- 底本
- Lucian, Vol. 2. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1915.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg024.humanitext-grc2:14-18
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
デモクリトスに続いてヘラクレイトスが人間の無常を嘆き、彼の不可解な教えが紹介されるが、結局売れ残る。次にソクラテスが登場し、少年愛や女性共有の思想、そしてイデア論を語り、高額で買い取られる。
Ἀγοράστης ὢ τῆς ὕβρεως, οὐ παύσῃ γελῶν; σὺ δὲ τί κλάεις, ὦ βέλτιστε; πολὺ γὰρ οἶμαι κάλλιον σοὶ προσλαλεῖν. Ἡράκλειτος ἡγέομαι γάρ, ὦ ξεῖνε, τὰ ἀνθρωπήϊα πρήγματα ὀϊζυρὰ καὶ δακρυώδεα καὶ οὐδὲν αὐτέων ὅ τι μὴ ἐπικήριον· τὸ1 δὴ οἰκτείρω τε σφέας καὶ ὀδύρομαι, καὶ τὰ μὲν παρεόντα οὐ δοκέω μεγάλα, τὰ δὲ ὑστέρῳ χρόνῳ ἐσόμενα πάμπαν ἀνιηρά, λέγω δὲ τὰς ἐκπυρώσιας καὶ τὴν τοῦ ὅλου συμφορήν· ταῦτα ὀδύρομαι καὶ ὅτι ἔμπεδον οὐδέν, ἀλλʼ ὅκως ἐς κυκεῶνα2 τὰ πάντα συνειλέονται καί ἐστι τὠυτὸ τέρψις ἀτερψίη, γνῶσις ἀγνωσίη, μέγα μικρόν, ἄνω κάτω περιχωρέοντα καὶ ἀμειβόμενα ἐν τῇ τοῦ αἰῶνος παιδιῇ. Ἀγοράστης τί γὰρ ὁ αἰών ἐστι; Ἡράκλειτος παῖς παίζων, πεσσεύων, διαφερόμενος, συμφερόμενος. Ἀγοράστης τί δὲ ἄνθρωποι; Ἡράκλειτος θεοὶ θνητοί. Ἀγοράστης τί δὲ θεοί; Ἡράκλειτος ἄνθρωποι ἀθάνατοι. Ἀγοράστης αἰνίγματα λέγεις, ὦ οὗτος, ἢ γρίφους συντίθης; ἀτεχνῶς γὰρ ὥσπερ ὁ Λοξίας οὐδὲν ἀποσαφεῖς. Ἡράκλειτος οὐδὲν γάρ μοι μέλει ὑμέων. Ἀγοράστης τοιγαροῦν οὐδὲ ὠνήσεταί σέ τις εὖ φρονῶν. Ἡράκλειτος ἐγὼ δὲ κέλομαι πᾶσιν ἡβηδὸν οἰμώζειν, τοῖσιν ὠνεομένοισι καὶ τοῖσιν οὐκ ὠνεομένοισι. Ἀγοράστης τουτὶ τὸ κακὸν οὐ πόρρω μελαγχολίας ἐστίν· οὐδέτερον δὲ ὅμως αὐτῶν ἔγωγε ὠνήσομαι. Ἑρμῆς ἄπρατοι καὶ οὗτοι μένουσιν. Ζεύς ἄλλον ἀποκήρυττε.
