τῇ δυνάμει ταύτῃ ὁ ἀοίδιμος συλλογισμός.
克律西波斯言辞的绊网,我用它来套住与我谈话的人,堵住他们的嘴,让他们保持沉默,简直就像给他们戴上了口罩;而这种能力的名称,就是那赫赫有名的“三段论”。
Ἀγοράστης
Ἡράκλεις, ἄμαχόν τινα καὶ βίαιον λέγεις.
买主凭赫拉克勒斯起誓,你说的是一种无法抵挡且强暴的东西。
Χρύσιππος
σκόπει γοῦν·
克律西波斯那么你想看:你有孩子吗?
ἔστι σοι παιδίον; Ἀγοράστης
τί μήν;
买主当然有。
Χρύσιππος
τοῦτο ἤν πως κροκόδειλος ἁρπάσῃ πλησίον τοῦ ποταμοῦ πλαζόμενον εὑρών, κᾆτά σοι ἀποδώσειν ὑπισχνῆται αὐτό, ἢν εἴπῃς τἀληθὲς ὅ τι δέδοκται αὐτῷ περὶ τῆς ἀποδόσεως τοῦ βρέφους, τί φήσεις αὐτὸν ἐγνωκέναι;
克律西波斯如果这个孩子在河边游荡时碰巧被一只鳄鱼抓走,然后鳄鱼向你承诺,如果你说出它关于是否归还婴儿的真实决定,它就把孩子还给你,你会说它决定了什么?
Ἀγοράστης
δυσαπόκριτον ἐρωτᾷς.
买主你问了一个很难回答的问题。
ἀπορῶ γὰρ ὁπότερον εἰπὼν ἀπολάβοιμι.
因为我很困惑说哪一个才能把孩子要回来。
ἀλλὰ σὺ πρὸς Διὸς ἀποκρινάμενος ἀνάσωσαί μοι τὸ παιδίον, μὴ καὶ φθάσῃ αὐτὸ καταπιών.
但是凭着宙斯起誓,你来替我回答,救救我的孩子,免得鳄鱼抢先把它吞下去。
Χρύσιππος
θάρρει· καὶ ἄλλα γάρ σε διδάξομαι θαυμασιώτερα.
克律西波斯放宽心;因为我还要教你其他更奇妙的事情。
Ἀγοράστης
τὰ ποῖα;
买主什么样的事情?
Χρύσιππος
τὸν θερίζοντα καὶ τὸν κυριεύοντα καὶ ἐπὶ πᾶσι τὴν Ἠλέκτραν καὶ τὸν ἐγκεκαλυμμένον.
克律西波斯 “收割者”、“主宰者”,以及最重要的“伊拉克特拉”和“蒙面人”。
Ἀγοράστης
τίνα τοῦτον τὸν ἐγκεκαλυμμένον ἢ τίνα τὴν Ἠλέκτραν λέγεις;
买主你说的“蒙面人”是谁,或者“伊拉克特拉”又是谁?
Χρύσιππος
Ἠλέκτραν μὲν ἐκείνην τὴν πάνυ, τὴν Ἀγαμέμνονος, ἣ τὰ αὐτὰ οἶδέ τε ἅμα καὶ οὐκ οἶδε·
克律西波斯伊拉克特拉就是阿伽门农的那个著名的女儿,她同时既知道又不知道同一件事。
παρεστῶτος γὰρ αὐτῇ τοῦ Ὀρέστου ἔτι ἀγνῶτος οἶδε μὲν Ὀρέστην, ὅτι ἀδελφὸς αὐτῆς, ὅτι δὲ οὗτος Ὀρέστης ἀγνοεῖ.
因为当奥瑞斯忒斯站在她身边、还未被认出来时,她知道奥瑞斯忒斯,知道那是她的兄弟,但她并不知道眼前这个人就是奥瑞斯忒斯。
τὸν δʼ αὖ ἐγκεκαλυμμένον καὶ πάνυ θαυμαστὸν ἀκούσῃ λόγον·
至于那个“蒙面人”,你将会听到一个非常奇妙的论证。
ἀπόκριναι γάρ μοι, τὸν πατέρα οἶσθα τὸν σεαυτοῦ;
因为,回答我:你认识你自己的父亲吗?
Ἀγοράστης
ναί.
买主认识。
Χρύσιππος
τί οὖν; ἤν σοι παραστήσας τινὰ ἐγκεκαλυμμένον ἔρωμαι, τοῦτον οἶσθα;
克律西波斯那么,如果我把一个蒙着面的人放在你身边,问你:“你认识这个人吗?
τί φήσεις;
”你会怎么说?
Ἀγοράστης
δηλαδὴ ἀγνοεῖν.
买主显然会说不认识。