← ルキアノス

カロン

§3-5

山々の積み重ねと展望台の建設

ヘルメースとカローンは、地上を見下ろす物見台を作るため、ホメーロスの詩に倣って山々(オリンポス、オッサ、ペーリオン、オイテー、パルナッソス)を積み重ねて登り、その頂上から世界を観察し始める。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3

Χάρων οἶσθα, ὦ Ἑρμῆ, ἅπερ εἴωθα λέγειν ἐγὼ πρὸς ὑμᾶς, ἐπειδὰν πλέωμεν; ὁπόταν γὰρ τὸ πνεῦμα καταιγίσαν πλαγίᾳ τῇ ὀθόνῃ ἐμπέσῃ καὶ τὸ κῦμα ὑψηλὸν ἀρθῇ, τότε ὑμεῖς μὲν ὑπʼ ἀγνοίας κελεύετε τὴν ὀθόνην στεῖλαι ἢ ἐνδοῦναι ὀλίγον τοῦ ποδὸς ἢ συνεκδραμεῖν τῷ πνεύματι, ἐγὼ δὲ τὴν ἡσυχίαν ἄγειν παρακελεύομαι ὑμῖν· αὐτὸς γὰρ εἰδέναι τὸ βέλτιον.1 κατὰ ταὐτὰ δὴ καὶ σὺ πρᾶττε ὁπόσα καλῶς ἔχειν νομίζεις κυβερνήτης νῦν γε ὤν· ἐγὼ δέ, ὥσπερ ἐπιβάταις νόμος, σιωπῇ καθεδοῦμαι πάντα πειθόμενος κελεύοντί σοι. Ἑρμῆς ὀρθῶς λέγεις· αὐτὸς γὰρ εἴσομαι τί ποιητέον καὶ ἐξευρήσω τὴν ἱκανὴν σκοπήν. ἆρʼ οὖν ὁ Καύκασος ἐπιτήδειος ἢ ὁ Παρνασσὸς ἢ ὑψηλότερος ἀμφοῖν ὁ Ὄλυμπος ἐκεινοσί; καίτοι οὐ φαῦλον ὃ ἀνεμνήσθην ἐς τὸν Ὄλυμπον ἀπιδών· συγκαμεῖν δέ τι καὶ ὑπουργῆσαι καὶ σὲ δεῖ. Χάρων πρόσταττε· ὑπουργήσω γὰρ ὅσα δυνατά. Ἑρμῆς Ὅμηρος ὁ ποιητής φησι τοὺς Ἀλωέως υἱέας, δύο καὶ αὐτοὺς ὄντας, ἔτι παῖδας ἐθελῆσαί ποτε τὴν Ὄσσαν ἐκ βάθρων ἀνασπάσαντας ἐπιθεῖναι τῷ Ὀλύμπῳ, εἶτα τὸ Πήλιον ἐπʼ αὐτῇ, ἱκανὴν ταύτην κλίμακα ἕξειν οἰομένους καὶ πρόσβασιν ἐπὶ τὸν οὐρανόν. ἐκείνω μὲν οὖν τὼ μειρακίω, ἀτασθάλω γὰρ ἤστην, δίκας ἐτισάτην· νὼ δὲ — οὐ γὰρ ἐπὶ κακῷ τῶν θεῶν ταῦτα βουλεύομεν — τί οὐχὶ οἰκοδομοῦμεν2 καὶ αὐτοὶ κατὰ τὰ αὐτὰ ἐπικυλινδοῦντες ἐπάλληλα τὰ ὄρη, ὡς ἔχοιμεν ἀφʼ ὑψηλοτέρου ἀκριβεστέραν τὴν σκοπήν;