買い手なんと無礼な。笑うのをやめないのか。そして、そこのお前、なぜ泣いているのだ?お前と話す方がずっと良さそうだと思うのだが。 ヘラクレイトス 異邦の人よ、私は人間の事柄を哀れで涙に値するものと考えており、それらのうち滅びを免れぬものでないものは何もないと考えているからだ。それゆえ、私は彼らを憐れみ、悲嘆に暮れている。現在の事柄は重大とは思えず、後世に起こるであろう事柄は、完全に悲惨である。私が言っているのは、大火災と宇宙全体の破滅のことだ。私はこれらのこと、そして、何一つ確固たるものはなく、万物が混ぜ合わせの飲み物(キュケオン)のように混ざり合い、同じものが快楽であり不快であり、知識であり無知であり、大であり小であり、生(あいおん)の遊びの中で、上が下になり、回り巡り、変化し合っていることを嘆いているのだ。 買い手では、生(あいおん)とは何なのだ? ヘラクレイトス 遊んでいる子供だ。賽を投げ、敵対し、和解する子供だ。 買い手では、人間とは何だ? ヘラクレイトス 死ぬべき神々だ。 買い手では、神々とは何だ? ヘラクレイトス 死なない人間たちだ。 買い手お前、謎めいたことを言うか、謎々を作っているのか?全くロクシアス(アポロン)のように、何も明らかにしてくれないな。 ヘラクレイトス 私はお前たちのことなどどうでもよいのだ。 買い手だから、正気な者なら誰も好んでお前を買わないだろう。 ヘラクレイトス 私は、買う者も買わない者も、すべての者が若い者から順に、声を上げて泣きわめくことを命じる。 買い手この厄介さは、憂鬱症(メランコリア)と紙一重だな。だが、私はどちらも買わない。 ヘルメス この者たちも売れ残ったままです。 ゼウス 別の者を競売にかけよ。
Ἑρμῆς βούλει τὸν Ἀθηναῖον ἐκεῖνον, τὸν στωμύλον; Ζεύς πάνυ μὲν οὖν. Ἑρμῆς δεῦρο ἐλθὲ σύ. βίον ἀγαθὸν καὶ συνετὸν ἀποκηρύττομεν. τίς ὠνεῖται τὸν ἱερώτατον; Ἀγοράστης εἰπέ μοι, τί μάλιστα εἰδὼς τυγχάνεις; Σωκράτης παιδεραστής εἰμι καὶ σοφὸς τὰ ἐρωτικά. Ἀγοράστης πῶς οὖν ἐγὼ πρίωμαί σε; παιδαγωγοῦ γὰρ ἐδεόμην τῷ παιδὶ καλῷ ὄντι μοι. Σωκράτης τίς δʼ ἂν ἐπιτηδειότερος ἐμοῦ γένοιτο συνεῖναι καλῷ; καὶ γὰρ οὐ τῶν σωμάτων ἐραστής εἰμι, τὴν ψυχὴν δὲ ἡγοῦμαι καλήν. ἀμέλει κἂν ὑπὸ ταὐτὸν ἱμάτιόν μοι κατακέωνται, ἀκούσει αὐτῶν λεγόντων μηδὲν ὑπʼ ἐμοῦ δεινὸν παθεῖν. Ἀγοράστης ἄπιστα λέγεις, τὸ παιδεραστὴν ὄντα μὴ πέρα τῆς ψυχῆς πολυπραγμονεῖν,3 καὶ ταῦτα ἐπʼ ἐξουσίας, ὑπὸ τῷ αὐτῷ ἱματίῳ κατακείμενον.
