- 底本
- Lucian, Vol. 2. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1915.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg023.humanitext-grc2:18-21
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
カローンは人間の生の儚さを水の気泡に例え、無駄な争いをやめるよう地上に向けて大声で警告しようと提案する。しかしヘルメースは、大衆は無知という蝋で耳が塞がれており、真理を知るわずかな賢者には警告など不要であると諭して彼を制する。
Χάρων ὁρῶ ταῦτα πάντα καὶ πρὸς ἐμαυτόν γε ἐννοῶ ὅ τι τὸ ἡδὺ αὐτοῖς παρὰ τὸν βίον ἢ τί ἐκεῖνό ἐστιν, οὗ στερούμενοι ἀγανακτοῦσιν. ἢν γοῦν τοὺς βασιλέας αὐτῶν ἴδῃ τις, οἵπερ εὐδαιμονέστατοι εἶναι δοκοῦσιν, ἔξω τοῦ ἀβεβαίου ὡς φὴς καὶ ἀμφιβόλου τῆς τύχης,1 πλείω τῶν ἡδέων τὰ ἀνιαρὰ εὑρήσει προσόντα αὐτοῖς, φόβους καὶ ταραχὰς καὶ μίση καὶ ἐπιβουλὰς καὶ ὀργὰς καὶ κολακείας· τούτοις γὰρ ἅπαντες σύνεισιν. ἐῶ πένθη καὶ νόσους καὶ πάθη ἐξ ἰσοτιμίας δηλαδὴ ἄρχοντα αὐτῶν· ὅπου δὲ τὰ τούτων πονηρά, λογίζεσθαι καιρὸς οἷα τὰ τῶν ἰδιωτῶν ἂν εἴη.
カローン 私はこれらすべてを目にしており、彼らの生涯において何が快いことなのか、あるいは彼らがそれを奪われて憤っているあのものとは何なのかを、自分自身で考えているのだ。少なくとも、彼らの王たち、すなわち、あなたの言うように不確実で移り気な運命の外にいて最も幸福であると思われる人々を見るならば、彼らにつきまとっている苦痛なことが、快いことよりも多いことを見出すだろう。恐怖、混乱、憎しみ、陰謀、怒り、お世辞。これらすべてが、彼ら全員に付きまとっているのだ。私は喪や病気や苦難を省くことにしよう、言うまでもなくそれらは彼らを平等に支配しているのだから。王たちの状況がこれほど悪いのであるから、一般市民の状況がいかなるものであるかを考慮すべき時である。
Χάρων ἐθέλω δʼ οὖν σοι, ὦ Ἑρμῆ, εἰπεῖν, ᾧτινι ἐοικέναι μοι ἔδοξαν οἱ ἄνθρωποι καὶ ὁ βίος ἅπας αὐτῶν. ἤδη ποτὲ πομφόλυγας ἐν ὕδατι ἐθεάσω ὑπὸ κρουνῷ τινι καταράττοντι ἀνισταμένας; τὰς φυσαλλίδας λέγω, ἀφʼ ὧν συναγείρεται ὁ ἀφρός· ἐκείνων τοίνυν τινὲς μὲν μικραί εἰσι καὶ αὐτίκα ἐκραγεῖσαι ἀπέσβησαν, αἱ δʼ ἐπὶ πλέον διαρκοῦσι· καὶ προσχωρουσῶν αὐταῖς τῶν ἄλλων αὗται ὑπερφυσώμεναι ἐς μέγιστον ὄγκον αἴρονται, ἔπειτα μέντοι κἀκεῖναι πάντως ἐξερράγησάν ποτε· οὐ γὰρ οἷόν τε ἄλλως γενέσθαι. τοῦτό ἐστιν ὁ ἀνθρώπου βίος· ἅπαντες ὑπὸ πνεύματος ἐμπεφυσημένοι οἱ μὲν μείζους, οἱ δὲ ἐλάττους· καὶ οἱ μὲν ὀλιγοχρόνιον ἔχουσι καὶ ὠκύμορον τὸ φύσημα, οἱ δὲ ἅμα τῷ συστῆναι ἐπαύσαντο· πᾶσι δʼ οὖν ἀπορραγῆναι ἀναγκαῖον. Ἑρμῆς οὐδὲν χεῖρον σὺ τοῦ Ὁμήρου εἴκασας,2 ὦ Χάρων, ὃς φύλλοις τὸ γένος αὐτῶν ὁμοιοῖ.
