Humanitext Reader

琉善 · 卡戎或观察者 §1-2

卡戎造访人间与赫耳墨斯的引导

第 1 段,共 8 段 · 希腊语

内容简介

卡戎为了观察人间的生活而从阴间来到地上,并遇到了赫耳墨斯。卡戎恳求赫耳墨斯作他的向导;尽管害怕宙斯的愤怒,赫耳墨斯还是同意了,并建议他们找一座高山作为瞭望台。

§1Ἑρμῆς τί γελᾷς, ὦ Χάρων;
赫耳墨斯你笑什么,卡戎?
ἢ τί τὸ πορθμεῖον ἀπολιπὼν δεῦρο ἀνελήλυθας εἰς τὴν ἡμετέραν οὐ πάνυ εἰωθὼς ἐπιχωριάζειν τοῖς ἄνω πράγμασιν;
你又为什么离开那渡船,来到我们的世界? 你本来可是一点也不习惯在上面的世界活动。
Χάρων ἐπεθύμησα, ὦ Ἑρμῆ, ἰδεῖν ὁποῖά ἐστι τὰ ἐν τῷ βίῳ καὶ ἃ πράττουσιν οἱ ἄνθρωποι ἐν αὐτῷ ἢ τίνων στερούμενοι πάντες οἰμώζουσι κατιόντες παρʼ ἡμᾶς·
卡戎赫耳墨斯啊,我想看看生活中的事物是什么样子,人们在其中做些什么,或者是因为失去了什么,他们下来到我们这里时全都痛哭流涕。
οὐδεὶς γὰρ αὐτῶν ἀδακρυτὶ διέπλευσεν.
因为他们中没有一个人是无泪渡河的。
αἰτησάμενος οὖν παρὰ τοῦ Ἅιδου καὶ αὐτὸς ὥσπερ ὁ Θετταλὸς ἐκεῖνος νεανίσκος μίαν ἡμέραν λιπόνεως γενέσθαι ἀνελήλυθα ἐς τὸ φῶς, καί μοι δοκῶ εἰς δέον ἐντετυχηκέναι σοι·
因此,我请求了哈迪斯,也像那个色萨利青年一样,获准离船一天,来到了这光明世界。 我觉得我遇见你正是时候。
ξεναγήσεις γὰρ εὖ οἶδʼ ὅτι με συμπερινοστῶν καὶ δείξεις ἕκαστα ὡς ἂν εἰδὼς ἅπαντα.
因为我很清楚,你会带着我四处游历、指引我,并且像个无所不知的人一样向我展示每件事物。
Ἑρμῆς οὐ σχολή μοι, ὦ πορθμεῦ·
赫耳墨斯我可没空,船夫。
ἀπέρχομαι γάρ τι διακονησόμενος τῷ ἄνω Διὶ τῶν ἀνθρωπικῶν·
我正要去为上面的宙斯办理一件人间的事物。
ὁ δὲ ὀξύθυμός τέ ἐστι καὶ δέδια μὴ βραδύναντά με ὅλον ὑμέτερον ἐάσῃ εἶναι παραδοὺς τῷ ζόφῳ, ἢ ὅπερ τὸν Ἥφαιστον πρῴην ἐποίησε, ῥίψῃ κἀμὲ τεταγὼν τοῦ ποδὸς ἀπὸ τοῦ θεσπεσίου βηλοῦ, ὡς ὑποσκάζων γέλωτα παρέχοιμι καὶ αὐτὸς οἰνοχοῶν.
而他的脾气十分暴躁,我担心如果我迟到了,他会把我完全留给你们,交托给黑暗;或者,就像他不久前对赫菲斯托斯所做的那样,抓住我的脚把我从神圣的门槛上扔下去,以至于我也一瘸一拐地斟酒,惹人发笑。
Χάρων περιόψει οὖν με ἄλλως πλανώμενον ὑπὲρ γῆς, καὶ ταῦτα ἑταῖρος καὶ σύμπλους καὶ συνδιάκτορος ὤν;
卡戎那么,你难道就眼睁睁看着我徒然在地上流浪吗? 更何况你还是我的同伴、同舟共济者和共同传令官?
καὶ μὴν καλῶς εἶχεν, ὦ Μαίας παῖ, ἐκείνων γοῦν σε μεμνῆσθαι, ὅτι μηδεπώποτέ σε ἢ ἀντλεῖν ἐκέλευσα ἢ πρόσκωπον εἶναι· ἀλλὰ σὺ μὲν ῥέγκεις ἐπὶ τοῦ καταστρώματος ἐκταθεὶς ὤμους οὕτω καρτεροὺς ἔχων, ἢ εἴ τινα λάλον νεκρὸν εὕροις, ἐκείνῳ παρʼ ὅλον τὸν πλοῦν διαλέγῃ·
而且,迈亚之子啊,你至少应该记住那些事:我从未要求你去排水,也没让你当过桨手;你却用你那强壮的肩膀在甲板上舒展身体、呼呼大睡,或者要是遇到哪个健谈的死者,你就整趟航程都跟他聊天。
ἐγὼ δὲ πρεσβύτης ὢν τὴν δικωπίαν ἐρέττω μόνος.
