Humanitext Reader

琉善 · 卡戎或观察者 §22-24

坟墓与城池遗迹的考察及卡宴的离去

第 8 段,共 8 段 · 希腊语

内容简介

卡宴由赫耳墨斯引领,目睹了人类的坟墓、丧葬习俗、古代名城的遗迹以及地上正在进行的战争。在感叹人类事务的虚无之后,两人结束了在人间的视察,回到了各自的岗位上。

§22Χάρων Ἓν ἔτι ἐπόθουν, ὦ Ἑρμῆ, εἰδέναι, καί μοι δείξας αὐτὸ ἐντελῆ ἔσῃ τὴν περιήγησιν πεποιημένος, τὰς ἀποθήκας τῶν σωμάτων, ἵνα κατορύττουσι, θεάσασθαι.
卡戎赫耳墨斯,我还有一件事想要了解,如果你把这也指给我看,你的导览就功德圆满了,那就是看看身体的储藏室,他们把死者埋葬的地方。
Ἑρμῆς ἠρία, ὦ Χάρων, καὶ τύμβους καὶ τάφους καλοῦσι τὰ τοιαῦτα.
赫耳墨斯卡戎,他们把这类事物称为墓、冢和坟。
πλὴν τὰ πρὸ τῶν πόλεων ἐκεῖνα τὰ χώματα ὁρᾷς καὶ τὰς στήλας καὶ πυραμίδας;
不过,你看到城市前方的那些土丘、石碑和金字塔了吗?
ἐκεῖνα πάντα νεκροδοχεῖα καὶ σωματοφυλάκιά ἐστιν.
那些全部都是死者的收容所和尸体的保存处。
Χάρων τί οὖν ἐκεῖνοι στεφανοῦσι τοὺς λίθους καὶ χρίουσι μύρῳ;
卡戎那么,他们为什么给那些石头戴上花冠并涂抹香油呢?
οἱ δὲ καὶ πυρὰν νήσαντες πρὸ τῶν χωμάτων καὶ βόθρον τινὰ ὀρύξαντες καίουσί τε ταυτὶ τὰ πολυτελῆ δεῖπνα καὶ εἰς τὰ ὀρύγματα οἶνον καὶ μελίκρατον, ὡς γοῦν εἰκάσαι, ἐγχέουσιν;
还有些人,在土丘前堆起柴堆,挖了某种坑,烧掉这些昂贵的晚宴,并向坑里倒入葡萄酒和蜂蜜酒(至少看起来是如此)?
Ἑρμῆς οὐκ οἶδα, ὦ πορθμεῦ, τί ταῦτα πρὸς τοὺς ἐν Ἅιδου·
赫耳墨斯船夫,我不知道这些事情与冥界中的人有什么关系。
πεπιστεύκασι δʼ οὖν τὰς ψυχὰς ἀναπεμπομένας κάτωθεν δειπνεῖν μὲν ὡς οἷόν τε περιπετομένας τὴν κνῖσαν καὶ τὸν καπνόν, πίνειν δὲ ἀπὸ τοῦ βόθρου τὸ μελίκρατον.
但总之,他们相信灵魂从下面被送上来,在周围飞来飞去,尽可能地享用祭肉的香气和烟,并从坑里饮用蜂蜜酒。
Χάρων ἐκείνους ἔτι πίνειν ἢ ἐσθίειν, ὧν τὰ κρανία ξηρότατα;
卡戎那些头骨已经干透了的死者,难道还能喝能吃吗?
καίτοι γελοῖός εἰμι σοὶ λέγων ταῦτα ὁσημέραι κατάγοντι αὐτούς.
不过,向你这个每天都把他们带下去的人说这些,我也够可笑的了。
οἶσθα οὖν εἰ δύναιντʼ ἂν ἔτι ἀνελθεῖν ἅπαξ ὑποχθόνιοι γενόμενοι.
那么,你当然知道,他们一旦到了地下,是否还能再次上来。
ἐπεί τοι καὶ παγγέλοια ἄν, ὦ Ἑρμῆ, ἔπασχον, οὐκ ὀλίγα πράγματα ἔχων, εἰ ἔδει μὴ κατάγειν μόνον αὐτούς, ἀλλὰ καὶ αὖθις ἀνάγειν πιομένους.
因为,赫耳墨斯,如果我不但要带他们下去,还要为了让他们喝水而再次把他们带上来,那我不但麻烦重重,还会经历极其荒唐的事。
ὦ μάταιοι, τῆς ἀνοίας, οὐκ εἰδότες ἡλίκοις ὅροις διακέκριται τὰ νεκρῶν καὶ τὰ ζώντων πράγματα καὶ οἷα τὰ παρʼ ἡμῖν ἐστι καὶ ὅτι " κάτθανʼ ὁμῶς ὅ τʼ ἄτυμβος ἀνὴρ ὅς τʼ ἔλλαχε τύμβου, ἐν δὲ ἰῇ τιμῇ Ἶρος κρείων τʼ Ἀγαμέμνων·
