§3Χάρων
οἶσθα, ὦ Ἑρμῆ, ἅπερ εἴωθα λέγειν ἐγὼ πρὸς ὑμᾶς, ἐπειδὰν πλέωμεν;
卡戎赫耳墨斯,你可知道,每当我们航行时,我常对你们说什么?
ὁπόταν γὰρ τὸ πνεῦμα καταιγίσαν πλαγίᾳ τῇ ὀθόνῃ ἐμπέσῃ καὶ τὸ κῦμα ὑψηλὸν ἀρθῇ, τότε ὑμεῖς μὲν ὑπʼ ἀγνοίας κελεύετε τὴν ὀθόνην στεῖλαι ἢ ἐνδοῦναι ὀλίγον τοῦ ποδὸς ἢ συνεκδραμεῖν τῷ πνεύματι, ἐγὼ δὲ τὴν ἡσυχίαν ἄγειν παρακελεύομαι ὑμῖν·
因为每当狂风暴雨袭来、吹打着倾斜的帆,波涛高高卷起时,你们总是因为无知而命令我收帆,或者稍稍放松帆索,或者顺风奔航,而我却劝告你们保持安静,因为我最清楚该怎么做。
αὐτὸς γὰρ εἰδέναι τὸ βέλτιον. κατὰ ταὐτὰ δὴ καὶ σὺ πρᾶττε ὁπόσα καλῶς ἔχειν νομίζεις κυβερνήτης νῦν γε ὤν·
因此,你也照样做你认为妥当的一切吧,因为现在你才是舵手。
ἐγὼ δέ, ὥσπερ ἐπιβάταις νόμος, σιωπῇ καθεδοῦμαι πάντα πειθόμενος κελεύοντί σοι.
而我,将像乘客的惯例一样,保持沉默,完全听从你的命令。
Ἑρμῆς
ὀρθῶς λέγεις·
赫耳墨斯你说得对。
αὐτὸς γὰρ εἴσομαι τί ποιητέον καὶ ἐξευρήσω τὴν ἱκανὴν σκοπήν.
我自己会知道该怎么做,并会找到一个足够的瞭望哨。
ἆρʼ οὖν ὁ Καύκασος ἐπιτήδειος ἢ ὁ Παρνασσὸς ἢ ὑψηλότερος ἀμφοῖν ὁ Ὄλυμπος ἐκεινοσί;
那么,是高加索山合适,还是帕纳塞斯山,或者是比这两座山都要高的那边的奥林匹斯山?
καίτοι οὐ φαῦλον ὃ ἀνεμνήσθην ἐς τὸν Ὄλυμπον ἀπιδών·
不过,看着奥林匹斯山,我忽然想起的这个办法倒是不错。
συγκαμεῖν δέ τι καὶ ὑπουργῆσαι καὶ σὲ δεῖ.
但是你也需要一起出力,帮一点忙。
Χάρων
πρόσταττε· ὑπουργήσω γὰρ ὅσα δυνατά.
卡戎尽管吩咐吧,只要是能做到的,我都会帮忙。
Ἑρμῆς
Ὅμηρος ὁ ποιητής φησι τοὺς Ἀλωέως υἱέας, δύο καὶ αὐτοὺς ὄντας, ἔτι παῖδας ἐθελῆσαί ποτε τὴν Ὄσσαν ἐκ βάθρων ἀνασπάσαντας ἐπιθεῖναι τῷ Ὀλύμπῳ, εἶτα τὸ Πήλιον ἐπʼ αὐτῇ, ἱκανὴν ταύτην κλίμακα ἕξειν οἰομένους καὶ πρόσβασιν ἐπὶ τὸν οὐρανόν.
赫耳墨斯诗人荷马说,阿洛欧斯的两个儿子(他们也只有两个人),还在孩提时代时,曾想把奥萨山连根拔起放在奥林匹斯山上,然后再把皮立翁山放在它上面,以为这样就可以作为登天的足够梯子和通道。
ἐκείνω μὲν οὖν τὼ μειρακίω, ἀτασθάλω γὰρ ἤστην, δίκας ἐτισάτην·
那两个少年因为狂妄自大而遭到了惩罚。
νὼ δὲ — οὐ γὰρ ἐπὶ κακῷ τῶν θεῶν ταῦτα βουλεύομεν — τί οὐχὶ οἰκοδομοῦμεν καὶ αὐτοὶ κατὰ τὰ αὐτὰ ἐπικυλινδοῦντες ἐπάλληλα τὰ ὄρη, ὡς ἔχοιμεν ἀφʼ ὑψηλοτέρου ἀκριβεστέραν τὴν σκοπήν;
但是我们——因为我们谋划这些并非为了加害神明——为什么不也照样把山一座座滚过去重叠起来,好让我们能从更高的地方获得更精确的视野呢?
