§18Χάρων
ὁρῶ ταῦτα πάντα καὶ πρὸς ἐμαυτόν γε ἐννοῶ ὅ τι τὸ ἡδὺ αὐτοῖς παρὰ τὸν βίον ἢ τί ἐκεῖνό ἐστιν, οὗ στερούμενοι ἀγανακτοῦσιν.
卡戎我看到了所有这一切,并在心中琢磨,在他们的生命中究竟有什么是甜蜜的,或者他们因被夺走而愤恨的究竟是什么。
ἢν γοῦν τοὺς βασιλέας αὐτῶν ἴδῃ τις, οἵπερ εὐδαιμονέστατοι εἶναι δοκοῦσιν, ἔξω τοῦ ἀβεβαίου ὡς φὴς καὶ ἀμφιβόλου τῆς τύχης, πλείω τῶν ἡδέων τὰ ἀνιαρὰ εὑρήσει προσόντα αὐτοῖς, φόβους καὶ ταραχὰς καὶ μίση καὶ ἐπιβουλὰς καὶ ὀργὰς καὶ κολακείας·
至少,如果有人看看他们的国王,那些被认为最幸福的人,在如你所说,脱离了命运的反复无常和不确定性之外,他会发现附在他们身上的痛苦之事要多于甜蜜之事:恐惧、混乱、仇恨、阴谋、愤怒和奉承。
τούτοις γὰρ ἅπαντες σύνεισιν.
因为所有国王都与这些相伴。
ἐῶ πένθη καὶ νόσους καὶ πάθη ἐξ ἰσοτιμίας δηλαδὴ ἄρχοντα αὐτῶν·
我且不提丧恸、疾病和苦难,这些自然是平等地统治着他们。
ὅπου δὲ τὰ τούτων πονηρά, λογίζεσθαι καιρὸς οἷα τὰ τῶν ἰδιωτῶν ἂν εἴη.
而既然连他们的处境都如此糟糕,那就有必要去推算一下普通人的处境会是怎样的了。
§19Χάρων
ἐθέλω δʼ οὖν σοι, ὦ Ἑρμῆ, εἰπεῖν, ᾧτινι ἐοικέναι μοι ἔδοξαν οἱ ἄνθρωποι καὶ ὁ βίος ἅπας αὐτῶν.
卡戎因此,赫耳墨斯,我想告诉你,人类和他们的整个生命在我看来像什么。
ἤδη ποτὲ πομφόλυγας ἐν ὕδατι ἐθεάσω ὑπὸ κρουνῷ τινι καταράττοντι ἀνισταμένας;
你以前曾见过水在某种喷涌而下的泉水下升起气泡吗?
τὰς φυσαλλίδας λέγω, ἀφʼ ὧν συναγείρεται ὁ ἀφρός·
我指的是积聚成泡沫的那些气泡。
ἐκείνων τοίνυν τινὲς μὲν μικραί εἰσι καὶ αὐτίκα ἐκραγεῖσαι ἀπέσβησαν, αἱ δʼ ἐπὶ πλέον διαρκοῦσι· καὶ προσχωρουσῶν αὐταῖς τῶν ἄλλων αὗται ὑπερφυσώμεναι ἐς μέγιστον ὄγκον αἴρονται, ἔπειτα μέντοι κἀκεῖναι πάντως ἐξερράγησάν ποτε·
在那些气泡中,有些很小,立刻破裂并熄灭了;而有些则维持得更久;随着其他气泡并入其中,这些气泡便过度膨胀并升至极大的体积;然而,即便如此,那些气泡最后也必定会在某个时刻破裂。
οὐ γὰρ οἷόν τε ἄλλως γενέσθαι.
因为没有其他可能。
τοῦτό ἐστιν ὁ ἀνθρώπου βίος· ἅπαντες ὑπὸ πνεύματος ἐμπεφυσημένοι οἱ μὲν μείζους, οἱ δὲ ἐλάττους· καὶ οἱ μὲν ὀλιγοχρόνιον ἔχουσι καὶ ὠκύμορον τὸ φύσημα, οἱ δὲ ἅμα τῷ συστῆναι ἐπαύσαντο·
这就是人的生命:所有人都是被气吹胀的,有的膨胀得大些,有的膨胀得小些;有些人的膨胀是短命且速逝的,而另一些人在形成的同时就消失了。
πᾶσι δʼ οὖν ἀπορραγῆναι ἀναγκαῖον.
无论如何,所有人最终破裂是不可避免的。
Ἑρμῆς
οὐδὲν χεῖρον σὺ τοῦ Ὁμήρου εἴκασας, ὦ Χάρων, ὃς φύλλοις τὸ γένος αὐτῶν ὁμοιοῖ.
赫耳墨斯卡戎,你的比喻绝不比荷马逊色,他将人类的世代比作树叶。
§20Χάρων
καὶ τοιοῦτοι ὄντες, ὦ Ἑρμῆ, ὁρᾷς οἷα ποιοῦσι καὶ ὡς φιλοτιμοῦνται πρὸς ἀλλήλους ἀρχῶν πέρι καὶ τιμῶν καὶ κτήσεων ἁμιλλώμενοι, ἅπερ ἅπαντα καταλιπόντας αὐτοὺς δεήσει ἕνα ὀβολὸν ἔχοντας ἥκειν παρʼ ἡμᾶς.