而我这个老头子,却只能独自划着双桨。
ἀλλὰ πρὸς τοῦ πατρός, ὦ φίλτατον Ἑρμάδιον, μὴ καταλίπῃς με, περιήγησαι δὲ τὰ ἐν τῷ βίῳ ἅπαντα, ὥς τι καὶ ἰδὼν ἐπανέλθοιμι·
所以看在你父亲的分上,我可爱的赫尔墨斯小弟,别抛弃我,带我浏览一遍人间的一切吧,好让我回去时也有所见识。
ὡς ἤν με σὺ ἀφῇς, οὐδὲν τῶν τυφλῶν διοίσω·
因为如果你丢下我,我就和瞎子没什么两样了。
καθάπερ γὰρ ἐκεῖνοι σφάλλονται καὶ διολισθάνουσιν ἐν τῷ σκότῳ, οὕτω δὴ κἀγώ σοι ἔμπαλιν ἀμβλυώττω πρὸς τὸ φῶς.
就像他们在黑暗中跌跌撞撞、滑倒一样,相反地,我在光明中却视力模糊。
ἀλλὰ δός, ὦ Κυλλήνιε, ἐς ἀεὶ μεμνησομένῳ τὴν χάριν.
所以,库勒涅之神啊,向我施予这个恩惠吧,我会永远铭记在心。
§2Ἑρμῆς τοῦτο τὸ πρᾶγμα πληγῶν αἴτιον καταστήσεταί μοι·
赫耳墨斯这件事肯定会让我挨一顿打。
ὁρῶ γοῦν ἤδη τὸν μισθὸν τῆς περιηγήσεως οὐκ ἀκόνδυλον παντάπασιν ἡμῖν ἐσόμενον.
不管怎样,我如今已经看出来,这番导览的报酬对我们来说绝不会是免受拳脚的。
ὑπουργητέον δὲ ὅμως·
但尽管如此,我还是得帮这个忙。
τί γὰρ ἂν καὶ πάθοι τις, ὁπότε φίλος τις ὢν βιάζοιτο;
既然是朋友相求,人又能怎么办呢?
πάντα μὲν οὖν σε ἰδεῖν καθʼ ἕκαστον ἀκριβῶς ἀμήχανόν ἐστιν, ὦ πορθμεῦ· πολλῶν γὰρ ἂν ἐτῶν ἡ διατριβὴ γένοιτο.
那么,船夫啊,要想把每一件事都精确地看一遍是不可能的,因为那得花上好几年的时间。
εἶτα ἐμὲ μὲν κηρύττεσθαι δεήσει καθάπερ ἀποδράντα ὑπὸ τοῦ Διός, σὲ δὲ καὶ αὐτὸν κωλύσει ἐνεργεῖν τὰ τοῦ Θανάτου ἔργα καὶ τὴν Πλούτωνος ἀρχὴν ζημιοῦν μὴ νεκραγωγοῦντα πολλοῦ τοῦ χρόνου· κᾆτα ὁ τελώνης Αἰακὸς ἀγανακτήσει μηδʼ ὀβολὸν ἐμπολῶν.
再者,我肯定会被宙斯当作逃兵发文通缉,而你自己也无法履行“死亡”的职责,因为长期不运送亡灵而损害普路托的领地;然后,那个税吏埃阿科斯也会因为赚不到一个奥博尔而大发雷霆。
ὡς δὲ τὰ κεφάλαια τῶν γιγνομένων ἴδοις, τοῦτο ἤδη σκεπτέον.
但是为了让你能看到正在发生的事情的大概,我们现在必须考虑这一点。
Χάρων αὐτός, ὦ Ἑρμῆ, ἐπινόει τὸ βέλτιστον·
卡戎赫耳墨斯,你自己想出最妥当的办法吧。
ἐγὼ δὲ οὐδὲν οἶδα τῶν ὑπὲρ γῆς ξένος ὤν.
我对地上的事情一无所知,因为我只是个外地人。
Ἑρμῆς τὸ μὲν ὅλον, ὦ Χάρων, ὑψηλοῦ τινος ἡμῖν δεῖ χωρίου, ὡς ἀπʼ ἐκείνου πάντα κατίδοις·
赫耳墨斯总的来说,卡戎,我们需要一个高处的场所,好让你能从那里俯瞰一切。
σοὶ δὲ εἰ μὲν ἐς τὸν οὐρανὸν ἀνελθεῖν δυνατὸν ἦν, οὐκ ἂν ἐκάμνομεν·
对你来说,如果能够升到天上去,我们就不必费劲了。
ἐκ περιωπῆς γὰρ ἂν ἀκριβῶς ἅπαντα καθεώρας.
因为你可以像从瞭望台一样,把一切都看得清清楚楚。
ἐπεὶ δὲ οὐ θέμις εἰδώλοις ἀεὶ συνόντα ἐπιβατεύειν τῶν βασιλείων τοῦ Διός, ὥρα ἡμῖν ὑψηλόν τι ὄρος περισκοπεῖν.
但既然一个整天与亡灵打交道的人是不被允许涉足宙斯的王宫的,那我们现在是时候去找一座高山了。