§4Χάρων
καὶ δυνησόμεθα, ὦ Ἑρμῆ, δύʼ ὄντες ἀναθέσθαι ἀράμενοι τὸ Πήλιον ἢ τὴν Ὄσσαν;
卡戎赫耳墨斯,我们只有两个人,能抬起皮立翁山或奥萨山并把它们叠上去吗?
Ἑρμῆς
διὰ τί δʼ οὐκ ἄν, ὦ Χάρων;
赫耳墨斯为什么不能呢,卡戎?
ἢ ἀξιοῖς ἡμᾶς ἀγεννεστέρους εἶναι τοῖν βρεφυλλίοιν ἐκείνοιν, καὶ ταῦτα θεοὺς ὑπάρχοντας;
难道你认为我们作为神明,还不如那两个小毛孩吗?
Χάρων
οὔκ, ἀλλὰ τὸ πρᾶγμα δοκεῖ μοι ἀπίθανόν τινα τὴν μεγαλουργίαν ἔχειν.
卡戎不,只是这件事在我看来,其宏伟程度有些令人难以置信。
Ἑρμῆς
εἰκότως·
赫耳墨斯理所当然。
ἰδιώτης γὰρ εἶ, ὦ Χάρων, καὶ ἥκιστα ποιητικός·
卡戎,因为你是个门外汉,完全不懂诗意。
ὁ δὲ γεννάδας Ὅμηρος ἀπὸ δυοῖν στίχοιν αὐτίκα ἡμῖν ἀμβατὸν ἐποίησε τὸν οὐρανόν, οὕτω ῥᾳδίως συνθεὶς τὰ ὄρη.
而高贵的荷马只用两行诗,就立刻为我们创造了可以登天的通道,如此轻易地把大山组合在了一起。
καὶ θαυμάζω εἴ σοι ταῦτα τεράστια εἶναι δοκεῖ τὸν Ἄτλαντα δηλαδὴ εἰδότι, ὃς τὸν πόλον αὐτὸν εἷς ὢν φέρει ἀνέχων ἡμᾶς ἅπαντας.
如果你觉得这些是奇迹,那倒让我感到奇怪了,毕竟你显然知道阿特拉斯,他独自一人承受着天球本身,支撑着我们所有人。
ἀκούεις δέ γε ἴσως καὶ τοῦ ἀδελφοῦ τοῦ ἐμοῦ πέρι τοῦ Ἡρακλέους, ὡς διαδέξαιτό ποτε αὐτὸς ἐκεῖνος τὸν Ἄτλαντα, καὶ ἀναπαύσειε πρὸς ὀλίγον τοῦ ἄχθους ὑποθεὶς ἑαυτὸν τῷ φορτίῳ.
而且你可能也听说过我的兄弟赫拉克勒斯,他曾亲自替代阿特拉斯,将自己置于重担之下,让他稍微从重荷中歇息片刻。
Χάρων
ἀκούω καὶ ταῦτα·
卡戎这些我也听说过。
εἰ δὲ ἀληθῆ ἔστιν, σὺ ἄν, ὦ Ἑρμῆ, καὶ οἱ ποιηταὶ εἰδείητε.
但至于是不是真的,赫耳墨斯,你和那些诗人们才清楚。
Ἑρμῆς
ἀληθέστατα, ὦ Χάρων.
赫耳墨斯千真万确,卡戎。
ἢ τίνος γὰρ ἕνεκα σοφοὶ ἄνδρες ἐψεύδοντο ἄν;
否则,有智慧的人为什么要说谎呢?
ὥστε ἀναμοχλεύωμεν τὴν Ὄσσαν πρῶτον, ὥσπερ ἡμῖν ὑφηγεῖται τὸ ἔπος καὶ ὁ ἀρχιτέκτων Ὅμηρος,
"
αὐτὰρ ἐπʼ Ὄσσῃ
Πήλιον εἰνοσίφυλλον.
所以,让我们首先把奥萨山撬起来,正如诗句和建筑师荷马所引导我们的那样: “但在奥萨之上,叠着枝叶摇曳的皮立翁。
"
ὁρᾷς ὅπως ῥᾳδίως ἅμα καὶ ποιητικῶς ἐξειργασάμεθα;
” 你瞧,我们完成得多么轻易而又富有诗意?