カローン それゆえ、ヘルメースよ、人間たちと彼らの全生涯が私に何に似ているように思われたかを、あなたに語りたい。これまでに、どこかのほとばしる泉の下で、水の中に浮かび上がる気泡を見たことがあるか?泡がそこから集まって生じる、あの気泡のことだ。さて、それらのうち、あるものは小さく、すぐに破裂して消え去るが、別のものはより長く持ちこたえる。そして、他の気泡がそれらに合流し、それらが過度に膨らんで最大の大きさにまで膨れ上がるが、しかしその後、それらもまた例外なくいつかは破裂する。なぜなら、それ以外になりようがないからだ。これこそが人間の生である。全員が息によって膨らまされており、あるものはより大きく、あるものはより小さい。そして、あるものはその膨らみが短命で素早く消え去るものであり、別のものは形成されると同時に消滅した。いずれにせよ、すべてが破裂することが不可避なのだ。 ヘルメース カローンよ、お前の比喩は、人間の種族を木の葉に例えたホメーロスに少しも劣っていない。
Χάρων καὶ τοιοῦτοι ὄντες, ὦ Ἑρμῆ, ὁρᾷς οἷα ποιοῦσι καὶ ὡς φιλοτιμοῦνται πρὸς ἀλλήλους ἀρχῶν πέρι καὶ τιμῶν καὶ κτήσεων ἁμιλλώμενοι, ἅπερ ἅπαντα καταλιπόντας αὐτοὺς δεήσει ἕνα ὀβολὸν ἔχοντας ἥκειν παρʼ ἡμᾶς. βούλει οὖν, ἐπείπερ ἐφʼ ὑψηλοῦ ἐσμέν, ἀναβοήσας παμμέγεθες παραινέσω αὐτοῖς ἀπέχεσθαι μὲν τῶν ματαίων πόνων, ζῆν δὲ ἀεὶ τὸν θάνατον πρὸ ὀφθαλμῶν ἔχοντας, λέγων, ὦ μάταιοι, τί ἐσπουδάκατε περὶ ταῦτα; παύσασθε κάμνοντες· οὐ γὰρ εἰς ἀεὶ βιώσεσθε· οὐδὲν τῶν ἐνταῦθα σεμνῶν ἀΐδιόν ἐστιν, οὐδʼ ἂν ἀπαγάγοι τις αὐτῶν τι σὺν αὑτῷ ἀποθανών, ἀλλʼ ἀνάγκη τὸν μὲν γυμνὸν οἴχεσθαι, τὴν οἰκίαν δὲ καὶ τὸν ἀγρὸν καὶ τὸ χρυσίον ἀεὶ ἄλλων εἶναι καὶ μεταβάλλειν τοὺς δεσπότας. εἰ ταῦτα καὶ τὰ τοιαῦτα ἐξ ἐπηκόου ἐμβοήσαιμι αὐτοῖς, οὐκ ἂν οἴει μεγάλα ὠφεληθῆναι τὸν βίον καὶ σωφρονεστέρους ἂν γενέσθαι παρὰ πολύ;
カローン 彼らはこのような存在であるにもかかわらず、ヘルメースよ、彼らが何をしており、官職や名誉や財産を競い合っていかに互いに張り合っているかが見えるだろう。これらすべてを後に残して、彼らはただ1オボロスだけを携えて我々のもとに来なければならないのだというのに。それなら、我々は高いところにいるのだから、私が大声で叫んで、彼らに無駄な労苦を避け、常に死を目の前に置いて生きるように勧告しようか、こう言って――「おお、愚かな者たちよ、なぜこれらのことに熱中しているのか?苦労するのをやめよ。お前たちは永遠に生きるのではない。ここの尊いもののうち、永遠なものは何もない。また、死んでそれらの何かを携えて立ち去ることは誰にもできない。むしろ、自分自身は裸で去らねばならず、家も畑も黄金も常に他の者たちのものとなり、その持ち主を変えていくのが必然なのだ。」 もし私が聞こえる場所から、これらやこれに類することを彼らに向けて叫んだなら、彼らの人生は大いに益され、はるかに慎み深く生きるようになると思わないか?