噢,愚蠢的人们,多么愚蠢啊!
Θερσίτῃ δʼ ἶσος Θέτιδος παῖς ἠϋκόμοιο πάντες δʼ εἰσὶν ὁμῶς νεκύων ἀμενηνὰ κάρηνα, γυμνοί τε ξηροί τε κατʼ ἀσφοδελὸν λειμῶνα.
竟然不知道死者的事和活人的事被多么巨大的边界隔开,我们那里的情况又是如何,而且: “未得墓葬之人与分得坟墓之人同样死去,在同一个地位上的是伊罗斯与统治者阿伽门农;而美发忒提斯之子与忒耳西忒斯等同;所有人同样都是亡灵无力的头颅,在阿斯福德罗斯的草地上赤身而干瘪。
" §23Ἑρμῆς Ἡράκλεις, ὡς πολὺν τὸν Ὅμηρον ἐπαντλεῖς.
” 赫耳墨斯赫拉克勒斯啊,你灌输了多少荷马诗句啊!
ἀλλʼ ἐπείπερ ἀνέμνησας, ἐθέλω σοι δεῖξαι τὸν τοῦ Ἀχιλλέως τάφον.
不过,既然你提到了,我想指给你看阿喀琉斯的坟墓。
ὁρᾷς τὸν ἐπὶ τῇ θαλάττῃ;
你看到海边的那个了吗?
Σίγειον μὲν ἐκεῖθέν ἐστι τὸ Τρωϊκόν· ἀντικρὺ δὲ ὁ Αἴας τέθαπται ἐν τῷ Ῥοιτείῳ.
西盖翁就在那边,那是特洛伊的地方;而对面,埃阿斯被埋葬在罗伊特翁。
Χάρων οὐ μεγάλοι, ὦ Ἑρμῆ, οἱ τάφοι.
卡戎赫耳墨斯,这些坟墓并不大。
τὰς πόλεις δὲ τὰς ἐπισήμους δεῖξόν μοι ἤδη, ἃς κάτω ἀκούομεν, τὴν Νίνον τὴν Σαρδαναπάλλου καὶ Βαβυλῶνα καὶ Μυκήνας καὶ Κλεωνὰς καὶ τὴν Ἴλιον αὐτήν·
那么,现在就把我们常在地下听说的那些著名的城市指给我看吧:萨尔达那帕洛斯的尼诺斯、巴比伦、迈锡尼、克勒奥奈、以及伊利翁本身。
πολλοὺς γοῦν μέμνημαι διαπορθμεύσας ἐκεῖθεν, ὡς δέκα ὅλων ἐτῶν μὴ νεωλκῆσαι μηδὲ διαψῦξαι τὸ σκαφίδιον.
至少我记得曾从那里运渡了许多人,以至于整整十年我的小船都未能拉上岸并晾干。
Ἑρμῆς ἡ Νίνος μέν, ὦ πορθμεῦ, ἀπόλωλεν ἤδη καὶ οὐδὲ ἴχνος ἔτι λοιπὸν αὐτῆς, οὐδʼ ἂν εἴποις ὅπου ποτὲ ἦν· ἡ Βαβυλὼν δέ σοι ἐκείνη ἐστὶν ἡ εὔπυργος, ἡ τὸν μέγαν περίβολον, οὐ μετὰ πολὺ καὶ αὐτὴ ζητηθησομένη ὥσπερ ἡ Νίνος· Μυκήνας δὲ καὶ Κλεωνὰς αἰσχύνομαι δεῖξαί σοι, καὶ μάλιστα τὸ Ἴλιον.
赫耳墨斯船夫,尼诺斯已经消亡,甚至连一丝痕迹也没有留下,你连它曾在何处都说不出来;而那是多塔的巴比伦,有着巨大城墙的城市,它自己不久后也会像尼诺斯一样被人寻找;至于迈锡尼和克勒奥奈,特别是伊利翁,我都不好意思指给你看。
ἀποπνίξεις γὰρ εὖ οἶδʼ ὅτι τὸν Ὅμηρον κατελθὼν ἐπὶ τῇ μεγαληγορίᾳ τῶν ἐπῶν.
因为我很清楚,你下去之后,一定会因为他的史诗的夸张言辞而掐死荷马。
πλὴν ἀλλὰ πάλαι μὲν ἦσαν εὐδαίμονες, νῦν δὲ τεθνᾶσι καὶ αὗται·
然而,它们以前曾经繁荣,如今这些城市也已经死去了。
ἀποθνήσκουσι γάρ, ὦ πορθμεῦ, καὶ πόλεις ὥσπερ ἄνθρωποι, καὶ τὸ παραδοξότατον, καὶ ποταμοὶ ὅλοι·
因为,船夫,城市也会像人一样死去,而最不可思议的是,整条河流也会死。
Ἰνάχου γοῦν οὐδὲ τάφος ἔτι ἐν Ἄργει καταλείπεται.
至少在阿耳戈斯,连伊那科斯河的墓冢都没有留下来。
Χάρων παπαὶ τῶν ἐπαίνων, Ὅμηρε, καὶ τῶν ὀνομάτων, Ἴλιος ἱρὴ καὶ εὐρυάγυια καὶ ἐϋκτίμεναι Κλεωναί.
卡戎哎呀,荷马,那是何等的赞美和名称啊,“神圣的伊利翁”、“宽阔的街道”和“建造精美的克勒奥奈”!
