§6Χάρων
ὁρῶ γῆν πολλὴν καὶ λίμνην τινὰ μεγάλην περιρρέουσαν καὶ ὄρη καὶ ποταμοὺς τοῦ Κωκυτοῦ καὶ Πυριφλεγέθοντος μείζονας καὶ ἀνθρώπους πάνυ σμικροὺς καί τινας φωλεοὺς αὐτῶν.
卡戎我看见许多土地,和一圈流淌着的巨大湖泊,还有比科塞特斯河和皮里弗勒格同河还要高大的山脉和河流,以及极小的人类和他们的某种巢穴。
Ἑρμῆς
πόλεις ἐκεῖναί εἰσιν οὓς φωλεοὺς εἶναι νομίζεις.
赫耳墨斯那些你认为是巢穴的东西,其实是城市。
Χάρων
οἶσθα οὖν, ὦ Ἑρμῆ, ὡς οὐδὲν ἡμῖν πέπρακται, ἀλλὰ μάτην τὸν Παρνασσὸν αὐτῇ Κασταλίᾳ καὶ τὴν Οἴτην καὶ τὰ ἄλλα ὄρη μετεκινήσαμεν;
卡戎那么,赫耳墨斯,你可知道我们什么也没做成,反而白白把帕纳塞斯山连同卡斯塔利亚泉,以及奥伊特山和其余的山都移过来了吗?
Ἑρμῆς
ὅτι τί;
赫耳墨斯因为什么?
Χάρων
οὐδὲν ἀκριβὲς ἐγὼ γοῦν ἀπὸ τοῦ ὑψηλοῦ ὁρῶ·
卡戎至少从高处看,我什么也看不清。
ἐδεόμην δὲ οὐ πόλεις καὶ ὄρη αὐτὸ μόνον ὥσπερ ἐν γραφαῖς ὁρᾶν, ἀλλὰ τοὺς ἀνθρώπους αὐτοὺς καὶ ἃ πράττουσι καὶ οἷα λέγουσιν.
我不仅想看到像画里那样的城市和山脉本身,还想看到人类自己,以及他们所做的事和所说的话。
ὥσπερ ὅτε με τὸ πρῶτον ἐντυχὼν εἶδες γελῶντα καὶ ἤρου γε ὅ τι γελῴην, ἀκούσας τινὸς ἥσθην εἰς ὑπερβολήν.
就像你第一次遇到我、看到我笑并问我笑什么时那样,我听了一个人的话,感到无比快活。
Ἑρμῆς
τί δὲ τοῦτο ἦν;
赫耳墨斯那是什么事呢?
Χάρων
ἐπὶ δεῖπνον, οἶμαι, κληθείς τις ὑπό τινος τῶν φίλων ἐς τὴν ὑστεραίαν,
μάλιστα ἥξω,
ἔφη, καὶ μεταξὺ λέγοντος ἀπὸ τοῦ τέγους κεραμὶς ἐμπεσοῦσα οὐκ οἶδʼ ὅτου κινήσαντος ἀπέκτεινεν αὐτόν.
卡戎我想,有一个人被他的一位朋友邀请去吃第二天的晚餐,他说:“我一定去。 ”就在他说话时,一片瓦片从屋顶掉下来,不知被谁碰了一下,把他砸死了。
ἐγέλασα οὖν οὐκ ἐπιτελέσαντος τὴν ὑπόσχεσιν.
我笑是因为他没有履行诺言。
ἔοικα δὲ καὶ νῦν ὑποκαταβήσεσθαι, ὡς μᾶλλον βλέποιμι καὶ ἀκούοιμι.