Ἑρμῆς ὦ μακάριε, οὐκ οἶσθα ὅπως αὐτοὺς ἡ ἄγνοια καὶ ἡ ἀπάτη διατεθείκασιν, ὡς μηδʼ ἂν τρυπάνῳ ἔτι διανοιχθῆναι αὐτοῖς τὰ ὦτα, τοσούτῳ κηρῷ ἔβυσαν αὐτά, οἷόν περ ὁ Ὀδυσσεὺς τοὺς ἑταίρους ἔδρασε δέει τῆς Σειρήνων ἀκροάσεως. πόθεν οὖν ἂν ἐκεῖνοι δυνηθεῖεν ἀκοῦσαι, ἢν καὶ σὺ κεκραγὼς διαρραγῇς; ὅπερ γὰρ παρʼ ὑμῖν ἡ Λήθη δύναται, τοῦτο ἐνταῦθα ἡ ἄγνοια ἐργάζεται. πλὴν ἀλλὰ εἰσὶν αὐτῶν ὀλίγοι οὐ παραδεδεγμένοι τὸν κηρὸν ἐς τὰ ὦτα, πρὸς τὴν ἀλήθειαν ἀποκλίνοντες, ὀξὺ δεδορκότες ἐς τὰ πράγματα καὶ κατεγνωκότες οἷά ἐστιν. Χάρων οὐκοῦν ἐκείνοις γοῦν ἐμβοήσωμεν. Ἑρμῆς περιττὸν καὶ τοῦτο, λέγειν πρὸς αὐτοὺς ἃ ἴσασιν. ὁρᾷς ὅπως ἀποσπάσαντες τῶν πολλῶν καταγελῶσι τῶν γιγνομένων καὶ οὐδαμῆ οὐδαμῶς ἀρέσκονται αὐτοῖς, ἀλλὰ δῆλοί εἰσι δρασμὸν ἤδη βουλεύοντες3 παρʼ ὑμᾶς ἀπὸ τοῦ βίου. καὶ γὰρ καὶ μισοῦνται ἐλέγχοντες αὐτῶν τὰς ἀμαθίας. Χάρων εὖ γε, ὦ γεννάδαι· πλὴν πάνυ ὀλίγοι εἰσίν, ὦ Ἑρμῆ. Ἑρμῆς ἱκανοὶ καὶ οὗτοι. ἀλλὰ κατίωμεν ἤδη.
ヘルメース おめでたい男よ、お前は無知と欺瞞が彼らをどのような状態にしてしまったかを知らないのだ。彼らの耳はもはや錐を使っても開けられないほどであり、セイレーンたちの歌を聞くのを恐れてオデュッセウスが仲間にしたのと同じくらい大量の蝋で、彼らは耳を塞いでしまっているのだ。それなら、たとえお前が叫びすぎて喉が裂けたとしても、彼らがどうして聞くことができるだろうか?お前たちのもとで忘却が持つ力を、ここでは無知がそれを行っているのだ。ただし、彼らのうちには耳に蝋を入れておらず、真実へと身を傾け、事物を鋭く見通し、それらがどのようなものであるかを見抜いている少数の者たちがいる。 カローン それなら、少なくとも彼らに向けて叫ぼうではないか。 ヘルメース それもまた余計なことだ、彼らがすでに知っていることを彼らに語るなど。彼らが大衆から離れて、起きていることをいかに嘲笑し、それらに全く決して満足せず、この生からお前たちのところへと、すでに逃亡を企てているのが明らかであるのが見えるだろう。実際、彼らは大衆の無知を暴露するために、嫌われてもいるのだ。 カローン 実に見事だ、高貴な者たちよ。だが、ヘルメースよ、彼らは極めて少数だ。 ヘルメース 彼らだけでも十分だ。さあ、もう降りよう。
- 18ἔξω τοῦ ἀβεβαίου ὡς φὴς καὶ ἀμφιβόλου τῆς τύχης
前置詞 ἔξω(〜の外に)が、名詞化された中性形容詞属格 τοῦ ἀβεβαίου と並列する ἀμφιβόλου、およびそれらにかかる属格 τῆς τύχης を支配している。ὡς φὴς(あなたが言うように)がその間に挿入されており、王たちが運命の不確実さの外にいると一般に思われていることを示す。
- 19οὐδὲν χεῖρον σὺ τοῦ Ὁμήρου εἴκασας
οὐδὲν χεῖρον(何ら劣らずに、同等にうまく)は比較級の副詞的用法。比較の対象となる Ὁμήρου(ホメーロス)は比較の属格。直訳すると「あなた(カローン)はホメーロスよりも何ら悪くなく例えた」となり、カローンの比喩(気泡の例え)がホメーロスの有名な木の葉の比喩に匹敵するほど優れているという賞賛を表す。
- 21δῆλοί εἰσι δρασμὸν ἤδη βουλεύοντες
形容詞 δῆλος(明らかな)が主格複数 δῆλοι として主語(賢者たち)と一致し、分詞 βουλεύοντες(計画している)を伴うことで、「〜していることは明らかである」という個人的構文(personal construction)を形成している。非人称構文(δῆλόν ἐστιν αὐτοὺς βουλεύειν 等)と同義だが、ギリシア語では主語を主格にして形容詞を一致させるこの個人的構文が好まれる。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 注 1 件