卡戎而他们既是这般存在,赫耳墨斯,你看到他们所做的事以及他们如何互相对立,为了官职、荣誉和财产而互相竞争了吗? 尽管他们必须留下所有这些,只带着一枚奥博尔来到我们这里。
βούλει οὖν, ἐπείπερ ἐφʼ ὑψηλοῦ ἐσμέν, ἀναβοήσας παμμέγεθες παραινέσω αὐτοῖς ἀπέχεσθαι μὲν τῶν ματαίων πόνων, ζῆν δὲ ἀεὶ τὸν θάνατον πρὸ ὀφθαλμῶν ἔχοντας, λέγων,
ὦ μάταιοι, τί ἐσπουδάκατε περὶ ταῦτα;
那么,既然我们在高处,你是否愿意让我大声高喊,劝告他们远离无谓的劳苦,并在生活时始终将死亡置于眼前,说道: “噢,愚蠢的人们,你们为何在这些事情上如此狂热?
παύσασθε κάμνοντες· οὐ γὰρ εἰς ἀεὶ βιώσεσθε·
停止劳碌吧,因为你们不会永远活着。
οὐδὲν τῶν ἐνταῦθα σεμνῶν ἀΐδιόν ἐστιν, οὐδʼ ἂν ἀπαγάγοι τις αὐτῶν τι σὺν αὑτῷ ἀποθανών, ἀλλʼ ἀνάγκη τὸν μὲν γυμνὸν οἴχεσθαι, τὴν οἰκίαν δὲ καὶ τὸν ἀγρὸν καὶ τὸ χρυσίον ἀεὶ ἄλλων εἶναι καὶ μεταβάλλειν τοὺς δεσπότας.
这里所有显赫的事物都不是永恒的,也没有人在死时能随身带走其中的任何一样。 相反,人必须赤条条地离去,而房屋、田地和黄金注定永远属于他人,不断更换主人。
εἰ ταῦτα καὶ τὰ τοιαῦτα ἐξ ἐπηκόου ἐμβοήσαιμι αὐτοῖς, οὐκ ἂν οἴει μεγάλα ὠφεληθῆναι τὸν βίον καὶ σωφρονεστέρους ἂν γενέσθαι παρὰ πολύ;
” 如果我能从他们听得到的地方向他们喊出这些及类似的话,你难道不认为这会使他们的生活大获裨益,并让他们变得更有节制得多吗?
§21Ἑρμῆς
ὦ μακάριε, οὐκ οἶσθα ὅπως αὐτοὺς ἡ ἄγνοια καὶ ἡ ἀπάτη διατεθείκασιν, ὡς μηδʼ ἂν τρυπάνῳ ἔτι διανοιχθῆναι αὐτοῖς τὰ ὦτα, τοσούτῳ κηρῷ ἔβυσαν αὐτά, οἷόν περ ὁ Ὀδυσσεὺς τοὺς ἑταίρους ἔδρασε δέει τῆς Σειρήνων ἀκροάσεως.
赫耳墨斯可怜的人啊,你不知道无知和欺骗已将他们置于何种境地,以至于他们的耳朵甚至用钻子都无法再钻开,因为他们用极多的蜡堵住了耳朵,就像奥德修斯因害怕听到塞壬的声音而对他的同伴们所做的一样。
πόθεν οὖν ἂν ἐκεῖνοι δυνηθεῖεν ἀκοῦσαι, ἢν καὶ σὺ κεκραγὼς διαρραγῇς;
那么,即使你喊破喉咙,他们又怎能听得到呢?
ὅπερ γὰρ παρʼ ὑμῖν ἡ Λήθη δύναται, τοῦτο ἐνταῦθα ἡ ἄγνοια ἐργάζεται.
因为遗忘在你们那里所具有的力量,在这里无知正发挥着同样的作用。
πλὴν ἀλλὰ εἰσὶν αὐτῶν ὀλίγοι οὐ παραδεδεγμένοι τὸν κηρὸν ἐς τὰ ὦτα, πρὸς τὴν ἀλήθειαν ἀποκλίνοντες, ὀξὺ δεδορκότες ἐς τὰ πράγματα καὶ κατεγνωκότες οἷά ἐστιν.
不过,他们中确有少数人没有将蜡放进耳朵里,他们倾向于真理,敏锐地看清事物的本质并识破了它们的真面目。
Χάρων
οὐκοῦν ἐκείνοις γοῦν ἐμβοήσωμεν.
卡戎那么,我们难道不至少向他们喊话吗?
Ἑρμῆς
περιττὸν καὶ τοῦτο, λέγειν πρὸς αὐτοὺς ἃ ἴσασιν.
赫耳墨斯这也是多余的,向他们说他们已经知道的事情。
ὁρᾷς ὅπως ἀποσπάσαντες τῶν πολλῶν καταγελῶσι τῶν γιγνομένων καὶ οὐδαμῆ οὐδαμῶς ἀρέσκονται αὐτοῖς, ἀλλὰ δῆλοί εἰσι δρασμὸν ἤδη βουλεύοντες παρʼ ὑμᾶς ἀπὸ τοῦ βίου.
你看到他们如何脱离大众,嘲笑发生的一切,绝不在任何方面对这些感到满足,而是显而易见地已经开始计划从生命中逃往你们那里去了吗?
καὶ γὰρ καὶ μισοῦνται ἐλέγχοντες αὐτῶν τὰς ἀμαθίας.
因为他们由于揭露了众人的无知,也正遭受着憎恨。
Χάρων
εὖ γε, ὦ γεννάδαι·
卡戎太好了,高贵的人们!
πλὴν πάνυ ὀλίγοι εἰσίν, ὦ Ἑρμῆ.
不过,赫耳墨斯,他们实在太少了。
Ἑρμῆς
ἱκανοὶ καὶ οὗτοι.
赫耳墨斯即使这些人也足够了。
ἀλλὰ κατίωμεν ἤδη.
但我们现在下去吧。