§24Χάρων ἀλλὰ μεταξὺ λόγων, τίνες ἐκεῖνοί εἰσιν οἱ πολεμοῦντες ἢ ὑπὲρ τίνος ἀλλήλους φονεύουσιν;
卡戎不过在说话间,那些正在战斗的人是谁,他们又是为了什么在互相残杀?
Ἑρμῆς Ἀργείους ὁρᾷς, ὦ Χάρων, καὶ Λακεδαιμονίους καὶ τὸν ἡμιθνῆτα ἐκεῖνον στρατηγὸν Ὀθρυάδαν τὸν ἐπιγράφοντα τὸ τρόπαιον τῷ αὑτοῦ αἵματι.
赫耳墨斯卡戎,你看到的是阿耳戈斯人和拉刻代蒙人,还有那位半死的将军奥斯律阿得斯,他正用自己的鲜血在战利品纪念碑上题字。
Χάρων ὑπὲρ τίνος δʼ αὐτοῖς, ὦ Ἑρμῆ, ὁ πόλεμος;
卡戎赫耳墨斯,他们的战争是为了什么?
Ἑρμῆς ὑπὲρ τοῦ πεδίου αὐτοῦ, ἐν ᾧ μάχονται.
赫耳墨斯就是为了他们正在战斗的这片平原。
Χάρων ὢ τῆς ἀνοίας, οἵ γε οὐκ ἴσασιν ὅτι, κἂν ὅλην τὴν Πελοπόννησον ἕκαστος αὐτῶν κτήσωνται, μόγις ἂν ποδιαῖον λάβοιεν τόπον παρὰ τοῦ Αἰακοῦ·
卡戎噢,多么愚蠢啊! 他们根本不知道,即使他们每个人都占领了整个伯罗奔尼撒,也只能从埃阿科斯那里勉强得到一英尺大小的地方。
τὸ δὲ πεδίον τοῦτο ἄλλοτε ἄλλοι γεωργήσουσι πολλάκις ἐκ βάθρων τὸ τρόπαιον ἀνασπάσαντες τῷ ἀρότρῳ.
而这片平原,在未来的不同时期将被不同的人耕作,他们会经常用犁把战利品纪念碑连根拔起。
Ἑρμῆς οὕτω μὲν ταῦτα ἔσται·
赫耳墨斯的确会是这样。
ἡμεῖς δὲ καταβάντες ἤδη καὶ κατὰ χώραν εὐθετήσαντες αὖθις τὰ ὄρη ἀπαλλαττώμεθα, ἐγὼ μὲν καθʼ ἃ ἐστάλην, σὺ δὲ ἐπὶ τὸ πορθμεῖον·
不过,我们现在下去,把山恢复到原位,然后离开吧。 我去执行我的差使,你则回到渡船那里。
ἥξω δέ σοι καὶ αὐτὸς μετʼ ὀλίγον νεκροστολῶν.
过不了多久,我自己也会带着死者的灵魂去找你。
Χάρων εὖ γε ἐποίησας, ὦ Ἑρμῆ·
卡戎赫耳墨斯,你做得很好。
εὐεργέτης εἰς ἀεὶ ἀναγεγράψῃ, ὠνάμην γάρ τι διὰ σὲ τῆς ἀποδημίας.
你将永远作为恩人被载入史册,因为多亏了你,我从这次旅行中受益匪浅。
— οἷά ἐστι τὰ τῶν κακοδαιμόνων ἀνθρώπων πράγματα — βασιλεῖς, πλίνθοι χρυσαῖ, ἐπιτύμβια, μάχαι·
——不幸的人类的事务都是些什么啊! 国王、金砖、坟墓、战斗。
Χάρωνος δὲ οὐδεὶς λόγος.
至于卡戎,却根本没人理会。

词汇与语法注释

  1. §22ἔπασχον... εἰ ἔδει... πιομένους — ἔπασχον(带 ἄν)与 εἰ ἔδει 构成违背事实的虚拟条件句(“如果必须……我就会经历……”)。将来分词 πιομένους(πίνω 的将来分词宾格复数)表示目的(“为了饮用”),修饰不定式 ἀνάγειν 的动作对象。
  2. §23εὖ οἶδʼ ὅτι — 这里的 εὖ οἶδʼ ὅτι(我很清楚)失去了原本由 ὅτι 引导宾语从句的功能,在句中作插入语,起到“确实、毫无疑问”的副词性修饰作用。
  3. §24ὢ τῆς ἀνοίας, οἵ γε — 紧跟在感叹词 ὢ 后面的属格 τῆς ἀνοίας 是感叹属格,用以强调“愚蠢”。加强型关系代词 οἵ γε 引导关系从句,用以说明原因(“因为他们竟然……”)。

引用这一段

琉善, 卡戎或观察者 §22-24. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg023.humanitext-grc2:22-24

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。