カローン ヘルメースよ、私たちが船を出すとき、私がいつも君たちに言うことを知っているか。というのも、突風が激しく吹いて斜めの帆に当たり、波が高く持ち上がるとき、君たちは無知から帆を畳めとか、帆脚索を少し緩めろとか、風に任せて走らせろと命じるが、私は静かにしているように君たちに勧める。私自身が最善を知っているからだ。それと全く同じように、君も今は船長なのだから、良いと思うことを何でもやりなさい。私は、乗客の習わし通り、君が命じることに全面的に従って静かに座っていよう。 ヘルメース 君の言う通りだ。私自身が何をなすべきか知るであろうし、十分な物見の場所を見つけ出すだろう。では、カウカソス山が適しているか、あるいはパルナッソス山か、あるいは両方より高いあそこのオリンポス山か。だが、オリンポス山を見上げて私が思い出したことは悪くない。しかし、君も少し一緒に骨折って、手伝う必要がある。 カローン 命じてくれ。できる限りの手伝いをしよう。 ヘルメース 詩人ホメーロスが言うには、アローエウスの息子たち(彼らもまた二人だったが)、まだ子供だった頃に、いつかオッサ山を根こそぎ引き抜いてオリンポス山の上に置き、さらにその上にペーリオン山を置こうと望んだそうだ。それによって、天への十分な梯子と登り道が得られると考えたからだ。あの二人の若者は、不遜であったために罰を受けた。しかし私たちは――神々を害するためにこれを企てているのではないのだから――同じようにして次々と山を転がし重ねて積み上げ、より高いところから、より正確な見晴らしを得られるようにしようではないか。

§4

Χάρων καὶ δυνησόμεθα, ὦ Ἑρμῆ, δύʼ ὄντες ἀναθέσθαι ἀράμενοι τὸ Πήλιον ἢ τὴν Ὄσσαν; Ἑρμῆς διὰ τί δʼ οὐκ ἄν, ὦ Χάρων; ἢ ἀξιοῖς ἡμᾶς ἀγεννεστέρους εἶναι τοῖν βρεφυλλίοιν ἐκείνοιν, καὶ ταῦτα θεοὺς ὑπάρχοντας; Χάρων οὔκ, ἀλλὰ τὸ πρᾶγμα δοκεῖ μοι ἀπίθανόν τινα τὴν μεγαλουργίαν ἔχειν. Ἑρμῆς εἰκότως·3 ἰδιώτης γὰρ εἶ, ὦ Χάρων, καὶ ἥκιστα ποιητικός· ὁ δὲ γεννάδας Ὅμηρος ἀπὸ δυοῖν στίχοιν αὐτίκα ἡμῖν ἀμβατὸν ἐποίησε τὸν οὐρανόν, οὕτω ῥᾳδίως συνθεὶς τὰ ὄρη. καὶ θαυμάζω εἴ σοι4 ταῦτα τεράστια εἶναι δοκεῖ τὸν Ἄτλαντα δηλαδὴ εἰδότι, ὃς τὸν πόλον αὐτὸν εἷς ὢν φέρει ἀνέχων ἡμᾶς ἅπαντας. ἀκούεις δέ γε ἴσως καὶ τοῦ ἀδελφοῦ τοῦ ἐμοῦ πέρι τοῦ Ἡρακλέους, ὡς διαδέξαιτό ποτε αὐτὸς ἐκεῖνος τὸν Ἄτλαντα, καὶ ἀναπαύσειε πρὸς ὀλίγον τοῦ ἄχθους ὑποθεὶς ἑαυτὸν τῷ φορτίῳ. Χάρων ἀκούω καὶ ταῦτα· εἰ δὲ ἀληθῆ ἔστιν, σὺ ἄν, ὦ Ἑρμῆ, καὶ οἱ ποιηταὶ εἰδείητε. Ἑρμῆς ἀληθέστατα, ὦ Χάρων. ἢ τίνος γὰρ ἕνεκα σοφοὶ ἄνδρες ἐψεύδοντο ἄν; ὥστε ἀναμοχλεύωμεν τὴν Ὄσσαν πρῶτον, ὥσπερ ἡμῖν ὑφηγεῖται τὸ ἔπος καὶ ὁ ἀρχιτέκτων Ὅμηρος, "αὐτὰρ ἐπʼ Ὄσσῃ Πήλιον εἰνοσίφυλλον." ὁρᾷς ὅπως ῥᾳδίως ἅμα καὶ ποιητικῶς ἐξειργασάμεθα; φέρʼ οὖν ἀναβὰς ἴδω, εἰ καὶ ταῦτα ἱκανὰ ἢ ἐποικοδομεῖν ἔτι δεήσει.