ヘルメス あのアテナイ出身の、おしゃべりな男が良いですか? ゼウス ぜひともな。 ヘルメス こちらへ来なさい。善く、聡明な生を売りに出します。誰がこの最も聖なる者を買いますか? 買い手言ってくれ、お前は特に何を知っているのか? ソクラテス 私は少年愛者であり、愛の事柄に長けている。 買い手では、どうして私が望んでお前を買おうか。私には、美しい息子のための教育係(パイダゴーゴス)が必要だったのだ。 ソクラテス 美しい者と共にあるのに、私より適した者が誰になれようか。私は身体の愛好者ではなく、魂が美しいと考えるのだからな。とにかく、彼らが私と同じ一枚の外衣(ヒマティオン)の下に横たわっても、彼らが私から恐ろしい目に遭わなかったと言うのを聞くことになるだろう。 買い手少年愛者でありながら、魂以上に立ち入らないなど、信じがたい話だ。それも、同じ一枚の外衣の下に横たわっていて、自由にできる機会があるというのに。
Σωκράτης καὶ μὴν ὀμνύω γέ σοι τὸν κύνα καὶ τὴν πλάτανον οὕτω ταῦτα ἔχειν. Ἀγοράστης Ἡράκλεις τῆς ἀτοπίας τῶν θεῶν. Σωκράτης τί σὺ λέγεις; οὐ δοκεῖ σοι ὁ κύων εἶναι θεός; οὐχ ὁρᾷς τὸν Ἄνουβιν ἐν Αἰγύπτῳ ὅσος; καὶ τὸν ἐν οὐρανῷ Σείριον καὶ τὸν παρὰ τοῖς κάτω Κέρβερον;
ソクラテス だがしかし、私はお前に、犬とプラタナスの木にかけて、このことがその通りであることを誓おう。 買い手ヘラクレスよ、なんと奇妙な神々なのだ。 ソクラテス 何と言うのだ。お前は犬が神だと思わないのか。エジプトのあのアヌビスがどれほど偉大か、見えないのか。天のシリウスも、冥府のケルベロスも。
Ἀγοράστης Εὖ λέγεις, ἐγὼ δὲ διημάρτανον. ἀλλὰ τίνα βιοῖς τὸν τρόπον; Σωκράτης οἰκῶ μὲν ἐμαυτῷ τινα πόλιν ἀναπλάσας, χρῶμαι δὲ πολιτείᾳ ξένῃ καὶ νόμους νομίζω τοὺς ἐμούς. Ἀγοράστης ἓν ἐβουλόμην ἀκοῦσαι τῶν δογμάτων. Σωκράτης ἄκουε δὴ τὸ μέγιστον, ὃ περὶ τῶν γυναικῶν μοι δοκεῖ· μηδεμίαν αὐτῶν μηδενὸς εἶναι μόνου, παντὶ δὲ μετεῖναι τῷ βουλομένῳ τοῦ γάμου. Ἀγοράστης τοῦτο φής, ἀνῃρῆσθαι τοὺς περὶ μοιχείας νόμους; Σωκράτης νὴ Δία, καὶ ἁπλῶς γε πᾶσαν τὴν περὶ τὰ τοιαῦτα μικρολογίαν. Ἀγοράστης τί δὲ περὶ τῶν ἐν ὥρᾳ παίδων σοι δοκεῖ; Σωκράτης καὶ οὗτοι ἔσονται τοῖς ἀρίστοις ἆθλον φιλῆσαι λαμπρόν τι καὶ νεανικὸν ἐργασαμένοις.
買い手お前の言う通りだ。私が間違っていた。ところで、お前はどのような生き方(スタイル)をしているのだ? ソクラテス 私は自分自身のためにある都市を築いてそこに住んでおり、外国の国制を用い、自分自身の法律を法律と認めている。 買い手お前の教義を一つ聞きたいものだ。 ソクラテス では、最も重大なことを聞くがよい。私が女性について考えていることだ。彼女たちの誰一人として、特定の男一人のものとはならず、望む者は誰でも結婚(の権利)を共有すること。 買い手お前は、姦通に関する諸法律が廃止されると言うのか? ソクラテス そうだ、ゼウスにかけて。そして、こうした事柄に関するくだらない規則はすべてな。 買い手では、妙齢の(美)少年たちについてはどう思うか? ソクラテス 彼らもまた、何か輝かしく勇敢な手柄を立てた最も優れた者たちへの、口づけという褒美となるだろう。