φέρʼ οὖν ἀναβὰς ἴδω, εἰ καὶ ταῦτα ἱκανὰ ἢ ἐποικοδομεῖν ἔτι δεήσει.
来,让我上去看看,这些是否足够,还是还需要继续建造。
§5Ἑρμῆς
παπαῖ, κάτω ἔτι ἐσμὲν ἐν ὑπωρείᾳ τοῦ οὐρανοῦ·
赫耳墨斯哎呀,我们仍然在天空的低矮山麓下。
ἀπὸ μὲν γὰρ τῶν ἑῴων μόγις Ἰωνία καὶ Λυδία φαίνεται, ἀπὸ δὲ τῆς ἑσπέρας οὐ πλέον Ἰταλίας καὶ Σικελίας, ἀπὸ δὲ τῶν ἀρκτῴων τὰ ἐπὶ τάδε τοῦ Ἴστρου μόνον, κἀκεῖθεν ἡ Κρήτη οὐ πάνυ σαφῶς.
因为从东边看,勉强能看到伊奥尼亚和吕底亚;从西边看,看不到意大利和西西里以外的地方;从北边看,只能看到伊斯特河这一侧,而从那里看,克里特岛也完全不清楚。
μετακινητέα ἡμῖν, ὦ πορθμεῦ, καὶ ἡ Οἴτη, ὡς ἔοικεν, εἶτα ὁ Παρνασσὸς ἐπὶ πᾶσιν.
船夫啊,看来我们还要把奥伊特山移过来,最后再把帕纳塞斯山叠在最上面。
Χάρων
οὕτω ποιῶμεν.
卡戎就这么办。
ὅρα μόνον μὴ λεπτότερον ἐξεργασώμεθα τὸ ἔργον ἀπομηκύναντες πέρα τοῦ πιθανοῦ, εἶτα συγκαταρριφέντες αὐτῷ πικρᾶς τῆς Ὁμήρου οἰκοδομικῆς πειραθῶμεν συντριβέντες τῶν κρανίων.
只是你要注意,别把这活干得太单薄,延伸到了不合常理的高度,结果我们和它一起摔下来,尝到荷马建筑术的苦果,把头骨撞得粉碎。
Ἑρμῆς
θάρρει· ἀσφαλῶς γὰρ ἕξει ἅπαντα.
赫耳墨斯放心,一切都会很安全的。
μετατίθει τὴν Οἴτην· ἐπικυλινδείσθω ὁ Παρνασσός.
移开奥伊特山;让帕纳塞斯山滚上来。
ἰδοὺ δή, ἐπάνειμι αὖθις·
看啊,我再次上来了。
εὖ ἔχει· πάντα ὁρῶ·
很好,我能看见一切了。
ἀνάβαινε ἤδη καὶ σύ.
现在你也可以上来了。
Χάρων
ὄρεξον, ὦ Ἑρμῆ, τὴν χεῖρα·
卡戎赫耳墨斯,拉我一把。
οὐ γὰρ ἐπὶ μικράν με ταύτην μηχανὴν ἀναβιβάζεις.
你把我拉上的可不是个小机关。
Ἑρμῆς
εἴ γε καὶ ἰδεῖν ἐθέλεις, ὦ Χάρων, ἅπαντα· οὐκ ἔνι δὲ ἄμφω καὶ ἀσφαλῆ καὶ φιλοθεάμονα εἶναι.
赫耳墨斯既然你也想看清一切,卡戎;但一个人不可能既安全又饱览风光。
ἀλλʼ ἔχου μου τῆς δεξιᾶς καὶ φείδου μὴ κατὰ τοῦ ὀλισθηροῦ πατεῖν.
不过,抓住我的右手,注意不要踩到滑的地方。
εὖ γε, ἀνελήλυθας καὶ σύ·
太好了,你也上来了。
καὶ ἐπείπερ δικόρυμβος ὁ Παρνασσός ἐστι, μίαν ἑκάτερος ἄκραν ἀπολαβόμενοι καθεζώμεθα·
既然帕纳塞斯山是双峰的,我们俩各占一个山峰坐下吧。
σὺ δέ μοι ἤδη ἐν κύκλῳ περιβλέπων ἐπισκόπει ἅπαντα.
现在,你给我四下环顾,观察一切。