カローン ヘルメースよ、私たち二人だけでペーリオン山やオッサ山を持ち上げて載せることができるだろうか。 ヘルメース なぜできないことがあろうか、カローンよ。まさか君は、私たちが神々であるにもかかわらず、あの二人の子供たちよりも不甲斐ないと思うのか。 カローン そうではないが、その行為は信じがたいほどの壮大さを持っているように思えるのだ。 ヘルメース もっともなことだ。カローンよ、君は素人であり、詩的なことには全く疎いからな。だが高貴なホメーロスは、わずか2行で、たちまち私たちにとって天を登れる場所にしてみせた。これほど容易に山々を組み合わせたのだから。それに、アトラスのことを知っていながら、君がこれらをあり得ないことと思うのが不思議だ。アトラスは一人で天球そのものを支え、私たち全員を支えているというのに。また、おそらく君は私の兄弟であるヘーラクレースについても聞いているだろう。彼自身がかつてアトラスの身代わりになり、荷の下に身を滑り込ませて、アトラスを重荷からしばらく休ませたことを。 カローン それも聞いている。だが、それが真実かどうかは、ヘルメースよ、君と詩人たちこそが知っているだろう。 ヘルメース 全くの真実だとも、カローンよ。でなければ、知恵ある人々がなぜ嘘をつくだろうか。だから、詩の一節と建築家ホメーロスが我々を導く通りに、まずオッサ山を動かそう。 「しかしオッサの上には、葉を揺らすペーリオンを」 見なさい、どれほど容易に、かつ詩的に我々がやり遂げたかを。さあ、登って見てみよう、これで十分なのか、それともさらに積み重ねる必要があるのかを。

§5

Ἑρμῆς παπαῖ, κάτω ἔτι ἐσμὲν ἐν ὑπωρείᾳ τοῦ οὐρανοῦ· ἀπὸ μὲν γὰρ τῶν ἑῴων μόγις Ἰωνία καὶ Λυδία φαίνεται, ἀπὸ δὲ τῆς ἑσπέρας οὐ πλέον Ἰταλίας καὶ Σικελίας, ἀπὸ δὲ τῶν ἀρκτῴων τὰ ἐπὶ τάδε τοῦ Ἴστρου μόνον, κἀκεῖθεν ἡ Κρήτη οὐ πάνυ σαφῶς. μετακινητέα ἡμῖν, ὦ πορθμεῦ, καὶ ἡ Οἴτη, ὡς ἔοικεν, εἶτα ὁ Παρνασσὸς ἐπὶ πᾶσιν. Χάρων οὕτω ποιῶμεν. ὅρα μόνον μὴ λεπτότερον ἐξεργασώμεθα τὸ ἔργον ἀπομηκύναντες πέρα τοῦ πιθανοῦ, εἶτα συγκαταρριφέντες αὐτῷ πικρᾶς τῆς Ὁμήρου οἰκοδομικῆς πειραθῶμεν συντριβέντες τῶν κρανίων. Ἑρμῆς θάρρει· ἀσφαλῶς γὰρ ἕξει ἅπαντα. μετατίθει τὴν Οἴτην· ἐπικυλινδείσθω ὁ Παρνασσός. ἰδοὺ δή, ἐπάνειμι αὖθις· εὖ ἔχει· πάντα ὁρῶ· ἀνάβαινε ἤδη καὶ σύ. Χάρων ὄρεξον, ὦ Ἑρμῆ, τὴν χεῖρα· οὐ γὰρ ἐπὶ μικράν με ταύτην μηχανὴν ἀναβιβάζεις. Ἑρμῆς εἴ γε καὶ ἰδεῖν ἐθέλεις, ὦ Χάρων, ἅπαντα· οὐκ ἔνι5 δὲ ἄμφω καὶ ἀσφαλῆ καὶ φιλοθεάμονα εἶναι. ἀλλʼ ἔχου μου τῆς δεξιᾶς καὶ φείδου μὴ κατὰ τοῦ ὀλισθηροῦ πατεῖν. εὖ γε, ἀνελήλυθας καὶ σύ· καὶ ἐπείπερ δικόρυμβος ὁ Παρνασσός ἐστι, μίαν ἑκάτερος ἄκραν ἀπολαβόμενοι καθεζώμεθα· σὺ δέ μοι ἤδη ἐν κύκλῳ περιβλέπων ἐπισκόπει ἅπαντα.