现在看来,我也该往下走一走,好让我看得更清、听得更准。
§7Ἑρμῆς
ἔχʼ ἀτρέμα·
赫耳墨斯别动。
καὶ τοῦτο γὰρ ἐγὼ ἰάσομαί σοι καὶ ὀξυδερκέστατον ἐν βραχεῖ σε ἀποφανῶ παρʼ Ὁμήρου τινὰ καὶ πρὸς τοῦτο ἐπῳδὴν λαβών, κἀπειδὰν εἴπω τὰ ἔπη, μέμνησο μηκέτι ἀμβλυώττειν, ἀλλὰ σαφῶς πάντα ὁρᾶν.
这件事我也能给你治好,我从荷马那里借一句咒语,很快就能让你变得目力极佳。 等我念完这几行诗,切记不要再视线模糊,而要清晰地看清一切。
Χάρων
λέγε μόνον.
卡戎快念吧。
Ἑρμῆς
"
ἀχλὺν δʼ αὖ τοι ἀπʼ ὀφθαλμῶν ἕλον, ἣ πρὶν ἐπῆεν,
ὄφρʼ εὖ γινώσκοις ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα.
赫耳墨斯 “我已从你的双眼中,拂去那先前遮蔽的迷雾,好让你能分清神明与凡人。
"
τί ἐστιν;
” 怎么样?
ἤδη ὁρᾷς;
现在看见了吗?
Χάρων
ὑπερφυῶς γε·
卡戎太神了。
τυφλὸς ὁ Λυγκεὺς ἐκεῖνος ὡς πρὸς ἐμέ·
跟相比,那个林叩斯简直是个瞎子。
ὥστε σὺ τὸ ἐπὶ τούτῳ προσδίδασκέ με καὶ ἀποκρίνου ἐρωτῶντι.
因此,接下来请教我,并回答我的提问。
ἀλλὰ βούλει κατὰ τὸν Ὅμηρον κἀγὼ ἔρωμαί σε, ὡς μάθῃς οὐδʼ αὐτὸν ἀμελέτητον ὄντα με τῶν Ὁμήρου;
不过,你想不想让我用荷马的方式问你,好让你知道我也不是没学过荷马的诗?
Ἑρμῆς
καὶ πόθεν σὺ ἔχεις τι τῶν ἐκείνου εἰδέναι, ναύτης ἀεὶ καὶ πρόσκωπος ὤν;
赫耳墨斯你一个当船夫、整天摇桨的人,怎么会知道他的诗句?
Χάρων
ὁρᾷς, ὀνειδιστικὸν τοῦτο εἰς τὴν τέχνην.
卡戎瞧,你这是对行当的侮辱。
ἐγὼ δὲ ὁπότε διεπόρθμευον αὐτὸν ἀποθανόντα, πολλὰ ῥαψῳδοῦντος ἀκούσας ἐνίων ἔτι μέμνημαι·
他死后我渡他过河时,听见他朗诵了许多诗篇,至今还记得一些。
καίτοι χειμὼν ἡμᾶς οὐ μικρὸς τότε κατελάμβανεν.
要知道,当时我们还遇上了不小的风暴。
ἐπεὶ γὰρ ἤρξατο ᾄδειν οὐ πάνυ αἴσιόν τινα ᾠδὴν τοῖς πλέουσιν, ὡς ὁ Ποσειδῶν συνήγαγε τὰς νεφέλας καὶ ἐτάραξε τὸν πόντον ὥσπερ τορύνην τινὰ ἐμβαλὼν τὴν τρίαιναν καὶ πάσας τὰς θυέλλας ὠρόθυνε καὶ ἄλλα πολλά, κυκῶν τὴν θάλατταν ὑπὸ τῶν ἐπῶν, χειμὼν ἄφνω καὶ γνόφος ἐμπεσὼν ὀλίγου δεῖν περιέτρεψεν ἡμῖν τὴν ναῦν·
因为当他开始唱一首对航海者来说极其不吉利的歌,唱到波塞冬如何聚集乌云,把三叉戟像搅拌棒一样伸进去搅动大海,唤起所有的狂风暴雨以及许多其他事情,用诗句搞得大海一片混乱时,突然间暴风雨和黑暗降临,几乎掀翻了我们的船。
ὅτε περ καὶ ναυτιάσας ἐκεῖνος ἀπήμεσε τῶν ῥαψῳδιῶν τὰς πολλὰς αὐτῇ Σκύλλῃ καὶ Χαρύβδει καὶ Κύκλωπι.