词汇与语法注释

  1. §1ὁ Θετταλὸς ἐκεῖνος νεανίσκος — 指色萨利青年普罗特西拉乌斯。他在特洛伊战争中首个战死,但获准从阴间返回一天以见妻子拉奥达弥亚。此处被用作卡戎暂时离开阴间的先例。
  2. §1λιπόνεως — 复合形容词 `λιπόναυς`(雅典方言变体 `λιπόνεως`)的单数阳性宾格,意为“弃船者(擅离职守者)”。此处用作不定式 `γενέσθαι` 的表语宾格。
  3. §1τεταγὼν τοῦ ποδὸς — 模仿荷马《伊利亚特》第一卷第591行(“抓住[我的]脚,把我从神圣的门槛上扔了下去”)。`τεταγών` 是一个重叠不定过去时分词,意为“抓住”。`τοῦ ποδὸς`(脚)是接触属格(部分属格的一种),表示被抓住的身体部位。
  4. §1καλῶς εἶχεν — 未完成过去时 `εἶχεν` 在没有语气词 `ἄν` 的情况下与表示适当性的副词(`καλῶς`)连用,构成无人称句,表示与事实相反的义务或理所当然:“本来应当……”(即便你实际上没有这样做)。
  5. §2οὐκ ἀκόνδυλον — 一种双重否定(缓叙法/婉转陈述)。`ἀκόνδυλος` 由否定前缀 `ἀ-` 和 `κόνδυλος`(拳头、拳击)构成,意为“免受拳击的”。因此,`οὐκ ἀ顾虑得不打` 强烈地肯定了“绝非不挨打”(必然会受到惩罚)。
  6. §2τί γὰρ ἂν καὶ πάθοι τις — 带有语气词 `ἄν` 的潜在希求法疑问句(`ἂν... πάθοι`),习惯上意为“人又能怎么办呢?”或“除了顺从还能怎样?”,用以表达无可奈何或不可避免。
  7. §2εἰ μὲν... δυνατὸν ἦν, οὐκ ἂν ἐκάμνομεν — 虚拟条件句(与现在事实相反)。条件从句使用直陈式未完成过去时(`ἦν`),主句使用直陈式未完成过去时(`ἐκάμνομεν`)加 `ἄν`。它表达了与现在事实相反的假设:“如果(现在)你能升天(实际上不能),我们就不必费事了(实际上我们很费事)”。

引用这一段

琉善, 卡戎或观察者 §1-2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg023.humanitext-grc2:1-2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。