Ἀγοράστης βαβαὶ τῆς φιλοδωρίας. τῆς δὲ σοφίας τί σοι τὸ κεφάλαιον; Σωκράτης αἱ ἰδέαι καὶ τὰ τῶν ὄντων παραδείγματα· ὁπόσα γὰρ δὴ ὁρᾷς, τὴν γῆν, τὰ ἐπὶ γῆς, τὸν οὐρανόν, τὴν θάλατταν, ἁπάντων τούτων εἰκόνες ἀφανεῖς ἑστᾶσιν ἔξω τῶν ὅλων. Ἀγοράστης ποῦ δὲ ἑστᾶσιν; Σωκράτης οὐδαμοῦ· εἰ γάρ που εἶεν,4 οὐκ ἂν εἶεν. Ἀγοράστης οὐχ ὁρῶ ταῦθʼ ἅπερ λέγεις τὰ παραδείγματα. Σωκράτης εἰκότως· τυφλὸς γὰρ εἶ τῆς ψυχῆς τὸν ὀφθαλμόν. ἐγὼ δὲ πάντων ὁρῶ εἰκόνας καὶ σὲ ἀφανῆ κἀμὲ ἄλλον, καὶ ὅλως διπλᾶ πάντα. Ἀγοράστης τοιγαροῦν ὠνητέος εἶ σοφὸς καὶ ὀξυδερκής τις ὤν. φέρε ἴδω τί καὶ πράξεις με ὑπὲρ αὐτοῦ σύ; Ἑρμῆς δὸς δύο τάλαντα. Ἀγοράστης Ὠνησάμην ὅσου φής. τἀργύριον μέντοι εἰς αὖθις καταβαλῶ.
買い手ババイ(おやおや)、なんという気前の良さだ。では、お前の知恵の核心は何だ? ソクラテス イデア(観念)と、存在するものの原型(パラデイグマ)だ。お前が見るすべてのもの、地球、地上のもの、天、海、これらすべての不可視の模像(エイコーン)が、宇宙の外側に立っている。 買い手それらはどこに立っているのだ? ソクラテス どこでもない。もしどこかにあるなら、それらは(イデアとして)存在しないだろうからな。 買い手私はお前の言うその原型が見えないのだが。 ソクラテス 当然だ。お前は魂の眼が盲目なのだから。だが、私はすべての模像を見ている。目に見えないお前自身も、もう一人の自分(ソクラテス)も、要するに、すべてが二重になっているのだ。 買い手では、お前は賢く、目端の利く者として買い取るべきだな。さて、お前は彼の代金として私にいくら請求するのだ? ヘルメス 2タラントンをください。 買い手お前の言う通りの値段で買い取ろう。ただし、代金は後で支払うことにする。
- 14τὸ
イオン方言において関係代名詞として用いられている τὸ(あるいは指示代名詞の対格で、文頭において「それゆえ」のように副詞的に機能するもの)。主節の οἰκτείρω(同情する)の目的語、あるいは理由を表す関係節の導入として解釈される。
- 14ἐς κυκεῶνα
「キュケオン(混ぜ合わせの飲み物)へと」。ヘラクレイトスの断片(DK 125B「キュケオンも攪拌されねば分離する」)に由来する比喩的表現。ここでは前置詞 ἐς と対格の組み合わせにより、万物が変化して混ざり合う混沌の状態を示している。
- 15τὸ ... πολυπραγμονεῖν
冠詞 τὸ を伴う不定詞句が、前文の「驚くべき話だ(ἄπιστα λέγεις)」の具体的呼応として同格または感嘆の対格として機能している。不定詞 πολυπραγμονεῖν の意味上の主語は対格の παιδεραστὴν ὄντα(少年愛者であること)である。
- 18εἰ γάρ που εἶεν, οὐκ ἂν εἶεν
条件節 εἰ ... εἶεν も帰結節 οὐκ ἂν εἶεν も希求法(潜在)を用いている。「もし(イデアが)物理的にどこか特定の場所にあるとすれば、それらはもはや(超越的な)イデアとして存在しない(=定義上矛盾する)ことになる」というプラトン的なパラドックスを表現している。