就在那时,他晕船吐出了大部分朗诵的诗篇,连同斯库拉、卡律布狄斯和独眼巨人一起。
οὐ χαλεπὸν οὖν ἦν ἐκ τοσούτου ἐμέτου ὀλίγα γοῦν διαφυλάττειν.
所以,从那么一大滩呕吐物里记住一小部分,并不算难。
§8Χάρων
εἰπὲ γάρ μοι· "
τίς τʼ ἄρʼ ὅδʼ ἐστὶ πάχιστος ἀνὴρ ἠΰς τε μέγας τε,
ἔξοχος ἀνθρώπων κεφαλὴν καὶ εὐρέας ὤμους;
卡戎告诉我: “那人是谁,如此魁梧,既高大又强壮,在众人之中,以头颅和宽阔的双肩出类拔萃?
"
Ἑρμῆς
Μίλων οὗτος ὁ ἐκ Κρότωνος ἀθλητής.
” 赫耳墨斯这是来自克罗托内的运动员米隆。
ἐπικροτοῦσι δʼ αὐτῷ οἱ Ἕλληνες, ὅτι τὸν ταῦρον ἀράμενος φέρει διὰ τοῦ σταδίου μέσου.
希腊人正向他喝彩,因为他扛起一头雄牛,正穿过体育场的中央。
Χάρων
καὶ πόσῳ δικαιότερον ἂν ἐμέ, ὦ Ἑρμῆ, ἐπαινοῖεν, ὃς αὐτόν σοι τὸν Μίλωνα μετʼ ὀλίγοι συλλαβὼν ἐνθήσομαι ἐς τὸ σκαφίδιον, ὁπόταν ἥκῃ πρὸς ἡμᾶς ὑπὸ τοῦ ἀμαχωτάτου τῶν ἀνταγωνιστῶν καταπαλαισθεὶς τοῦ Θανάτου, μηδὲ συνεὶς ὅπως αὐτὸν ὑποσκελίζει;
卡戎赫耳墨斯,人们赞美我该有多么合情合理啊! 因为过不了多久,我就会把这个米隆抓起来塞进我的小船里,当他被最无法战胜的对手“死亡”摔倒、甚至不知道自己是如何被绊倒而来到我们这里的时候。
κᾆτα οἰμώξεται ἡμῖν δηλαδὴ μεμνημένος τῶν στεφάνων τούτων καὶ τοῦ κρότου·
然后,他一定会对我们哀叹,怀念这些花冠和喝彩。
νῦν δὲ μέγα φρονεῖ θαυμαζόμενος ἐπὶ τῇ τοῦ ταύρου φορᾷ.
而现在他正因抗牛而受人瞩目、得意洋洋。
τί δʼ οὖν; οἰηθῶμεν ἄρα ἐλπίζειν αὐτὸν καὶ τεθνήξεσθαί ποτε;
那么,你认为他会预料到自己有一天也会死吗?
Ἑρμῆς
πόθεν ἐκεῖνος θανάτου νῦν μνημονεύσειεν ἂν ἐν ἀκμῇ τοσαύτῃ;
赫耳墨斯在如此鼎盛的时期,他现在怎么会想到死亡呢?
Χάρων
ἔα τοῦτον οὐκ εἰς μακρὰν γέλωτα ἡμῖν παρέξοντα ὁπόταν πλέῃ, μηδʼ ἐμπίδα οὐχ ὅπως ταῦρον ἔτι ἄρασθαι δυνάμενος.
卡戎别理他了,用不了多久,他乘船时就会给我们带来笑料,到时候他连一只蚊子都别想扛起,更不用说雄牛了。