ヘルメース おお、私たちはまだ天の麓の低いところにいる。東の方では、イオーニアとリュディアが辛うじて見えるだけであり、西の方ではイタリアとシケリアより先は見えず、北の方ではイストロス川のこちら側が見えるだけで、向こうの方ではクレーテー島が全くはっきりしない。渡し守よ、私たちはオイテー山も動かさねばならないようだ。そして最後にパルナッソス山をね。 カローン そうしよう。ただ、私たちがこの仕事をあまりに細く作りすぎて、もっともらしさを超えて高く伸ばしてしまい、挙句の果てにこれと一緒に崩れ落ちて、ホメーロスの建築術の苦い味を知ることになり、頭蓋骨を粉々に砕くことのないよう注意してくれ。 ヘルメース 安心しなさい。すべて安全に行くから。オイテー山を移しなさい。パルナッソス山を転がして載せるのだ。さあ見なさい、私は再び登るぞ。よし、すべてが見える。さあ、今度は君も登ってきなさい。 カローン ヘルメースよ、手を差し伸べてくれ。君は私をこの小さからぬ仕掛けの上に登らせようとしているのだから。 ヘルメース カローンよ、君がすべてを見たいと望むのなら当然だ。安全であることと、見たがりであることの両方は成り立たない。さあ、私の右手をつかんで、滑りやすいところを踏まないように気をつけなさい。よし、君も登ってきたな。そして、パルナッソス山は二つの峰を持っているから、それぞれが一方の山頂を占めて座ろう。さあ、周りをぐるりと見渡して、すべてを観察するのだ。

構文注5 件
  1. 3αὐτὸς γὰρ εἰδέναι τὸ βέλτιον

    間接話法における不定詞節。不定詞 εἰδέναι の意味上の主語が主節(ここではカローンの心の声、または παρακελεύομαι 「勧める」に内包される伝言・思考内容)の主語「私(カローン)」と一致しているため、対格ではなく主格の αὐτός が用いられている(主格同格)。

  2. 3τί οὐχὶ οἰκοδομοῦμεν

    疑問副詞 τί οὐχί (なぜ〜しないのか)の後に直説法現在形(1人称複数)が続くことで、「〜しようではないか」という強い提案・勧誘を表す慣用表現。

  3. 4εἰκότως

    副詞単独で「もっともなことだ」「当然である」を意味し、前文のカローンの言葉(「大仕事に思える」)に対するヘルメースの同意を示す。文脈上、後ろに δοκεῖ σοι τοῦτο(君にそれがそう思えるのは)などの表現が省略されている。

  4. 4θαυμάζω εἴ σοι

    感情を表す動詞 θαυμάζω (驚く、不思議に思う)の後に続く接続詞 εἰ は、単純な条件節(もし〜なら)ではなく、「〜であることに驚く」「〜かどうか不思議に思う」という名詞節的な事実の提示を導く。

  5. 5οὐκ ἔνι

    ここでの ἔνι は前置詞ではなく、非人称動詞 ἔνεστι (可能である、存在する)のアクセント後退形であり、否定辞とともに「〜することは不可能だ」を意味する。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0062.tlg023.humanitext-grc2:3-5